Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
16.6.1
Τὰ μὲν οὖν κατὰ τὴνἈμαλασοῦνθαν ἐς τοῦτο 16. 7 ἐτελεύτα. ἦν δέ
16.6.2
τιςἸουστινιανῷ ἐπιστολογράφος, Πρίσκος ὀνόματι, ἄγαν πονηρὸς μὲν καὶ
16.6.3
Παφλαγὼν καὶ πρέπων τῷ προστάτῃ τὸν τρόπον ἀρέσκειν, λίαν δὲ πρὸς αὐτὸν
16.6.4
εὐνοϊκῶς ἔχων καὶ πρὸς αὐτοῦ τυγχάνειν τῶν ὁμοίων οἰόμενος· διὸ δὴ καὶ
16.6.5
χρημάτων μεγάλων ὧν κύριος ὑπῆρχεν οὐκ ἐν δίκῃ τάχιστα 16. 8 γέγονε. τοῦτον δὴ
16.6.6
ἅτε ὀφρυάζοντά τε καί οἱ ἀντιτείνειν πειρώμενον ἡ Θεοδώρα ἐς τὸν ἄνδρα διέβαλε.
16.9.1
καὶ τὰ μὲν πρῶτα οὐδὲν ἤνυσεν, οὐ πολλῷ δὲ ὕστερον αὐτὴ μὲν τὸν ἄνθρωπον
16.9.2
χειμῶνος μέσου εἰς ναῦν ἐμβιβάσασα ὅπῃ ἐβούλετο ἔπεμψε καὶ ἀποθρίξασα ἱερέα
16.10.1
οὔτι ἑκούσιον ἠνάγκασεν εἶναι. αὐτὸς δὲ δόκησιν παρεχόμενος ὅτι δὴ τῶν
16.10.2
ποιουμένων οὐδὲν εἰδείη Πρίσκον μὲν οὐ διηρευνᾶτο ὅπῃ γῆς εἴη οὐδὲ ἐν μνήμῃ τὸ
16.10.3
λοιπὸν εἶχεν, ἀλλὰ σιωπῇ ὥσπερ ληθάργῳ ἁλοὺς καθῆστο, τὰ μέντοι χρήματα
16.10.4
ὀλίγων οἱ ἀπολελειμμένων 16. 11 ἐληΐσατο πάντα. ὑποψίας δὲ συμπεσούσης αὐτῇ
16.10.5
ἐρωτολήπτῳ εἶναι εἰς τῶν οἰκετῶν ἕνα, Ἀρεόβινδον ὄνομα, βάρβαρον μὲν γένος,
16.10.6
εὐπρεπῆ δὲ καὶ νεανίαν, ὅνπερ ταμίαν αὐτὴ καταστησαμένη ἐτύγχανεν,
16.10.7
ἀπολύσασθαι βουλομένη τὸ ἔγκλημα, καίπερ, ὥς φασι, τοῦ ἀνθρώπου δαιμονίως
16.10.8
ἐρῶσα, ἐν μὲν τῷ παρόντι πικρότατα αὐτὸν ἀπ' οὐδεμιᾶς αἰτίας αἰκίζεσθαι ἔγνω, τὸ
16.10.9
δὲ λοιπὸν οὐδέν τι ἀμφ' αὐτῷ ἔγνωμεν, οὐδέ τις τὸν ἄχρι νῦν εἶδεν. ἢν γάρ
16.10.10
τι τῶν πρασσομένων ἀποκρύπτεσθαι αὐτῇ βουλομένῃ εἴη, τοῦτο δὴ ἄρρητόν τε καὶ
16.10.11
ἀμνημόνευτον ἅπασιν ἔμεινε, καὶ οὔτε τῷ ἐπισταμένῳ ἀγγεῖλαι τῶν τινι ἀναγκαίων
16.10.12
ἔτι ἐξῆν οὔτε τῷ μανθάνειν βουλομένῳ πυνθάνεσθαι, κἂν πάνυ τις 16. 13 περίεργος
16.10.13
ἦν. τοιοῦτο γὰρ δέος ἐξ οὗ γεγόνασιν ἄνθρωποι ἐκ τυράννων οὐδενὸς γέγονεν, ἐπεὶ
16.10.14
οὐδὲ θεῖν τινα τῶν προσκεκρουκότων οἷόν τε ἦν. πλῆθος γὰρ κατασκόπων
16.10.15
αὐτῇ τὰ λεγόμενα καὶ πρασσόμενα ἔν 16. 15 τε τῇ ἀγορᾷ καὶ ταῖς οἰκίαις ἐσήγγελλον.
