Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 12 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.6.1
ἐπιστολὰς διεσκευασμένοι τὴν οὐσίαν ἔσχον. οὕτω γὰρ Διονυσίου τε
12.6.2
κληρονόμοι γεγόνασιν, ὃς ἐν Λιβάνῳ ᾤκει, καὶἸωάννου τοῦ Βασιλείου παιδὸς, ὃς δὴ
12.6.3
ἐπιφανέστατος μὲνἘδεσσηνῶν ἐγεγόνει πάντων, βίᾳ δὲ πρὸς Βελισαρίου ἐν ὁμήρων
12.6.4
λόγῳ ἐκδέδοται τοῖς Πέρσαις, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. 12. 7
12.6.5
τοῦτον γὰρ τὸνἸωάννην ὁ μὲν Χοσρόης οὐκέτι ἠφίει, ἐπικαλῶνῬωμαίοις
12.6.6
ἠλογηκέναι τὰ ξυγκείμενα πάντα, ἐφ' οἷς αὐτῷ πρὸς Βελισαρίου δοθεὶς ἐτύγχανεν,
12.6.7
δίδοσθαι μέντοι ἅτε δορυάλωτον γεγονότα ἠξίου. ἡ δὲ τοῦ ἀνδρὸς μάμμη
12.6.8
(περιοῦσα γὰρ ἔτι ἐτύγχανε) τὰ λύτρα παρεχομένη οὐχ ἧσσον ἢ δισχιλίας λίτρας
12.6.9
γύρου τὸν υἱωνὸν ὠνήσεσθαι ἐπίδοξος ἦν. ἀλλ' ἐπεὶ τὰ λύτρα ταῦτα ἐς Δάρας
12.6.10
ἦλθε, μαθὼν ὁ βασιλεὺς τὸ συμβόλαιον γενέσθαι οὐκ εἴα, ὡς μὴ ἐς τοὺς
12.6.11
βάρους, εἰπὼν, ὁῬωμαίων κομίζηται πλοῦτος. οὐ πολλῷ δὲ ὕστερον τῷ μὲνἸωάννῃ
12.6.12
νοσήσαντι ξυνέβη ἐξ ἀνθρώπων ἀφανισθῆναι, ὁ δὲ τὴν πόλιν ἐπιτροπεύων
12.6.13
ἐπιστολὴν ἀναπλάσας τινὰ ἔφη πρὸς αὐτὸν ἅτε φίλον οὐ πολλῷ ἔμπροσθεν
12.6.14
τὸνἸωάννην γράψαι ὥς οἱ αὐτῷ βουλομένῳ εἴη εἰς τὸν βασιλέα τὴν οὐσίαν 12. 11
12.6.15
ἐλθεῖν. πάντων δὲ τῶν ἄλλων τὰ ὀνόματα καταλέγειν οὐκ ἂν δυναίμην ὧνπερ
12.6.16
αὐτόματοι κληρονόμοι γεγένηνται. 12. 12Ἀλλὰ μέχρι μὲν οὖν ἡ τοῦ Νίκα καλουμένη
12.6.17
στάσις ἐγένετο, κατὰ μίαν διαλέγεσθαι τὰς τῶν εὐδαιμόνων οὐσίας ἠξίουν· ἐπεὶ δὲ
12.6.18
ταύτην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, γενέσθαι ξυνέβη, τότε δὴ
12.6.19
ἀθρόας σχεδόν τι εἰπεῖν ἁπάντων τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς τὰς οὐσίας
12.6.20
δημοσιώσαντες, τὰ μὲν ἔπιπλα πάντα καὶ τῶν χωρίων ὅσα κάλλιστα ἦν ᾗπερ
12.6.21
ἐβούλοντο διεχείρισαν, ἀπολέξαντες δὲ τὰ φόρου πικροῦ τε καὶ βαρυτάτου ὑποτελῆ
12.6.22
ὄντα, φιλανθρωπίας ματι τοῖς πάλαι κεκτημένοις ἀπέδοντο. διὸ δὴ
12.6.23
πρός τε τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοις ὀφλημάτων
12.6.24
ἀειρρύτοις τισὶ δυσθανατοῦντες σιοι διεβίωσαν. διὸ δὴ ἐμοί τε καὶ τοῖς
12.6.25
