Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 14 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.8.1
κρίσιν. ἡ μὲν γὰρ βουλὴ ὥσπερ ἐν εἰκόνι ἐκάθητο, οὔτε τῆς ψήφου οὔτε τοῦ
14.8.2
καλοῦ κυρία οὖσα, σχήματος δὲ μόνου καὶ νόμου ξυνειλεγμένη παλαιοῦ εἵνεκα, ἐπεὶ
14.8.3
οὐδὲ φωνὴν ἀφεῖναί τινα ὁτῳοῦν τῶν ἐνταῦθα ξυνειλεγμένων τὸ παράπαν ἐξῆν,
14.8.4
ἀλλ' ὅ τε βασιλεὺς καὶ ἡ σύνοικος ἐκ τοῦ ἐπὶ πλεῖστον διαλαγχάνειν μὲν ἀλλήλοιν
14.8.5
τῶν διαφερομένων ἐσκήπτοντο, ἐνίκα δὲ τὰ 14. 9 ἐν σφίσιν αὐτοῖς ὑπὲρ τούτων
14.8.6
ξυγκείμενα. ἢν δέ τῳ δόξειεν οὐκ ἐν ἀσφαλεῖ εἶναι παρανενομηκότι νενικηκέναι,
14.8.7
ὅδε καὶ ἄλλο τι χρυσίον τῷ βασιλεῖ τούτῳ προέμενος νόμον εὐθὺς διεπράττετο ἀπ'
14.8.8
ἐναντίας ἁπάντων 14. 10 ἐλθόντα τῶν πρόσθεν κειμένων. ἢν δὲ καί τις ἕτερος
14.8.9
τοῦτον δὴ τὸν νόμον τὸν ἀπολωλότα ἐπιζητοίη, αὖθις αὐτὸν μετακαλεῖν τε καὶ
14.8.10
ἀντικαθιστάναι αὐτοκράτωρ οὐδαμῆ ἀπηξίου, οὐδέν τε ἐν τῷ τῆς δυνάμεως βεβαίῳ
14.8.11
εἱστήκει, ἀλλ' ἐπλανᾶτο περιφερομένη πανταχόσε ἡ τῆς δίκης ῥοπὴ ὅπη ἂν αὐτὴν
14.8.12
βαρήσας ὁ πλείων χρυσὸς ἀνθέλκειν ἰσχύοι ἔκειτό τε ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς καὶ
14.8.13
ταῦτα ἐκ Παλατίου καὶ προὐτίθετο οὐ δικαστικῆς μόνον, ἀλλὰ καὶ νομοθετικῆς
14.8.14
πωλητήρια. 14. 11 Τοῖς δὲ ῥεφερενδαρίοις καλουμένοις οὐκέτι ἀπέχρη ἀνενεγκεῖν εἰς
14.8.15
τὸν βασιλέα τὰς τῶν ἱκετευόντων δεήσεις, ἐς δὲ τὰς ἀρχὰς ἀναγγεῖλαι μόνον, ᾗπερ
14.8.16
εἰώθει, ὅ τι ἂν αὐτῷ ἀμφὶ τῷ ἱκέτῃ δοκῇ, ἀλλὰ ξυμφορήσαντες ἐκ πάντων
14.8.17
ἀνθρώπων τὸν ἄδικον λόγον, φενακισμοῖς μὲν τὸνἸουστινιανὸν καὶ παραγωγαῖς
14.8.18
τισιν ἐξηπάτων, τοῖς ταῦτα ἐπιτηδεύουσιν ὑποκείμενον φύσει. 14. 12 ἔξω δὲ αὐτίκα
14.8.19
γενόμενοι καὶ τῶν σφίσιν ὡμιληκότων τοὺς ἀντιδίκους καθείρξαντες χρήματα
14.8.20
οὐδενὸς ἀμυνομένου ἀνεξελέγκτως ἐπράσσοντο ὅσα ἂν αὐτοῖς διαρκῆ 14. 13 εἴη. καὶ
14.8.21
στρατιῶται οἱ τὴν ἐν Παλατίῳ φρουρὰν ἔχοντες ἐν τῇ βασιλείῳ στοᾷ παρὰ τοὺς
14.8.22
διαιτῶντας 14. 14 γενόμενοι βιαίᾳ χειρὶ τὰς δίκας ἐσῆγον. πάντες τε ὡς εἰπεῖν τὴν
14.8.23
αὑτῶν ἐκλιπόντες τάξιν ὁδοὺς τότε κατ' ἐξουσίαν ἐβάδιζον ἀπόρους τε καὶ
14.8.24
ἀστιβήτους σφίσι τὰ πρότερα οὔσας, καὶ τὰ πράγματα πλημμελῶς πάντα ἐφέρετο,
14.8.25
οὐδὲ ὀνόματός τινος ἰδίου μεταλαχόντα, ἐῴκει 14. 15 τε ἡ πολιτεία βασιλίδι
14.8.26
παιζόντων παιδίων. ἀλλὰ τὰ μὲν ἄλλα μοι παριτέον, ὥσπερ τοῦδε ἀρχόμενος τοῦ
14.8.27
λόγου ὑπεῖπον. λελέξεται δὲ ὅστις ἀνὴρ πρῶτος δικάζοντα δωροδοκεῖν τὸν βασιλέα
14.8.28
τοῦτον ἀνέπεισε. 14. 16 Λέων ἦν τις, Κίλιξ μὲν γένος, ἐς δὲ φιλοχρηματίαν δαιμονίως