16.10.16
ἡνίκα τοίνυν τοῦ παραπεπτωκότος τὴν κόλασιν ἐκφέρεσθαι οὐδαμῆ 16. 16 ἤθελεν,
16.10.17
ἐποίει τάδε. τὸν ἄνθρωπον μετακαλεσαμένη, ἤν τις τῶν λογίμων ἐτύγχανεν ὢν,
16.10.18
μόνη τε αὐτὴ τῶν ὑπουργούντων τινὶ παραδοῦσα μόνῳ ἐπήγγελλεν εἰς τὰς ἐσχατιὰς
16.10.19
αὐτὸν μετακομίσαι τῆςῬωμαίων ἀρχῆς. 16. 17 καὶ ὃς ἀωρὶ τῶν νυκτῶν
16.10.20
κατακεκαλυμμένον αὐτὸν καὶ δεθέντα εἰς τὴν ναῦν ἐμβιβάσας καὶ σὺν αὐτῷ
16.10.21
γεγονὼς, οὗ οἱ πρὸς τῆς γυναικὸς ἐπετέτακτο, ἐνταῦθα παρεδίδου λαθραιότερον τῷ
16.10.22
ἐς ταύτην τὴν ὑπουργίαν ἱκανῶς ἔχοντι, φυλάσσειν τε ὡς ἀσφαλέστατα ἐπιστείλας
16.10.23
τὸν ἄνθρωπον καὶ ἀπειπὼν μηδενὶ φράζειν, ἕως ἂν ἢ τὸν ταλαίπωρον ἡ βασιλὶς
16.10.24
οἰκτίζηται ἢ χρόνον πολὺν τῇ ἐνταῦθα κακοπαθείᾳ δυσθανατήσας τε καὶ
16.10.25
καταμαρανθεὶς τελευτήσειεν, ἀπηλλάσσετο. 16. 18 Καὶ Βασιανὸν δέ τινα Πράσινον,
16.10.26
οὐκ ἀφανῆ νέον ὄντα, αὐτῇ διαλοιδορησάμενον δι' ὀργῆς ἔσχε. διὸ δὴ ὁ Βασιανὸς
16.10.27
(οὐ γὰρ ἀνήκοος ταύτης δὴ τῆς ὀργῆς 16. 19 ἐγεγόνει) ἐς τοῦ ἀρχαγγέλου τὸν νεὼν
16.10.28
φεύγει. ἡ δέ οἱ ἐπέστησεν αὐτίκα τὴν τῷ δήμῳ ἐφεστῶσαν ἀρχὴν, οὐδὲν μὲν τῆς
16.10.29
λοιδορίας ἐπικαλεῖν ἐπαγγείλασα, ὅτι 16. 20 δὲ παιδεραστοίη ἐπενεγκοῦσα. καὶ ἡ μὲν
16.10.30
ἀρχὴ ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον ἀναστήσασα ᾐκίζετο ἀνυποίστῳ τινὶ κολάσει, ὁ δὲ
16.10.31
δῆμος ἅπας ἐπεὶ ἐν τοιαύταις συμφοραῖς εἶδε σῶμα ἐλευθέριόν τε καὶ ἀνειμένῃ
16.10.32
ἄνωθεν διαίτῃ ἐντραφὲν, ἀπήλγησάν τε τὸ πάθος εὐθὺς καὶ ξὺν οἰμωγῇ ἀνέκραγον
16.10.33
οὐράνιον ὅσον ἐξαιτούμενοι τὸν 16. 21 νεανίαν. ἡ δὲ αὐτὸν ἔτι μᾶλλον κολάσασα καὶ
16.10.34
τὸ αἰδοῖον ἀποτεμομένη διέφθειρεν ἀνεξελέγκτως, καὶ τὴν 16. 22 οὐσίαν ἐς τὸ
16.10.35
δημόσιον ἀνεγράψατο. οὕτως ἡνίκα ὀργῴη τὸ γύναιον τοῦτο, οὔτε ἱερὸν ὀχυρὸν
16.10.36
ἐγεγόνει οὔτε νόμου του ἀπαγόρευσις οὔτε πόλεως ἀντιβόλησις ἐξελέσθαι τὸν
16.10.37
παραπεπτωκότα ἱκανὴ ἐφαίνετο οὖσα, οὔτε ἄλλο αὐτῇ ἀπήντα τῶν πάντων οὐδέν.