πολλοῖς ἡμῶν οὐδεπώποτε ἔδοξαν οὗτοι ἄνθρωποι εἶναι, ἀλλὰ δαίμονες παλαμναῖοί
12.6.26
τινες καὶ ὥσπερ οἱ ποιηταὶ λέγουσι βροτολοιγὼ ἤστην, οἳ δὴ ἐπὶ κοινῆς
12.6.27
βουλευσάμενοι ὅπως ἅπαντα ἀνθρώπεια γένη τε καὶ ἔργα ὡς ῥᾷστα καὶ τάχιστα
12.6.28
διαφθείρειν ἱκανοὶ εἶεν, ἀνθρώπειόν τε ἠμπίσχοντο σχῆμα καὶ ἀνθρωποδαίμονες
12.6.29
γεγενημένοι τῷ τρόπῳ τούτῳ ξύμπασαν τὴν οἰκουμένην κατέσεισαν. 12. 15
12.6.30
τεκμηριώσαι δ' ἄν τις τὸ τοιοῦτο πολλοῖς τε καὶ ἄλλοις καὶ τῇ τῶν πεπραγμένων
12.6.31
δυνάμει. τὰ γὰρ δαιμόνια τῶν ἀνθρωπείων ξυμβαίνει πολλῷ τῷ λάσσοντι
12.6.32
διακεκρίσθαι. πολλῶν ἀμέλει γεγονότων ἐκ τοῦ παντὸς αἰῶνος ἀνθρώπων τύχῃ ἢ
12.6.33
φύσει φοβερῶν ἐς τὰ μάλιστα, οἱ μὲν πόλεις, οἱ δὲ χώρας, ἢ ἄλλο τι τοιοῦτο καθ'
12.6.34
αὑτοὺς ἔσφηλαν, ὄλεθρον δὲ ξυμπάντων ἀνθρώπων ξυμφοράς τε γῆς τῆς
12.6.35
οἰκουμένης ἁπάσης οὐδεὶς ὅτι μὴ οὗτοι ἄνθρωποι ἐργάζεσθαι ἱκανῶς ἔσχον. ὧν δὴ
12.6.36
καὶ ἡ τύχη ὑπούργει τῇ γνώμῃ συγκατεργαζομένη τῶν ἀνθρώπων διαφθορὰν 12. 17
12.6.37
σεισμοῖς τε γὰρ καὶ λοιμοῖς καὶ ὑδάτων ποταμίων ἐπιρροαῖς ὑπὸ τὸν χρόνον τοῦτον
12.6.38
πλεῖστα διολωλέναι τετύχηκεν, ὥς μοι αὐτίκα λελέξεται. οὕτως οὐκ ἀνθρωπείῳ,
12.6.39
ἀλλ' ἑτέρῳ σθένει τὰ δεινὰ ἔπρασσον. 12. 18 Λέγουσι δὲ αὐτοῦ καὶ τὴν μητέρα φάναι
12.6.40
τῶν ἐπιτηδείων τισὶν ὡς οὐ Σαββατίου τοῦ αὐτῆς ἀνδρὸς 12. 19 οὐδὲ ἀνθρώπων
12.6.41
τινὸς υἱὸς εἴη. ἡνίκα γὰρ αὐτὸν κύειν ἔμελλεν, ἐπιφοιτᾶν αὐτῇ δαιμόνιον οὐχ
12.6.42
ὁρώμενον, ἀλλ' αἴσθησίν τινα ὅτι δὴ πάρεστιν αὐτῇ παρασχὸν ἅτε ἄνδρα γυναικὶ
12.6.43
πλησιάσαντα, καθάπερ ἐν ὀνείρῳ ἀφανισθῆναι. 12. 20 Τινὲς δὲ τῶν αὐτῷ παρόντων
12.6.44
τε πόρρω που τῶν νυκτῶν καὶ ξυγγινομένων ἐν Παλατίῳ δηλονότι, οἷσπερ ἐν
12.6.45
καθαρῷ ἡ ψυχὴ ἦν, φάντασμά τι θεάσασθαι μόνιον ἄηθες σφίσιν ἀντ' αὐτοῦ
12.6.46
ἔδοξαν. ὁ μὲν γὰρ ἔφασκεν ἄφνω μὲν αὐτὸν θρόνου τοῦ βασιλείου ἐξαναστάντα
12.6.47
περιπάτους ἐνταῦθα ποιεῖν· συχνὸν γὰρ καθῆσθαι οὐδαμῆ εἴθιστο· τῆς δὲ κεφαλῆς ἐν
12.6.48
τῷ παραυτίκα τῷἸουστινιανῷ ἀφανισθείσης τὸ ἄλλο οἱ σῶμα τούτους δὴ τοὺς
12.6.49
μακροὺς διαύλους ποιεῖν δοκεῖν, αὐτόν τε ἅτε οἱ τῶν ὀμμάτων περὶ τὴν θέαν ὡς
12.6.50
ἥκιστα ὑγιαινόντων, ἀσχάλλοντα καὶ διαπορούμενον 12. 22 ἐπὶ πλεῖστον ἑστάναι.
