Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 17 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.14.1
αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω. ἄρχοντα γὰρ ἑκάτερον κατεστήσατο. καὶ
17.14.2
ταῖς μὲν κόραις παραψυχὴ οὐδ' ὣς γέγονε, πάθη δὲ ἀνήκεστα καὶ ἀνύποιστα τοῖς
17.14.3
ὑπηκόοις σχεδόν τι ἅπασι πρὸς τῶν ἀνδρῶν τούτων ξυνηνέχθη παθεῖν, ἅπερ μοι ἐν
17.14.4
τοῖς ὄπισθεν λόγοις 17. 15 λελέξεται. Θεοδώρᾳ γὰρ οὔτε ἀρχῆς οὔτε πολιτείας
17.14.5
ἀξίωσις οὔτε τι ἄλλο ἐπιμελὲς ἦν, εἰ τὸ βούλημα περανεῖται μόνον. 17. 16Ἐτύγχανε
17.14.6
δὲ ὑπό του κυήσασα τῶν ἐραστῶν, ἡνίκα ἔτι ἐπὶ σκηνῆς ἦν, τοῦ δὲ κακοῦ ὀψὲ τοῦ
17.14.7
καιροῦ αἰσθομένη πάντα μὲν ἐς τὸ ἀμβλύσκειν, ὥσπερ εἰώθει, ἐποίει, ἄωρον δὲ
17.14.8
ἀποκτιννύναι τὸ βρέφος οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπεὶ οὐ πολλῷ ἀπελέλειπτο τοῦ
17.14.9
ειδὲς γένος γεγονέναι. διὸ δὴ ἐπεὶ οὐδὲν προὐχώρει, τῆς πείρας
17.14.10
ἀφεμένη τίκτειν ἠνάγκαστο. ὁρῶν δὲ αὐτὴν ὁ τοῦ τεχθέντος πατὴρ ἀπορουμένην τε
17.14.11
καὶ ἀσχάλλουσαν, ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν
17.14.12
δυνατὴ εἴη, ἐπεὶ καὶ ἀληθῶς δὴ ὑπῄσθετο ὡς διαχρήσεται τὸ παιδίον, ἀνείλετό τε
17.14.13
καὶἸωάννην ἐπονομάσας, ἐπεὶ ἄρσεν ἦν, ἐς τὴνἈραβίαν 17. 18 ἐς ἥνπερ ὥρμητο
17.14.14
ἀπιὼν ᾤχετο. ἐπεὶ δὲ αὐτὸς μὲν τελευτᾶν ἔμελλεν, Ἰωάννης δὲ ἤδη μειράκιον ἦν,
17.14.15
τὸν πάντα λόγον αὐτῷ ἀμφὶ τῇ μητρὶ ὁ πατὴρ ἔφρασε. 17. 19 καὶ ὃς ἅπαντα ἐπὶ τῷ
17.14.16
πατρὶ ἐξ ἀνθρώπων ἀφανισθέντι τὰ νόμιμα ποιήσας, χρόνῳ τινὶ ὕστερον ἐς
17.14.17
Βυζάντιον ἦλθε καὶ τοῖς παρὰ τὴν μητέρα τὰς εἰσόδους ἀεὶ μένοις τὸ
17.14.18
πρᾶγμα ἀγγέλλει. οἱ δὲ οὐδὲν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου αὐτὴν λογιεῖσθαι
17.14.19
ὑποτοπήσαντες ἐπαγγέλλουσι τῇ μητρὶ ὅτι δὴ αὐτῆςἸωάννης ὁ υἱὸς 17. 21 ἥκοι.