14.8.29
ἐσπουδακώς. οὗτος ὁ Λέων κράτιστος ἐγένετο κολάκων ἁπάντων, καὶ οἷος ταῖς τῶν
14.8.30
ἀμαθῶν 14. 17 διανοίαις τὸ δόξαν ὑποβαλέσθαι. πειθὼ γάρ οἵ τινα ξυναιρομένην ἐς
14.8.31
τοῦ τυράννου τὴν ἀβελτερίαν ἐπὶ φθόρῳ τῶν ἀνθρώπων εἶχεν. οὗτος ἀνὴρ
14.8.32
πρῶτοςἸουστινιανὸν ἀναπείθει ἀπεμπολεῖν χρημάτων τὰς κας. ἐπειδή τε
14.8.33
κλέπτειν ὅδε ὁ ἀνὴρ τρόπῳ τῷ εἰρημένῳ ἔγνω, οὐκέτι ἀνίει, ἀλλ' ὁδῷ προϊὸν τὸ
14.8.34
κακὸν τοῦτο ἐπὶ μέγα ἐχώρει, ὅστις τε δίκην λαχεῖν ἄδικον τῶν τινι ἐπιεικῶν ἐν
14.8.35
σπουδῇ εἶχεν, εὐθὺς παρὰ τὸν Λέοντα ᾔει, καὶ μοῖραν τῶν ἀντιλεγομένων τινὰ
14.8.36
ὁμολογήσας τῷ τε τυράννῳ καὶ αὐτῷ κείσεσθαι, αὐτίκα νενικηκὼς, οὐ δέον,
14.8.37
ἀπηλλάσσετο ἐκ τοῦ Παλατίου. 14. 19 καὶ Λέων μὲν χρήματα ἐνθένδε περιβαλέσθαι
14.8.38
μεγάλα κομιδῆ ἴσχυσε, χώρας τε πολλῆς κύριος γέγονε, Ῥωμαίοις δὲ τὴν πολιτείαν
14.8.39
αἰτιώτατος γέγονεν ἐς γόνυ 14. 20 ἐλθεῖν. ἦν τε οὐδὲν τοῖς ξυμβεβηκόσιν ὀχύρωμα,
14.8.40
οὐ νόμος, οὐχ ὅρκος, οὐ γράμματα, οὐ ποινὴ ξυγκειμένη, οὐκ ἄλλο τῶν πάντων
14.8.41
οὐδὲν, ὅτι μὴ Λέοντι καὶ λεῖ χρήματα προέσθαι. οὐ μὴν οὐδὲ τοῦτο ἐν τῷ
14.8.42
βεβαίῳ τῆς γνώμης τῆς τοῦ Λέοντος ἔμενεν, ἀλλὰ αρνεῖν καὶ πρὸς τῶν
14.8.43
ἐναντίων ἠξίου. κλέπτων γὰρ 14. 22 ἀεὶ ἐφ' ἑκάτερα τῶν ἐπ' αὐτῷ
14.8.44
προστεθαρρηκότων ὀλιγωρεῖν τε καὶ ἀπ' ἐναντίας ἰέναι οὐδαμῆ αἰσχύνην 14. 23
14.8.45
ὑπώπτευεν εἶναι. οὐδὲν γὰρ αἰσχρὸν, εἰ μόνον τὸ κερδαίνειν προσῇ, ἐδόξαζέν οἱ
14.8.46
αὐτῷ ἐπαμφοτερίζοντι ἔσεσθαι. 15. 1Ὁ μὲν οὖνἸουστινιανὸς τοιοῦτός τις ἦν.
14.8.47
Θεοδώρα δὲ ἐν τῷ βεβαίῳ τῆς ἀπανθρωπίας ἐνδελεχέστατα 15. 2 ἐπεπήγει τὴν
14.8.48
γνώμην. ἄλλῳ μὲν γὰρ ἀναπεισθεῖσα ἢ ἀναγκασθεῖσα εἰργάζετο οὐδὲν πώποτε, αὐτὴ
14.8.49
δὲ τὰ δόξαντα ἐπετέλει αὐθαδιαζομένη δυνάμει τῇ πάσῃ, νὸς ἐξαιτεῖσθαι
14.8.50
τὸν παραπεπτωκότα τολμῶντος. οὐδὲ γὰρ χρόνου μῆκος, οὐ κολάσεως πλησμονὴ,
14.8.51
οὐχ ἱκετείας τις μηχανὴ, οὐ θανάτου ἀπειλὴ, ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ
14.8.52
γένει ἐπίδοξος οὖσα, καταθέσθαι 15. 4 αὐτήν τι τῆς ὀργῆς ἔπειθε. καὶ συλλήβδην
14.8.53
Θεοδώραν τῷ προσκεκρουκότι καταλλαγεῖσαν οὐδείς ποτε εἶδεν οὐδὲ ἐξ ἀνθρώπων
14.8.54
ἀφανισθέντι, ἀλλὰ τοῦ τετελευτηκότος ὁ παῖς διαδεξάμενος τὸ τῆς βασιλίδος ἔχθος
14.8.55
ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγένειαν παρέπεμπεν. 15. 5 ὁ γὰρ θυμὸς αὐτῇ
14.8.56
κινεῖσθαι μὲν εἰς ἀνθρώπων φθορὰν ἑτοιμότατος ἦν, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος.

Intertext edge

Open linked passage

Note