12.6.51
ὕστερον μέντοι τῆς κεφαλῆς τῷ σώματι ἐπανηκούσης τὰ τέως λειπόμενα οἴεσθαι
12.23.1
παρὰ δόξαν ἀναπιμπλάναι. ἄλλος δὲ παρεστάναι οἱ καθημένῳ ἔφη, ἐκ δὲ τοῦ
12.23.2
αἰφνιδίου τὸ πρόσωπόν οἱ κρέατι ἀσήμῳ ἰδεῖν ἐμφερὲς γεγονός· οὔτε γὰρ ὀφρῦς
12.23.3
οὔτε ὀφθαλμοὺς ἐπὶ χώρας τῆς αὐτῶν ὄντας οὔτε ἄλλο τι τὸ παράπαν ἔφερε
12.23.4
γνώρισμα· χρόνου μέντοι αὐτῷ τὸ σχῆμα τῆς ὄψεως ἐπανῆκον ἰδεῖν. ταῦτα οὐκ
12.23.5
αὐτὸς θεασάμενος γράφω, ἀλλὰ τῶν τότε θεάσασθαι ἰσχυριζομένων ἀκούσας. 12. 24
12.23.6
Λέγουσι δὲ καὶ μοναχόν τινα τῷ θεῷ ἐς τὰ μάλιστα φίλον πρὸς τῶν αὐτῷ γῆν τὴν
12.23.7
ἔρημον ξυνοικούντων ἀναπεισθέντα σταλῆναι μὲν ἐς Βυζάντιον τοῖς ἄγχιστα σφίσιν
12.23.8
ἐνῳκημένοις ἐπαμυνοῦντα, βιαζομένοις τε καὶ ἀδικουμένοις ἀνύποιστα, ἐνταῦθα δὲ
12.23.9
ἀφικόμενον αὐτίκα 12. 25 εἰσόδου τῆς παρὰ τὸν βασιλέα τυχεῖν· μέλλοντα δὲ εἴσω
12.25.1
παρ' αὐτὸν γενέσθαι, ἀμεῖψαι μὲν τὸν ἐκείνῃ οὐδὸν θατέρῳ τοῖν ποδοῖν,
12.25.2
ἐξαπιναίως δὲ ἀναποδίζοντα ὀπίσω 12. 26 ἰέναι. εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ
12.25.3
τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν, τὸν δὲ οὐδέν
12.25.4
τι ἀποκρινάμενον, ἀλλὰ καὶ παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι ἐς τὸ
12.25.5
δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα· τῶν τέ οἱ ἑπομένων ἀναπυνθανομένων ὅτου
12.25.6
ἕνεκα ταῦτα ποιοίη, φάναι λέγουσιν αὐτὸν ἄντικρυς ὡς τῶν δαιμόνων τὸν ἄρχοντα
12.25.7
ἐν τῷ Παλατίῳ ἐπὶ τοῦ θρόνου καθήμενον ἴδοι, ᾧ δὴ ξυγγενέσθαι ἤ τι παρ' αὐτοῦ
12.25.8
αἰτεῖσθαι οὐκ ἂν 12. 27 ἀξιοίη. πῶς δὲ οὐκ ἔμελλεν ὅδε ὁ ἀνὴρ δαίμων τις ἀλιτήριος
12.25.9
εἶναι, ὅς γε ποτοῦ ἢ σιτίων ἢ ὕπνου εἰς κόρον οὐδέποτε ἦλθεν, ἀλλ' ἀμηγέπη τῶν
12.25.10
παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὰ βασίλεια, καίπερ ἐς τὰ
12.25.11
ἀφροδίσια δαιμονίως ἐσπουδακώς. 12. 28 Λέγουσι δὲ καὶ τῶν Θεοδώρας ἐραστῶν
12.25.12
τινες, ἡνίκα ἐπὶ τῆς σκηνῆς ἦν, νύκτωρ τι αὐτοῖς ἐπισκῆψαν δαιμόνιον ἐξελάσαι τοῦ
12.25.13
δωματίου, ἵνα δὴ σὺν αὐτῇ ἐνυκτέρευον. ὀρχηστρὶς δέ τις Μακεδονία ὄνομα
12.25.14
ἐγεγόνει τοῖς ἐνἈντιοχεῦσι Βενέτοις, δύναμιν βλημένη πολλήν.
