Procopius
De Bellis
Bell 6.10.17
Choose a text
More by Procopius
—
Perseus Grc2
6.10.1
6.10.1
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἐν τούτῳ Βελισάριος γράψας πρὸς Ἰωάννην ἔργου ἐκέλευεν ἔχεσθαι. ὁ δὲ ξὺν τοῖς δισχιλίοις ἱππεῦσι τὴν Πικηνῶν περιιὼν χώραν τὰ ἐν ποσὶν ἐληΐζετο πάντα, παῖδάς τε καὶ γυναῖκας τῶν πολεμίων ἐν ἀνδραπόδων ποιούμενος λόγῳ.
6.10.2
6.10.2
Οὐλίθεόν τε, τὸν Οὐιττίγιδος θεῖον, ξὺν Γότθων στρατῷ ὑπαντιάσαντα μάχῃ νικήσας αὐτόν τε κτείνει καὶ πάντα σχεδὸν τὸν τῶν πολεμίων στρατόν.
6.10.3
6.10.3
διὸ δὴ οὐδείς οἱ ἐτόλμα ἔτι ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ ἀφῖκτο ἐς Αὔξιμον πόλιν, Γότθων μὲν ἐνταῦθα φρουρὰν οὐκ ἀξιόχρεών τινα ἔμαθεν εἶναι, ἄλλως δὲ ὀχυρόν τε καὶ ἀνάλωτον κατενόησε τὸ χωρίον.
6.10.4
6.10.4
καὶ ἀπ’ αὐτοῦ προσεδρεύειν μὲν οὐδαμῆ ἤθελεν, ἀλλὰ ἀπαλλαγεὶς ἐνθένδε ὅτι τάχιστα πρόσω ἤλαυνε.
6.10.5
6.10.5
ταὐτὸ δὲ τοῦτο καὶ Οὐρβῖνον ἀμφὶ πόλιν ἐποίει, ἔς τε Ἀρίμινον Ῥωμαίων αὐτὸν ἐπαγαγομένων ἐσήλαυνεν, ἥπερ μιᾶς ἡμέρας ὁδῷ Ῥαβέννης διέχει.
6.10.6
6.10.6
οἱ μὲν οὖν βάρβαροι ὅσοι φρουρὰν ἐνταῦθα εἶχον, ὑποψίᾳ ἐς Ῥωμαίους τοὺς οἰκήτορας πολλῇ χρώμενοι, ἐπειδὴ προϊέναι τὸ στράτευμα τοῦτο ἐπύθοντο, ἀπεχώρησάν τε καὶ δρόμῳ ἰόντες ἐν Ῥαβέννῃ ἐγένοντο.
6.10.7
6.10.7
οὕτω δὲ Ἰωάννης Ἀρίμινον ἔσχε πολεμίων φρουρὰν ὄπισθεν ἔν τε Αὐξίμῳ καὶ Οὐρβίνῳ ἀπολιπών, οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐδὲ θράσει ἀλογίστῳ ἐχόμενος, ἐπεὶ ξὺν τῷ δραστηρίῳ τὸ ξυνετὸν εἶχεν, ἀλλὰ λογισάμενος, ὅπερ ἐγένετο, ὡς ἢν Γότθοι πύθωνται τὸν Ῥωμαίων στρατὸν ἄγχιστά πη Ῥαβέννης εἶναι, αὐτίκα μάλα τὴν ἐν Ῥώμῃ διαλύσουσι προσεδρείαν,
6.10.8
6.10.8
ἀμφὶ τῷ χωρίῳ τούτῳ δείσαντες. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης. ἐπειδὴ γὰρ Οὐίττιγίς τε καὶ ὁ Γότθων στρατὸς Ἀρίμινον ἔχεσθαι πρὸς αὐτοῦ ἤκουσαν, ἐς μέγα δέος ἀμφὶ Ῥαβέννῃ ἐμπεπτωκότες ἄλλο τε ὑπολογισάμενοι τῶν πάντων οὐδέν, εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο,
6.10.9
6.10.9
ὥς μοι αὐτίκα λελέξεται. καὶ μέ γα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ πρότερον ὤν.
6.10.10
6.10.10
τολμητής τε γὰρ ἦν καὶ αὐτουργὸς ἐν τοῖς μάλιστα, ἔς τε τοὺς κινδύνους ἄοκνος, δίαιτάν τε σκληρὰν καὶ ταλαιπωρίαν τινὰ ἐς ἀεὶ εἶχε βαρβάρου ὁτουοῦν ἢ στρατιώτου οὐδενὸς ἧσσον. ὁ μὲν οὖν Ἰωάννης τοιόσδε τις ἦν.
