Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 15 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.6.1
Τὸ μέντοι σῶμα ἐθεράπευε μειζόνως μὲν ἢ κατὰ τὴν χρείαν, ἐλασσόνως δὲ ἢ
15.6.2
κατὰ τὴν αὐτῆς ἐπιθυμίαν. 15. 7 ταχύτατα μὲν γὰρ ἐς τὸ βαλανεῖον εἰσῄει, ὀψιαίτατα
15.6.3
δὲ ἀπαλλαγεῖσα καὶ καταλουσαμένη, ἐς τὸ ἀκρατίζεσθαι 15. 8 ἐνθένδε ἐχώρει.
15.6.4
ἀκρατισαμένη δὲ ἡσυχίαν ἦγεν. ἀριστῶσα μέντοι καὶ δεῖπνον αἱρουμένη ἐς πᾶσαν
15.6.5
ἰδέαν ἐδωδίμων τε καὶ ποτῶν ἤρχετο, ὕπνοι τε αὐτῆς ἀεὶ μακρότατοι
15.6.6
ἀντελαμβάνοντο, ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχρις ἡλίου
15.6.7
ἀνίσχοντος. 15. 9 εἰς πᾶσάν τε οὕτως ἀκρασίας ἐκπεπτωκυῖα τρίβον ἐς τόσον ἡμέρας
15.6.8
καιρὸν ἅπασαν διοικεῖσθαι ἠξίου τὴν 15. 10Ῥωμαίων ἀρχήν. καὶ ἤν τῳ ἐπιστείλειε
15.6.9
πρᾶξίν τινα ὁ βασιλεὺς οὐκ αὐτῆς γνώμῃ, ἐς τοῦτο τύχης περιειστήκει τούτῳ δὴ τῷ
15.6.10
ἀνθρώπῳ τὰ πράγματα, ὥστε οὐ πολλῷ ὕστερον τῆς τε τιμῆς παραλυθῆναι ξὺν ὕβρει
15.6.11
μεγάλῃ καὶ ἀπολωλέναι θανάτῳ αἰσχίστῳ. 15. 11 Τῷ μὲν οὖνἸουστινιανῷ ἅπαντα
15.6.12
πράσσειν ῥᾴδιον ἦν, οὐχ ὅσον τῷ τῆς διανοίας εὐκόλῳ, ἀλλ' ὅτι καὶ ἄυπνος ἦν ἐπὶ
15.6.13
πλεῖστον, ὥσπερ εἴρηται, καὶ δος πάντων μάλιστα. πολλὴ γὰρ
15.6.14
ἀνθρώποις ἐξουσία ἐγίνετο, καίτοι ἀδόξοις τε καὶ ἀφανέσι παντάπασιν οὖσιν, οὐχ
15.6.15
ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ 15. 13 κοινολογεῖσθαι καὶ ἐξ ἀπορρήτων
15.6.16
συγγίνεσθαι. παρὰ δὲ τὴν βασιλίδα οὐδὲ τῶν ἀρχόντων τινὶ ὅτι μὴ χρόνῳ τε καὶ
15.6.17
πόνῳ πολλῷ εἰσιτητὰ ἦν, ἀλλὰ προσήδρευον μὲν ἐς ἀεὶ ἅπαντες ἀνδραποδώδη τινὰ
15.6.18
προσεδρείαν ἐν δωματίῳ στενῷ τε καὶ πνιγηρῷ τὸν ἅπαντα χρόνον. κίνδυνος γὰρ
15.6.19
ἀπολελεῖφθαι τῶν ἀρχόντων τινὶ οιστος ἦν. ἵσταντο δὲ διηνεκὲς ἐπ'
15.6.20
ἄκρων δακτύλων, αὐτὸς καθυπέρτερον ἕκαστος τῶν πέλας διατεινόμενος τὸ
15.6.21
πρόσωπον ἔχειν, ὅπως αὐτὸν ἔνδοθεν ἐξιόντες χοι ὁρῷεν. ἐκαλοῦντο δὲ
15.6.22
αὐτῶν τινες μόλις τε καὶ ἡμέραις πολλαῖς ὕστερον, ἐσιόντες δὲ παρ' αὐτὴν ξὺν δέει
15.6.23
πολλῷ ὅτι τάχιστα ἀπηλλάσσοντο, προσκυνήσαντες μόνον καὶ ταρσοῦ ἑκατέρου
15.6.24
ποδὸς ἄκρῳ χείλει μενοι. φθέγγεσθαι γὰρ ἢ αἰτεῖσθαί τι μὴ ἐκείνης
15.6.25
ἐγκελευομένης οὐδεμία παρρησία ἐγίνετο. ἐς δουλοπρέπειαν γὰρ ἡ πολιτεία ἦλθε,
15.6.26
δουλοδιδάσκαλον αὐτὴν 15. 17 ἔχουσα. οὕτω τεῬωμαίοις τὰ πράγματα διεφθείρετο
15.6.27
τοῦ μὲν τυράννου τῷ ἄγαν εὐήθει δοκοῦντι εἶναι, 15. 18 Θεοδώρας δὲ τῷ χαλεπῷ καὶ
15.6.28
λίαν δυσκόλῳ. ἐν μὲν γὰρ τῷ εὐήθει τὸ ἀβέβαιον ἦν, ἐν δὲ τῷ δυσκόλῳ τὸ ἄπρακτον.