12.25.15
γράμματα γὰρἸουστινιανῷ γράφουσα ἔτι τοῦἸουστίνου διοικουμένῳ τὴν βασιλείαν,
12.25.16
οὓς ἂν βούλοιτο τῶν ἐν τοῖς ἑῴοις λογίμων ἀνῄρει οὐδενὶ πόνῳ, καὶ αὐτῶν τὰ
12.25.17
χρήματα ἐποίει ἀνάγραπτα 12. 30 ἐς τὸ δημόσιον γίνεσθαι. ταύτην τὴν Μακεδονίαν
12.25.18
φασὶν ἐξ Αἰγύπτου τε καὶ Λιβύης ποτὲ ἥκουσαν τὴν Θεοδώραν ἀσπαζομένην, ἐπειδὴ
12.25.19
λίαν δυσφορουμένην τε αὐτὴν καὶ ἀσχάλλουσαν εἶδεν οἷς δὴ περιύβριστό τε πρὸς
12.25.20
τοῦἙκηβολίου καὶ χρήματά οἱ ἐν τῇ ὁδῷ ταύτῃ ἀπολώλει, πολλὰ παρηγορεῖν τε καὶ
12.25.21
παραθρασύνειν τὴν ἄνθρωπον ἅτε τῆς τύχης οἵας τε οὔσης καὶ αὖθις αὐτῇ χορηγοῦ
12.25.22
γενέσθαι χρημάτων μεγάλων. 12. 31 τότε λέγουσι τὴν Θεοδώραν εἰπεῖν ὡς καὶ ὄναρ
12.25.23
αὐτῇ ἐπισκῆψαν τὴν νύκτα ἐκείνην πλούτου ἕνεκα μηδεμίαν 12. 32 κελεύσαι
12.25.24
ποιεῖσθαι φροντίδα. ἐπειδὰν γὰρ εἰς Βυζάντιον ἵκοιτο, τῷ τῶν δαιμόνων ἄρχοντι ἐς
12.25.25
εὐνὴν ἥξειν, τούτῳ τε ἅτε γαμετὴν γυναῖκα ξυνοικήσεσθαι μηχανῇ πάσῃ, καὶ ἀπ'
12.25.26
αὐτοῦ κυρίαν αὐτὴν πάντων χρημάτων γενήσεσθαι. 13. 1Ἀλλὰ ταῦτα μὲν οὕτω δὴ
12.25.27
δόξης τοῖς πλείστοις εἶχεν. Ἰουστινιανὸς δὲ τοιοῦτος μὲν ἦν τὸ ἄλλο ἦθος οἷος
12.25.28
δεδήλωται, εὐπρόσιτον δὲ παρεῖχεν αὑτὸν καὶ πρᾷον τοῖς ἐντυγχάνουσιν, οὐδενί τε
12.25.29
τῶν πάντων ἀποκεκλεῖσθαι τῆς εἰς αὐτὸν εἰσόδου συνέβαινεν, ἀλλὰ καὶ τοῖς οὐκ ἐν
12.25.30
κόσμῳ παρ' αὐτῷ ἑστῶσιν ἢ μένοις οὐδεπώποτε χαλεπῶς ἔσχεν. οὐ
12.25.31
μέντοι διὰ ταῦτα ἠρυθρία τινὰ τῶν πρὸς αὐτοῦ ἀπολουμένων. οὐ μὴν οὐδὲ ὀργῆς
12.25.32
πώποτε ἢ ἀκροχολίας τι ὑποφαίνων ἐς τοὺς προσκεκρουκότας ἔνδηλος γέγονεν,
12.25.33
ἀλλὰ πρᾷος μὲν τῷ προσώπῳ, καθειμέναις δὲ ταῖς ὀφρύσιν, ὑφειμένῃ δὲ τῇ φωνῇ
12.25.34
ἐκέλευε μυριάδας μὲν διαφθεῖραι μηδὲν ἠδικηκότων ἀνθρώπων, πόλεις δὲ καθελεῖν,
12.25.35
χρήματά τε ἀνάγραπτα ἐς τὸ δημόσιον πάντα ποιεῖσθαι. 13. 3 εἴκασεν ἄν τις ἐκ τοῦδε
12.25.36
τοῦ ἤθους προβατίου γνώμην τὸν ἄνθρωπον ἔχειν. ἢν μέντοι τις αὐτὸν ἱλεούμενος
12.25.37
τοὺς παραπεπτωκότας ἱκεσίοις λιταῖς παραιτεῖσθαι πειρῷτο, ἐνταῦθα ἠγριωμένος τε
12.25.38
καὶ σεσηρὼς μεστοῦσθαι ἐδόκει, ὡς μή τινι τῶν οἱ ἐπιτηδείων δοκούντων εἶναι
12.25.39
ἐξαιτεῖσθαι ἐν ἐλπίδι τὸ λοιπὸν εἴη. 13. 4 Δόξαν δὲ βέβαιον ἀμφὶ τῷ Χριστῷ ἔχειν
12.25.40
ἐδόκει, ἀλλὰ καὶ τοῦτο ἐπὶ φθόρῳ τῶν κατηκόων. τοῖς τε γὰρ ἱερεῦσιν ἀδεέστερον
12.25.41
τοὺς πέλας ξυνεχώρει βιάζεσθαι καὶ ληϊζομένοις τὰ τῶν ὁμόρων συνέχαιρεν,
12.25.42
σεβεῖν ταύτῃ ἀμφὶ τὸ θεῖον οἰόμενος. δίκας τε τοιαύτας δικάζων τὰ ὅσια ποιεῖν
12.25.43
ᾤετο, ἤν τις ἱερῶν λόγῳ τῶν τι οὐ προσηκόντων ἁρπάσας νενικηκώς τε ἀπιὼν
12.25.44
οἴχοιτο. τὸ γὰρ δίκαιον ἐν τῷ περιεῖναι τοὺς ἱερέας 13. 6 τῶν ἐναντίων ᾤετο εἶναι.