16.23.1
καὶ Διογένην δέ τινα οἷα Πράσινον ὄντα δι' ὀργῆς ἔχουσα, ἄνδρα ἀστεῖον καὶ
16.23.2
ποθεινὸν ἅπασί τε καὶ αὐτῷ τῷ βασιλεῖ, οὐδέν τι ἧσσον γάμων ἀνδρείων
16.23.3
φαντεῖν ἐν σπουδῇ εἶχε. δύο γοῦν ἀναπείσασα τῶν αὐτοῦ οἰκετῶν κατηγόρους τε καὶ
16.23.4
μάρτυρας τῷ μένῳ ἐπέστησε. τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου καὶ
16.23.5
λαθραιότατα, ᾗπερ εἰώθει, ἀλλ' ἐν δημοσίῳ, δικαστῶν ᾑρημένων πολλῶν τε καὶ οὐκ
16.23.6
ἀδόξων, διὰ τὴν Διογένους δόξαν, ἐπεὶ οὐκ ἐδόκουν ἀκριβολογουμένοις τοῖς
16.23.7
δικασταῖς οἱ τῶν οἰκετῶν λόγοι ἀξιόχρεῳ ἐς τὴν κρίσιν εἶναι, ἄλλως τε καὶ
16.23.8
παιδαρίων ὄντων, Θεόδωρον τῶν Διογένει ἀναγκαίων τινὰ ἐν τοῖς εἰωθόσιν
16.23.9
δίοις καθεῖρξεν. ἐνταῦθα πολλαῖς μὲν θωπείαις, πολλοῖς δὲ τὸν ἄνθρωπον
16.23.10
αἰκισμοῖς περιῆλθεν. ἐπεί τέ οἱ οὐδὲν προὐχώρει, νευρὰν βοείαν ἐς τοῦ ἀνθρώπου
16.23.11
τὴν κεφαλὴν ἀμφὶ τὰ ὦτα περιελίξαντας τὴν νευρὰν 16. 27 στρέφειν τε καὶ σφίγγειν
16.23.12
ἐκέλευε. καὶ τοὺς μέν οἱ ὀφθαλμοὺς Θεόδωρος ἐκπεπηδηκέναι τὴν οἰκείαν λιπόντας
16.23.13
χώραν ὑπώπτευεν, οὐδὲν μέντοι τῶν οὐ νότων ἀναπλάσσειν ἔγνω. διὸ δὴ
16.23.14
οἱ μὲν δικασταὶ ἅτε ἀμαρτυρήτου δίκης Διογένους ἀπέγνωσαν, ἡ δὲ πόλις ἑορτὴν ἀπ'
16.23.15
αὐτοῦ πανδημεὶ ἦγεν. 17. 1Ἀλλὰ τοῦτο μὲν τῇδε ἐχώρησεν. ἐρρήθη δὲ ἀρχομένῳ μοι
16.23.16
τοῦδε τοῦ λόγου καὶ ὅσα Βελισάριόν τε 17. 2 καὶ Φώτιον καὶ Βούζην αὐτῇ ἐργασθείη.