15.6.29
15. 19Ἐν τοῖς μὲν οὖν τῆς τε γνώμης αὐτοῖς καὶ τῆς διαίτης τὸ διαλλάσσον ἐφαίνετο,
15.6.30
κοινὰ δὲ ἦν αὐτοῖς ἥ τε φιλοχρηματία καὶ ἡ τῶν φόνων ἐπιθυμία καὶ τὸ 15. 20 μηδενὶ
15.6.31
ἀληθίζεσθαι. ἄμφω γὰρ ἐπιτηδείως ἐς τὰ μάλιστα ψεύδεσθαι εἶχον, καὶ ἢν μέν τις
15.6.32
τῶν Θεοδώρᾳ προσκεκρουκότων ἁμαρτάνειν λέγοιτό τι βραχύ τε καὶ λόγου οὐδαμῆ
15.6.33
ἄξιον, αἰτίας εὐθὺς ἀναπλάσσουσα τῷ ἀνθρώπῳ οὐδὲν προσηκούσας, ἐς μέγα τι
15.6.34
κακοῦ τὸ 15. 21 πρᾶγμα ᾖρεν. ἐγκλημάτων τε ἠκούετο πλῆθος καὶ καταλύσεως πέρι
15.6.35
τῶν καθεστώτων ληΐζεσθαι δικαστήριον ἦν, καὶ δικασταὶ ξυνελέγοντο πρὸς αὐτῆς
15.6.36
ἀγειρόμενοι, οἳ δὴ ἔμελλον διαμαχέσασθαι πρὸς ἀλλήλους, ὅστις ἂν αὐτῶν μᾶλλον
15.6.37
τῶν ἄλλων ἀρέσκειν τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ τῇ βασιλίδι τὸ βούλημα 15. 22
15.6.38
ἱκανὸς γένοιτο. οὕτω τε τοῦ παραπεπτωκότος τὴν μὲν οὐσίαν αὐτίκα ἐς τὸ δημόσιον
15.6.39
ἀνάγραπτον ἐποίει, πικρότατα δὲ αὐτὸν αἰκισαμένη, καίπερ ἴσως εὐπατρίδην τὸ
15.6.40
ἀνέκαθεν ὄντα, ἢ φυγῇ ζημιοῦν ἢ θανάτῳ οὐδαμῆ 15. 23 ἀπηξίου. ἢν δέ γε τῶν αὐτῇ
15.6.41
ἐσπουδασμένων τινὶ ἐπὶ φόνοις ἀδίκοις ἢ ἑτέρῳ τῳ τῶν μεγίστων ἀδικημάτων
15.6.42
ἁλῶναι ξυμβαίνῃ, διασύρουσα καὶ χλευάζουσα τὴν τῶν κατηγόρων ὁρμὴν σιωπᾶν
15.6.43
τὰ προσπεσόντα οὔτι ἐθελουσίους ἠνάγκαζεν. 15. 24Ἀλλὰ καὶ τῶν πραγμάτων τὰ
15.6.44
σπουδαιότατα εἰς γελωτοποιίαν μεταβάλλειν, ὅταν αὐτῇ δοκῇ, ὥσπερ ἐν 15. 25
15.6.45
σκηνῇ καὶ θεάτρῳ ἔργον πεποίηται. καί ποτε ἦν τις τῶν πατρικίων γέρων τε καὶ
15.6.46
χρόνον πολὺν ἐν ἀρχῇ γεγονὼς, οὗπερ ἐγὼ τὸ ὄνομα ἐξεπιστάμενος ὡς ἥκιστα
15.6.47
ἐπιμνήσομαι, ὡς μὴ ἀπέραντον τὴν ἐς αὐτὸν ὕβριν ποιήσωμαι, τῶν αὐτῇ
15.6.48
ὑπηρετούντων τινὰ ὀφείλοντά οἱ χρήματα μεγάλα εἰσπράξασθαι οὐχ οἷός τε ὢν
15.6.49
ἐσῆλθε παρ' αὐτὴν, τόν τε συμβαλόντα αἰτιασόμενος καὶ θησόμενος αὐτῷ
15.6.50
βοηθῆσαι τὰ δίκαια. ὅπερ ἡ Θεοδώρα προμαθοῦσα τοῖς εὐνούχοις ἐπέστελλεν,
15.6.51
ἐπειδὰν ὁ πατρίκιος πρὸς αὐτὴν ἵκοιτο, κυκλώσασθαι μὲν αὐτὸν ἅπαντας, ἐπακούειν
15.6.52