12.25.45
καὶ αὐτὸς δὲ κτώμενος ἐξ οὐ προσηκόντων τὰς τῶν περιόντων ἢ τετελευτηκότων
12.25.46
οὐσίας, καὶ ταύτας τῶν τινι νεῶν εὐθὺς ἀνατιθεὶς τῷ τῆς εὐσεβείας ἐφιλοτιμεῖτο
12.25.47
παραπετάσματι, ὡς μὴ ἐς 13. 7 τοὺς βιασθέντας ἡ τούτων αὖθις ἐπανίοι κτῆσις. ἀλλὰ
12.25.48
καὶ φόνων ἀριθμὸν ἄκριτον διὰ ταῦτα εἰργάζετο. ἐς μίαν γὰρ ἀμφὶ τῷ Χριστῷ δόξαν
12.25.49
συναγαγεῖν ἅπαντας ἐν σπουδῇ ἔχων λόγῳ οὐδενὶ τοὺς ἄλλους ἀνθρώπους
12.25.50
διέφθειρε, καὶ ταῦτα ἐν τῷ τῆς εὐσεβείας προσχήματι πράσσων· οὐ γάρ οἱ ἐδόκει
12.25.51
φόνος ἀνθρώπων εἶναι, ἤν γε μὴ τῆς αὐτοῦ δόξης οἱ τελευτῶντες τύχοιεν 13. 8
12.25.52
ὄντες. οὕτως ἦν αὐτῷ κατεσπουδασμένος ὁ τῶν ἀνθρώπων ἐς ἀεὶ φθόρος, ἐπινοῶν
12.25.53
τε ξὺν τῇ γαμετῇ 13. 9 οὔποτε ἀνίει τὰς ἐς τοῦτον φερούσας αἰτίας. ἄμφω γὰρ τώδε
12.25.54
τὼ ἀνθρώπω τὰς μὲν ἐπιθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀδελφὰς εἶχον, οὗ δὲ αὐτοῖς καὶ
12.25.55
διαλλάσσειν τὸν τρόπον ξυνέβη, πονηρὸς μὲν ἑκάτερος ἦν, τὰ μέντοι ἐναντιώτατα
12.25.56
ἐνδεικνύμενοι τοὺς ὑπηκόους ρον. ὁ μὲν γὰρ κονιορτοῦ τὰ ἐς τὴν
12.25.57
γνώμην κουφότερος ἦν, ὑποκείμενος τοῖς ἀεὶ παράγειν ὅποι ποτ' ἐδόκει
12.25.58
βουλομένοις αὐτὸν, ἢν μὴ τὸ πρᾶγμα ἐς φιλανθρωπίαν ἢ ἀκερδίαν ἄγοι, θῶπάς τε
12.25.59
λόγους χέστατα προσιέμενος. ἔπειθον γὰρ αὐτὸν οἱ κολακεύοντες
12.25.60
οὐδενὶ πόνῳ ὅτι μετέωρος ἀρθείη καὶ ἀεροβατοίη. 13. 12 Καί ποτε αὐτῷ παρεδρεύων
12.25.61
Τριβωνιανὸς ἔφη περιδεὴς ἀτεχνῶς εἶναι μή ποτε αὐτὸν ὑπὸ εὐσεβείας ἐς τὸν
12.25.62
οὐρανὸν ἀναληφθεὶς λάθοι ταῦτα. τοιούτους δὲ τοὺς ἐπαίνους ἤτοι σκώμματα ἐν τῷ
12.25.63
τῆς διανοίας εῖτο βεβαίῳ. ἀλλὰ καί του θαυμάσας, ἂν οὕτω τύχοι, τὴν
12.25.64
ἀρετὴν, ὀλίγῳ ὕστερον ἅτε πονηρῷ ἐλοιδορεῖτο. καὶ κακίσας τῶν τινα ὑπηκόων
12.25.65
αὖθις αὐτοῦ ἐπαινέτης 13. 14 ἐγίνετο λόγῳ, ἐξ οὐδεμιᾶς μεταβεβλημένος αἰτίας. τὰ
12.25.66
γὰρ τῆς γνώμης αὐτῷ ἐξ ἐναντίας ᾔει ὧν τε αὐτὸς 13. 15 ἔλεγε καὶ ἐβούλετο ἔνδηλος
12.25.67
εἶναι. ὅπως μέντοι ὁ τρόπος αὐτῷ τὰ ἐς φιλίαν τε καὶ ἔχθος εἶχεν, ὑπεῖπον ἤδη, τοῖς
12.25.68