17.14.20
δείσασα δὲ ἡ γυνὴ μὴ ἐς τὸν ἄνδρα ἔκπυστος ὁ λόγος γένηται, τὸν παῖδά οἱ ἐς ὄψιν
17.14.21
ἐκέλευεν ἥκειν. 17. 22 ἐπεί τε εἶδε παραγενόμενον, τῶν οἰκείων τινὶ
17.14.22
ρισεν, ᾧπερ ἀεὶ τὰ τοιαῦτα ἐπέχειν εἰώθει. καὶ τρόπῳ μὲν ὅτῳ ὁ ταλαίπωρος ἐξ
17.14.23
ἀνθρώπων ἠφάνισται οὐκ ἔχω εἰπεῖν, οὐδεὶς δὲ αὐτὸν ἄχρι δεῦρο ἰδεῖν οὐδὲ
17.14.24
ἀπογενομένης τῆς βασιλίδος ἔσχε. 17. 24 Τότε καὶ ταῖς γυναιξὶ σχεδόν τι ἁπάσαις τὸν
17.14.25
τρόπον διεφθάρθαι ξυνέβη. ἐξήμαρτον γὰρ ἐς τοὺς ἄνδρας ἐξουσίᾳ τῇ πάσῃ, οὐ
17.14.26
φέροντος αὐταῖς κίνδυνόν τινα ἢ βλάβην τοῦ ἔργου, ἐπεὶ καὶ ὅσαι μοιχείας ἁλοῖεν,
17.14.27
αὗται κακῶν ἀπαθεῖς ἔμενον, παρὰ δὲ τὴν βασιλίδα αὐτίκα ἰοῦσαι ἀντίστροφοί τε
17.14.28
γενόμεναι καὶ δίκην οὐ γεγονότων ἐγκλημάτων ἀντιλαχοῦσαι τοὺς ἄνδρας
17.14.29
γον. περιῆν τε αὐτοῖς ἀνεξελέγκτοις οὖσι τὴν μὲν προῖκα ἐν διπλασίῳ ἀποτιννύναι,
17.14.30
μεμαστιγωμένοις δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τὸ δεσμωτήριον ἀπαχθῆναι, καὶ αὖ πάλιν
17.14.31
τὰς μοιχευτρίας ἐπιδεῖν κεκομψευμένας τε καὶ πρὸς τῶν μοιχῶν ἀδεέστερον
17.14.32
λαγνευομένας. τῶν δὲ μοιχῶν πολλοὶ ἀπ' αὐτοῦ τοῦ ἔργου καὶ τιμῆς 17. 26 ἔτυχον.
17.14.33
διόπερ οἱ πλεῖστοι τὸ λοιπὸν πάσχοντες πρὸς τῶν γυναικῶν ἀνόσια ἔργα
17.14.34
ἀσμενέστατα ἀμαστίγωτοι σιωπῇ ἔμενον, τὴν παρρησίαν αὐταῖς τῷ μὴ πεφωρᾶσθαι
17.14.35
δοκεῖν ἐνδιδόντες. 17. 27 Αὕτη ἅπαντα πρυτανεύειν αὐτογνωμονοῦσα τὰ ἐν τῇ
17.14.36
πολιτείᾳ ἠξίου. τάς τε γὰρ ἀρχὰς καὶ ἱερωσύνας ἐχειροτόνει, ἐκεῖνο μόνον
17.14.37
διερευνωμένη καὶ φυλασσομένη ἐνδελεχέστατα, μὴ καλὸς ἢ ἀγαθός τις ὁ τὸ ἀξίωμα
17.14.38
μετιὼν εἴη, καὶ οὐχ οἷός τέ οἱ ἐσόμενος ἐς τὰ 17. 28 ἐπαγγελλόμενα ὑπουργήσειν. καὶ
17.14.39
τοὺς γάμους ἅπαντας τῇ θείᾳ ἐξουσίᾳ τινὶ διῳκεῖτο, τοῦ τε γαμεῖν πρότερον
17.14.40
οὐδεμίαν ἄνθρωποι ἐγγύην ἑκουσίαν πεποίηνται. 17. 29 γυνὴ γὰρ ἑκάστῳ ἐξαπιναίως
17.14.41
ἐγίνετο, οὐχ ὅτι δὴ ἐς αὐτὸν ἤρεσκεν, ὅπερ κἀν τοῖς βαρβάροις εἰώθει, ἀλλ' 17. 30 ὅτι
17.14.42
βουλομένῃ τῇ Θεοδώρᾳ εἴη. ὅπερ αὖ καὶ ταῖς γαμουμέναις ἀνάπαλιν ξυνέβαινε
17.14.43
πάσχειν. ἀνδράσι γὰρ 17. 31 ξυνιέναι οὐδαμῆ ἐθελούσιαι ἠναγκάζοντο. πολλάκις δὲ
17.14.44
καὶ τὴν νύμφην ἐκ τῆς παστάδος ἀποβιβάσασα λόγῳ οὐδενὶ ἀνυμέναιον τὸν
17.14.45
νυμφίον ἀφῆκε, τοῦτο μόνον 17. 32 ξὺν ἀκροχολίᾳ εἰποῦσα, ὅτι δὴ αὐτὴν ἀπαρέσκοι.