δὲ αὐτῇ φθεγγομένῃ, ποῦσα ὅ τι αὐτοὺς ἀντιφθέγγεσθαι δεῖ. ἐπεὶ δὲ ὁ
15.6.53
πατρίκιος ἐς τὴν γυναικωνῖτιν ἦλθε, προσεκύνησε μὲν ὥσπερ αὐτὴν προσκυνεῖν
15.6.54
εἴθιστο, δεδακρυμένῳ δὲ ἐοικὼς «ὦ δέσποινα», ἔφη, «χαλεπὸν πατρικίῳ ἀνδρὶ
15.6.55
«μάτων δεῖσθαι. ἃ γὰρ τοῖς ἄλλοις συγγνώμην τε καὶ «ἔλεον φέρει, ταῦτα
15.6.56
ἐς ὕβριν τῷδε ξυμβαίνει τῷ «ματι ἀποκεκρίσθαι. ἄλλῳ μὲν γὰρ ὁτῳοῦν
15.6.57
ἀπορου» μένῳ τὰ ἔσχατα πάρεστιν αὐτὸ τοῦτο εἰπόντι τοῖς «χρήσταις ὄχλου τοῦ
15.6.58
ἐνθένδε εὐθὺς ἀπηλλάχθαι, πα» τρίκιος δὲ ἀνὴρ οὐκ ἔχων ὅθεν ἂν ἐκτῖσαι τοῖς
15.6.59
χρή» σταις τὰ ὀφλήματα ἱκανὸς εἴη μάλιστα μὲν τοῦτο ἂν «εἰπεῖν αἰσχυνθείη, εἰπὼν
15.6.60
δὲ οὐκ ἄν ποτε πείσαι ὡς «οὐχ οἷόν τε ὂν τῷδε πενίαν τῷ τάγματι ξυνοικίζεσθαι.
15.30.1
«ἢν δέ γε καὶ πείσῃ, τὰ πάντων αὐτῷ αἴσχιστά τε καὶ 15. 31 «ἀνιαρότατα
15.30.2
πεπονθέναι ξυμβήσεται. οὐκοῦν, ὦ δέ» σποινα, εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες
15.30.3
τὰ «τερα αὐτῶν, οἱ δὲ παρ' ἐμοῦ δεδανεισμένοι. καὶ τοὺς «μὲν δανείσαντας
15.30.4
ἐνδελεχέστατα ἐγκειμένους οὐχ οἷός «τέ εἰμι αἰδοῖ τοῦ ἀξιώματος ἀποκρούσασθαι,
15.30.5
οἱ δέ γε «ὀφείλοντες, οὐ γὰρ πατρίκιοι τυγχάνουσιν ὄντες, εἰς 15. 33 «σκήψεις τινὰς
15.30.6
ἀπανθρώπους χωροῦσιν. ἀντιβολῶ τοί» νυν καὶ ἱκετεύω καὶ δέομαι βοηθῆσαί τέ μοι
15.30.7
τὰ «καια καὶ τῶν παρόντων ἀπαλλάξαι κακῶν.» ὁ μὲν ταῦτα εἶπεν. ἡ δὲ γυνὴ
15.30.8
ἀπεκρίνατο ἐμμελῶς, «πατρίκιε ὁ δεῖνα», καὶ ὁ τῶν εὐνούχων χορὸς ὑπολαβὼν
15.30.9
φθέγξατο, «μεγάλην κήλην ἔχεις». αὖθις δὲ τοῦ ἀνθρώπου ἱκετεύσαντός
15.30.10
τε καὶ ῥῆσίν τινα ἐμφερῆ τοῖς ἔμπροσθεν εἰρημένοις εἰπόντος κατὰ ταὐτὰ πάλιν ἥ τε
15.30.11
γυνὴ ἀπεκρίνατο καὶ ὁ χορὸς ἀντεφθέγξατο, ἕως ἂν ἀπειπὼν ὁ ταλαίπωρος
15.30.12
προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ 15. 36 ἀπιὼν οἴκαδε ᾤχετο. ἐν προαστείοις δὲ τοῖς
15.30.13
ἐπιθαλαττίοις τὸ πλεῖστον τοῦ ἔτους καὶ οὐχ ἥκιστα ἐν τῷ ἐπικαλουμένῳἩρίῳ
15.30.14
διατριβὴν εἶχε, καὶ ἀπ' αὐτοῦ τῶν ἑπομένων ὁ πολὺς ὅμιλος κακοπαθείᾳ πολλῇ
15.30.15
εἴχετο. 15. 37 τῶν τε ἀναγκαίων γὰρ ἐσπάνιζον καὶ θαλαττίοις ὡμίλουν κινδύνοις,