τῷ ἀνθρώπῳ ἐκ τοῦ ἐπὶ πλεῖστον νοις τεκμηριώσας. ἐχθρὸς μὲν γὰρ
12.25.69
ἀσφαλής τε καὶ ἄτρεπτος ἦν, ἐς δὲ τοὺς φίλους ἄγαν ἀβέβαιος. ὥστε ἀμέλει τῶν μέν
12.25.70
οἱ ἐσπουδασμένων κατειργάσατο πλείστους, φίλος δὲ τῶν πώποτε μισουμένων
12.25.71
οὐδενὶ γονεν. οὓς δὲ μάλιστα γνωρίμους καὶ ἐπιτηδείους ἔδοξεν ἔχειν,
12.25.72
τούτους τῇ ὁμόζυγι ἢ ἄλλῳ ὁτῳοῦν χαριζόμενος ἀπολουμένους οὐκ ἐς μακρὰν
12.25.73
προὔδωκε, καίπερ εὖ εἰδὼς ὅτι δὴ τῆς ἐς αὐτὸν εὐνοίας ἕνεκα ξονται
12.25.74
μόνης. ἄπιστος γὰρ ἐν πᾶσι πλήν γε δὴ τῆς τε ἀπανθρωπίας καὶ φιλοχρηματίας
12.25.75
διαφανῶς ἦν. ταύτης γὰρ αὐτὸν ἀποστῆσαι δυνατὸν οὐδενὶ γέγονεν. 13. 19 ἀλλὰ καὶ
12.25.76
ἐς ἃ πείθειν αὐτὸν ἡ γαμετὴ οὐκ εἶχε, χρημάτων αὐτῷ μεγάλων ἐλπίδας ἐκ τοῦ
12.25.77
ἔργου ἐσομένων ἐμβαλομένη ἐς τὴν πρᾶξιν ἥνπερ ἐβούλετο οὔτι λούσιον
12.25.78
τὸν ἄνδρα ἐφεῖλκε. κέρδους γὰρ οὐκ εὐπρεποῦς ἕνεκα καὶ νόμους τιθέναι καὶ αὖ
12.25.79
πάλιν αὐτοὺς καθελεῖν οὐδαμῆ ἀπηξίου. 13. 21Ἐδίκαζέ τε οὐ κατὰ τοὺς νόμους, οὓς
12.25.80
αὐτὸς ἔγραψεν, ἀλλ' ἔνθα ἂν αὐτὸν μείζων τε ὀφθεῖσα καὶ γαλοπρεπεστέρα
12.25.81
ἡ τῶν χρημάτων ὑπόσχεσις ἄγοι. καὶ κατὰ μικρὸν γὰρ κλέπτοντι ἀφαιρεῖσθαι τὰς
12.25.82
τῶν ὑπηκόων οὐσίας αἰσχύνην αὐτῷ φέρειν τινὰ οὐδαμῆ ᾤετο, ἡνίκα δὴ οὐχ
12.25.83
ἁπαξάπαντα ἀφελέσθαι λόγῳ τινὶ εἶχεν ἢ ἔγκλημα ἐπενεγκὼν ἀπροσδόκητον, ἢ
12.25.84
διαθήκης οὐ 13. 23 γεγενημένης προσχήματι. ἔμεινέ τε αὐτοῦῬωμαίων ἄρχοντος, οὐ
12.25.85
πίστις ἢ δόξα πρὸς θεὸν ἀσφαλὴς, οὐ νόμος 13. 24 ὀχυρὸς, οὐ πρᾶξις βεβαία, οὐ
12.25.86
συμβόλαιον οὐδέν. στελλομένων δὲ πρὸς αὐτοῦ τῶν οἱ ἐπιτηδείων ἐπί τινα πρᾶξιν,
12.25.87
εἰ μὲν δὴ αὐτοῖς ἀπολωλεκέναι ξυνέβη τῶν σφίσι παραπεπτωκότων πολλοὺς καὶ
12.25.88
χρημάτων τι ληΐσασθαι πλῆθος, οὗτοι δὴ εὐθὺς εὐδόκιμοι τῷ αὐτοκράτορι ἐδόκουν
12.25.89
τε εἶναι καὶ ὀνομάζεσθαι ἅτε δὴ ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐπηγγελμένα
12.25.90
ἐπιτελέσαντες· εἰ δὲ φειδοῖ τινι ἐς ἀνθρώπους χρησάμενοι παρ' αὐτὸν ἵκοντο,
12.25.91
δύσνους τε αὐτοῖς τὸ λοιπὸν καὶ πολέμιος ἦν. 13. 25 ἀπογνούς τε, ὥσπερ
12.25.92