16.23.17
στασιῶται δὲ Βένετοι δύο Κίλικες γένος Καλλινίκῳ τῷ Κιλικίας Δευτέρας ἄρχοντι
16.23.18
σὺν θορύβῳ πολλῷ ἐπιστάντες χειρῶν ἀδίκων ἐπ' αὐτὸν ἦρξαν, τόν τε αὐτοῦ
16.23.19
ἱπποκόμον ἄγχιστά που ἑστῶτα καὶ ἀμύνειν τῷ κεκτημένῳ πειρώμενον ἔκτειναν,
16.23.20
τοῦ τε ἄρχοντος καὶ τοῦ δήμου μένου παντός. καὶ ὁ μὲν τοὺς στασιώτας
16.23.21
ἄλλων τε πολλῶν καὶ τοῦδε ἁλόντας τοῦ φόνου ἐν δίκῃ ἀνεῖλεν, ἡ δὲ μαθοῦσα καὶ
16.23.22
ὅτι τοὺς Βενέτους προσποιεῖται ἐνδεικνυμένη, ἔτι αὐτὸν τὴν ἀρχὴν ἔχοντα ἐν τῷ
16.23.23
τῶν 17. 4 φονέων τάφῳ ἀνεσκολόπισεν οὐδενὶ λόγῳ. βασιλεὺς δὲ κλάειν τε καὶ
16.23.24
ὀδύρεσθαι τὸν ἀπολωλότα σκηπτόμενος καθῆστο γρυλλίζων, πολλά τε τοῖς ἐς τὴν
16.23.25
πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος οὐδὲν ἔδρασε, τὰ μέντοι χρήματα τοῦ
16.23.26
τετελευτηκότος ληΐζεσθαι ὡς ἥκιστα ἀπηξίωσεν. 17. 5Ἀλλὰ καὶ ὑπὲρ ἁμαρτάδων τῶν
16.23.27
ἐς τὸ σῶμα κολάσεις τῇ Θεοδώρᾳ ἐπινοεῖν ἐπιμελὲς ἦν. πόρνας ἀμέλει πλέον ἢ
16.23.28
πεντακοσίας ἀγείρασα ἐν ἀγορᾷ μέσῃ ἐς τριώβολον, ὅσον ἀποζῆν μισθαρνούσας, ἔς
16.23.29
τε τὴν ἀντιπέρας ἤπειρον στείλασα ἐν τῷ καλουμένῳ Μετανοίᾳ μοναστηρίῳ
16.23.30
καθεῖρξε τὸν βίον μεταμφιέσασθαι κάζουσα. ὧν δή τινες ἐρρίπτουν αὑτὰς
16.23.31
ἀφ' ὑψηλοῦ νύκτωρ, ταύτῃ τε τῆς ἀκουσίου μεταβολῆς ἀπηλλάσσοντο. 17. 7 Δύο δὲ
16.23.32
κόραι ἐν Βυζαντίῳ ἀδελφαὶ ἤτην, οὐκ ἐκ πατρός τε καὶ τριγονίας ὑπάτων μόνον,
16.23.33
ἀλλ' ἀνέκαθεν αἵματος τοῦ πρώτου ἔν γε τῇ συγκλήτῳ βουλῇ νυῖαι.
16.23.34
ταύταις ἤδη ἐς γάμον ἐλθούσαις ἀπολωλότων τῶν ἀνδρῶν χήραις γεγονέναι
16.23.35
ξυνέπεσεν. αὐτίκα δὲ ἄνδρας ἡ Θεοδώρα δύο ἀγελαίους τε καὶ βδελυροὺς ἀπολέξασα
16.23.36
συνοικίζειν αὐταῖς ἐν σπουδῇ εἶχεν, λοῦσα μὴ σωφρόνως βιοῦν. ὅπερ ἵνα
16.23.37
μὴ γένηται δείσασαι, ἐς τὸ τῆς Σοφίας ἱερὸν φεύγουσιν, ἔς τε τὸν θεῖον λουτρῶνα
16.23.38
ἐλθοῦσαι τῆς ἐνταῦθα κολυμβήθρας 17. 10 ἀπρὶξ εἴχοντο. ἀλλὰ τοσαύτην αὐταῖς
16.23.39
ἀνάγκην τε καὶ κακοπάθειαν προσετρίψατο ἡ βασίλισσα ὥστε αὐταῖς
16.23.40
ἀπαλλαξειούσαις τῶν ἐνθένδε κακῶν τὸν γάμον αὐτῶν ἀνταλλάξασθαι ἐν σπουδῇ
16.23.41
γέγονεν. οὕτως αὐτῇ τος οὐδεὶς ἢ ἄσυλος μεμένηκε χῶρος. αὗται μὲν
16.23.42
οὖν ἀνδράσι πτωχοῖς τε καὶ ἀπερριμμένοις πολλῷ ἀπὸ τῆς σφετέρας ἀξίας ἀκούσιαι
16.23.43
ξυνῳκίσθησαν, καίπερ τριδῶν σφίσι παρόντων μνηστήρων. ἡ δὲ μήτηρ
16.23.44
αὐταῖς χήρα καὶ αὐτὴ γεγονυῖα οὔτε ἀνοιμῶξαι οὔτε 17. 13 ἀποκλαῦσαι τολμῶσα τὸ
16.23.45
πάθος παρῆν τῇ ἐγγύῃ. ὕστερον δὲ ἀφοσιουμένη ἡ Θεοδώρα τὸ μίασμα, δημοσίαις