15.30.16
ἄλλως τε καὶ χειμῶνος, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἢ τοῦ κήτους ἐνταῦθά ποι
15.30.17
ἐπισκήψαντος. 15. 38 ἀλλ' αὐτοὶ τὰ πάντων ἀνθρώπων κακὰ οὐδὲν πρᾶγμα ᾤοντο
15.30.18
εἶναι, ὅσον ἤν γε μόνον αὐτοῖς τρυφᾶν ἐξείη. 15. 39 ὁποῖος δὲ ὁ Θεοδώρας πρὸς τοὺς
15.30.19
προσκεκρουκότας ἐφαίνετο τρόπος, αὐτίκα δηλώσω, ὀλίγων δηλονότι ἐπιμνησθεὶς,
15.30.20
ὡς μὴ ἀτελεύτητα πονεῖν δόξαιμι. 16. 1ἩνίκαἈμαλασοῦνθα τῆς ἐν Γότθοις
15.30.21
ἀπαλλαξείουσα διατριβῆς μεταμπίσχεσθαί τε τὸν βίον ἔγνω, καὶ τὴν ἐπὶ τὸ
15.30.22
Βυζάντιον διενοεῖτο πορεύεσθαι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη,
15.30.23
λογισαμένη ἡ Θεοδώρα ὡς εὐπατρίδης τε ἡ γυνὴ καὶ βασιλὶς εἴη, καὶ ἰδεῖν μὲν
15.30.24
εὐπρεπὴς ἄγαν, ἐπινοεῖν δὲ ὅ τι ἂν βούλοιτο γοργὸς μάλιστα, ὕποπτον δὲ αὐτῆς
15.30.25
ποιησαμένη τό τε μεγαλοπρεπὲς καὶ διαφερόντως ἀρρενωπὸν, ἅμα δὲ καὶ τὸ τοῦ
15.30.26
ἀνδρὸς ἐλαφρὸν δείσασα, οὐκ ἐπὶ μικροῖς τὴν ζηλοτυπίαν ἐξήνεγκεν, ἀλλ'
15.30.27
ἐνεδρεύειν τὴν 16. 2 γυναῖκα μέχρις ἐς θάνατον ἐν βουλῇ ἔσχεν. αὐτίκα τοίνυν
15.30.28
ἀναπείθει τὸν ἄνδρα, Πέτρον μόνον αὐτὸν ἅτε 16. 3 πρεσβεύσοντα ἐςἸταλίαν πέμψαι.
15.30.29
ᾧ δὴ στελλομένῳ βασιλεὺς μὲν ἐπέστελλεν ἅπερ μοι ἐν τοῖς ἐγκαίροις δεδιήγηται
15.30.30
λόγοις, ἵνα δή μοι τῶν πεπραγμένων ἐκπύστους ποιεῖσθαι τὰς ἀληθείας δέει τῆς
15.30.31
βασιλίδος 16. 4 ἀδύνατα ἦν. αὐτὴ δὲ τοῦτο ἐπήγγελλε μόνον, ὅτι τάχιστα τὴν
15.30.32
γυναῖκα ἐξ ἀνθρώπων ἀφανιεῖν, ἐπ' ἐλπίδος ὀχεῖσθαι μεγάλων ἀγαθῶν, ἢν τὰ
15.30.33
ἐπηγγελμένα ποιοίη, 16. 5 καταστησαμένη τὸν ἄνθρωπον. καὶ ὃς ἐνἸταλίᾳ γενόμενος
15.30.34
(οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὀκνηρῶς ἐς ἄδικον φόνον ἰέναι, ἀρχῆς τινος ἴσως ἢ
15.30.35
χρημάτων ἐν ἐλπίδι κειμένων μεγάλων) οὐκ οἶδα ἥντινα Θευδάτῳ παραίνεσιν
15.30.36
ποιησάμενος διαχρήσασθαι τὴνἈμαλασοῦνθαν ἀνέπεισε. καὶ ἀπ' αὐτοῦ ἔς τε τὸ τοῦ
15.30.37
μαγίστρου ἀξίωμα ἦλθε καὶ ἐπὶ πλεῖστον δυνάμεώς τε καὶ μάλιστα πάντων ἔχθους.

Intertext edge

Open linked passage

Note