ἀρχαιότροπόν τινα τὴν τῶν ἀνδρῶν φύσιν, ἐς τὴν ὑπουργίαν οὐκέτι ἐκάλει. ὥστε
12.25.93
καὶ πολλοὶ ἐν σπουδῇ ἐποιοῦντο ἐνδείκνυσθαι αὐτῷ ὡς πονηροὶ εἶεν, καίπερ σφίσι
12.25.94
τῶν ἐπιτηδευμάτων οὐ 13. 26 ταύτῃ ἐχόντων. ὑποσχόμενος δέ τισι πολλάκις καὶ
12.25.95
ὅρκῳ ἢ γράμμασι τὴν ὑπόσχεσιν ὀχυρωτέραν πεποιημένος, εὐθὺς ἐθελούσιος ἐς
12.25.96
λήθην ἀφῖκτο, δόξης τι 13. 27 φέρειν αὐτῷ τὸ ἔργον τοῦτο οἰόμενος. καὶ ταῦτα
12.25.97
ὁἸουστινιανὸς οὐ μόνον ἐς τοὺς ὑπηκόους ἔπρασσεν, ἀλλὰ καὶ ἐς τῶν πολεμίων
12.25.98
πολλοὺς, ὥσπερ μοι εἴρηται ἔμπροσθεν. 13. 28Ἦν τε ἄυπνός τε ὡς ἐπὶ πλεῖστον εἰπεῖν
12.25.99
καὶ σιτίοις μὲν ἢ ποτῷ κατακορὴς οὐδαμῆ γέγονεν, ἀλλὰ σχεδόν 13. 29 τι ἄκρῳ
12.25.100
δακτύλῳ ἀπογευσάμενος ἀπηλλάσσετο. ὥσπερ γάρ τι αὐτῷ πάρεργον τῆς φύσεως
12.25.101
αὐτὸν ἀγγαρευομένης τὰ τοιαῦτα ἐφαίνετο εἶναι, ἐπεὶ καὶ ἀπόσιτος ἡμέρας τε καὶ
12.25.102
νύκτας δύο τὰ πολλὰ ἔμενεν, ἄλλως τε ἡνίκα ὁ πρὸ τῆς Πασχαλίας καλουμένης
12.25.103
ἑορτῆς χρόνος 13. 30 ἐνταῦθα ἄγοι. τότε γὰρ πολλάκις ἡμέραιν δυοῖν, ὥσπερ εἴρηται,
12.25.104
γεγονὼς ἄσιτος ὕδατί τε βραχεῖ ἀποζῆν ἐπηξίου καὶ βοτάναις ἀγρίαις τισὶν, ὥραν τε,
12.25.105
ἂν οὕτω τύχοι, καταδαρθὼν μίαν, εἶτα περιπάτους ἀεὶ 13. 31 ποιούμενος τὸν ἄλλον
12.25.106
κατέτριβε χρόνον. καίτοι εἰ τοῦτον αὐτὸν καιρὸν ἐς πράξεις δαπανᾶν ἀγαθὰς
12.25.107
ἤθελεν, ἐπὶ μέγα ἄν τι εὐδαιμονίας ἐκεχωρήκει τὰ ματα. νῦν δὲ τῇ φύσεως
12.25.108
ἰσχύϊ ἐπὶ τῷῬωμαίων πονηρῷ χρώμενος ξύμπασαν αὐτῶν τὴν πολιτείαν ἐς τὸ
12.25.109
ἔδαφος καθελεῖν ἴσχυσεν. ἐγρηγορέναι τε γὰρ διηνεκὲς καὶ ταλαιπωρεῖν καὶ
12.25.110
πονεῖσθαι οὐκ ἄλλου τοῦ ἕνεκα ἔργον πεποίηται ἢ ὥστε κομπωδεστέρας ἀεὶ καθ'
12.25.111
στην τοῖς ὑπηκόοις ἐπιτεχνᾶσθαι τὰς συμφοράς. ἦν γὰρ ὅπερ εἴρηται,
12.25.112
διαφερόντως ὀξὺς ἐπινοῆσαί τε καὶ ταχὺς ἀποτελέσαι ἀνόσια ἔργα, ὥστε αὐτῷ καὶ τὰ
12.25.113
τῆς φύσεως ἀγαθὰ ἐπὶ λύμῃ τῶν ὑπηκόων ἀποκεκρίσθαι ξυνέβαινε. 14. 1 Πραγμάτων
12.25.114
γὰρ ἦν ἀωρία πολλὴ καὶ τῶν εἰωθότων οὐδὲν ἔμεινεν, ὧνπέρ μοι ὀλίγων
12.25.115
ἐπιμνησθέντι σιωπῇ δοτέον τὰ λοιπὰ ξύμπαντα, ὡς μὴ ὁ λόγος ραντος εἴη.