6.10.11
6.10.11
Ματασοῦνθα δέ, ἡ τοῦ Οὐιττίγιδος γυνή, δεινῶς τῷ ἀνδρὶ ἀχθομένη, ὅτι δή οἱ βίᾳ τὸ ἐξ ἀρχῆς ἐς κοίτην ἦλθεν, ἐπειδὴ τὸν Ἰωάννην ἐς Ἀρίμινον ἥκειν ἐπύθετο, περιχαρής τε ἀτεχνῶς γέγονε καὶ πέμψασα παρ’ αὐτὸν λάθρα γάμου τε καὶ προδοσίας πέρι ἐς λόγους ἦλθε.
6.10.12
6.10.12
Καὶ οἱ μὲν πέμποντες ἀεὶ κρύφα τῶν ἄλλων ταῦτα ἔπρασσον. Γότθοι δὲ ἐπεὶ τά τε ἀμφὶ Ἀρίμινον ἔμαθον καὶ ἅμα ξύμπαντα σφᾶς τὰ ἀναγκαῖα ἐπελελοίπει, ὅ τε τῶν τριῶν μηνῶν χρόνος ἐξῆκεν ἤδη, τὴν ἀναχώρησιν ἐποιοῦντο, καίπερ οὔπω τι τῶν πρέσβεων ἕνεκα πεπυσμένοι.
6.10.13
6.10.13
τοῦ μὲν οὖν ἔτους ἀμφὶ τροπὰς ἐαρινὰς ἦν, τῇ δὲ πολιορκίᾳ ἐνιαυτός τε ἐτέτριπτο καὶ πρὸς αὐτῷ ἡμέραι ἐννέα, ὅτε οἱ Γότθοι ἅπαντα σφῶν τὰ χαρακώματα καύσαντες, ἅμα ἡμέρᾳ ὁδοῦ εἴχοντο.
6.10.14
6.10.14
Ῥωμαῖοι δὲ φεύγοντας ὁρῶντες τοὺς ἐναντίους ἐν ἀπόρῳ εἶχον ᾗ τὸ παρὸν θήσονται. τῶν τε γὰρ ἱππέων τὸ πλῆθος οὐ παρεῖναι τηνικαῦτα ξυνέβαινεν, ἄλλων ἄλλῃ πη ἐσταλμένων, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, αὐτοί τε ἀξιόμαχοι πρὸς τοσοῦτον πλῆθος πολεμίων οὐκ ᾤοντο εἶναι. ἅπαντας μέντοι πεζούς τε καὶ ἱππέας Βελισάριος ὥπλισε.
6.10.15
6.10.15
καὶ ἐπεὶ τῶν πολεμίων ὑπὲρ ἥμισυ διαβάντας τὴν γέφυραν εἶδεν, ἐξῆγε διὰ Πιγκιανῆς πύλης τὸ στράτευμα, ἥ τε μάχη ἐκ χειρὸς γέγονε τῶν προτέρων οὐδεμιᾶς ἧσσον.
6.10.16
6.10.16
καὶ κατ’ ἀρχὰς μὲν καρτερῶς τῶν βαρβάρων τοὺς πολεμίους ὑφισταμένων, πολλοὶ ἑκατέρων ἐν τῇ πρώτῃ ξυμβολῇ ἔπεσον· ἔπειτα δὲ οἱ Γότθοι τραπόμενοι μέγα τε καὶ ὑπερφυὲς σφίσιν αὐτοῖς τὸ πάθος ἐποίουν·
6.10.17
6.10.17
αὐτὸς γὰρ ἕκαστος τὴν γέφυραν διαβαίνειν ἠπείγετο πρῶτος. ἀφ’ οὗ δὴ ἐς στενοχωρίαν πολλὴν ἀφικόμενοι τὰ χαλεπώτατα ἔπασχον· πρός τε γὰρ σφῶν αὐτῶν καὶ τῶν πολεμίων ἐκτείνοντο.
6.10.18
6.10.18
πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ’ ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον διαβᾶσι ξυνέμιξαν.
6.10.19
6.10.19
Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ’ ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέ τε ἅπαντας καὶ αὐτὸς ἐσώθη·
6.10.20
6.10.20
Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).