12.25.116
πρῶτα μὲν γὰρ οὐδὲν ἐς βασιλικὸν ἀξίωμα ἐπιτηδείως ἔχον οὔτε αὐτὸς εἶχεν οὔτε
12.25.117
ξυμφυλάσσειν ἠξίου, ἀλλὰ τήν τε γλῶτταν καὶ τὸ σχῆμα καὶ τὴν 14. 3 διάνοιαν
12.25.118
ἐβαρβάριζεν. ὅσα τε γράφεσθαι πρὸς αὐτοῦ βούλοιτο, οὐ τῷ τὴν κοιαίστωρος ἔχοντι
12.25.119
τιμὴν, ᾗπερ εἰώθει, ἐπέστελλε διοικεῖσθαι, ἀλλ' αὐτός τε τὰ πλεῖστα, καίπερ οὕτω
12.25.120
τῆς γλώττης ἔχων, ἐκφέρειν ἠξίου καὶ τῶν παρατυχόντων πολὺς ὅμιλος, ὥστε τοὺς
12.25.121
θένδε ἠδικημένους οὐκ ἔχειν ὅτῳ ἐπικαλοῖεν. τοῖς δὲ ἀσηκρῆτις καλουμένοις
12.25.122
οὐκ ἀπεκέκριτο τὸ ἀξίωμα ἐς τὸ τὰ βασιλέως ἀπόρρητα γράφειν, ἐφ' ᾧπερ τὸ
12.25.123
ἀνέκαθεν ἐτετάχατο, ἀλλὰ τά τε ἄλλα ἔγραφεν αὐτὸς ὡς εἰπεῖν ἅπαντα καὶ εἴ που
12.25.124
διατάσσειν τοὺς διαιτῶντας ἐν πόλει δεήσειεν, ὅπη ποτὲ αὐτοῖς τὰ ἐς τὴν 14. 5
12.25.125
γνῶσιν ἰτέον εἴη. οὐ γὰρ εἴα τινὰ ἔν γε τῇῬωμαίων ἀρχῇ γνώμῃ αὐτονόμῳ τὰς
12.25.126
ψήφους διδόναι, ἀλλὰ αὐθαδιζόμενος ἀλογίστῳ τινὶ παρρησίᾳ κρίσεις τε αὐτὸς τὰς
12.25.127
ἐσομένας ἐρρύθμιζεν ἀκοῆς λόγον πρός του τῶν διαφερομένων λαβὼν καὶ ἀνάδικα
12.25.128
εὐθὺς ἀβασανίστως τὰ δεδικασμένα ἐποίει οὐ νόμῳ τινὶ ἢ δικαίῳ ἠγμένος, 14. 6 ἀλλ'
12.25.129
ἀπαρακαλύπτως αἰσχροκερδείᾳ ἡσσώμενος. δωροδοκῶν γὰρ ὁ βασιλεὺς οὐκ
12.25.130
ᾐσχύνετο, πᾶσαν αὐτοῦ τὴν αἰδῶ τῆς ἀπληστίας ἀφελομένης. 14. 7 Πολλάκις δὲ τά τε
12.25.131
τῇ συγκλήτῳ βουλῇ καὶ τῷ αὐτοκράτορι δεδοκιμασμένα ἐς ἑτέραν τινὰ ἐτελεύτησε

Intertext edge

Open linked passage

Note