17.14.46
ὅπερ ἄλλους τε πολλοὺς ἔδρασε καὶ Λέοντα, ὅσπερ ῥεφερενδάριος ἦν τὴν τιμὴν, καὶ
17.14.47
Σατορνῖνον, τὸνἙρμογένους τοῦ μαγίστρου γεγονότος ἐπὶ μνηστῇ. τούτῳ γὰρ τῷ
17.14.48
Σατορνίνῳ ἦν τις ἀνεψιαδῆ παρθένος μνηστὴ, ἐλευθέριος καὶ κοσμία, ἥνπερ οἱ
17.14.49
Κύριλλος ὁ πατὴρ γύησενἙρμογένους τοῦ βίου ἤδη ἀπολυθέντος.
17.14.50
πεπηγυίας τε αὐτοῖς τῆς παστάδος τὸν νυμφίον καθεῖρξεν, ἔς τε τὴν ἑτέραν παστάδα
17.14.51
ἤχθη, ἔγημέ τε κωκύων καὶ 17. 34 οἰμώζων ὅσον τὴν Χρυσομαλλοῦς παῖδα.
17.14.52
Χρυσομαλλὼ δὲ αὕτη πάλαι μὲν ὀρχηστρὶς ἐγεγόνει καὶ αὖθις ἑταίρα, τότε δὲ ξὺν
17.14.53
ἑτέρᾳ Χρυσομαλλοῖ καὶἸνδαροῖ ἐν τίῳ τὴν δίαιταν εἶχεν. ἀντὶ γὰρ τοῦ
17.14.54
φαλλοῦ καὶ τῆς ἐν θεάτρῳ διατριβῆς τῇδε διῳκοῦντο τὰ πράγματα. 17. 36
17.14.55
ξυγκαταδαρθὼν δὲ ὁ Σατορνῖνος τῇ νύμφῃ καὶ διαπεπαρθενευμένην εὑρὼν ἔς τινα
17.14.56
τῶν ἐπιτηδείων κεν ὅτι δὴ οὐκ ἄτρητον γήμαι. ὅπερ ἐπεὶ ἐς Θεοδώραν
17.14.57
ἦλθε, τοὺς ὑπηρέτας ἐκέλευεν ἅτε ἀποσεμνυνόμενόν τε καὶ ὀγκωθέντα οὐδὲν αὐτῷ
17.14.58
προσῆκον, μετέωρον αἴρειν, οἷα τὰ ἐς γραμματιστοῦ φοιτῶντα παιδία, ξαίνουσά τε
17.14.59
κατὰ τῶν νώτων πολλὰς ἀπεῖπεν αὐτῷ μὴ φλυάρῳ εἶναι. 17. 38 Οἷα μέντοι
17.14.60
καὶἸωάννην τὸν Καππαδόκην εἰργάσατο ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ἅπερ
17.14.61
αὐτῇ διαπέπρακται τῷ ἀνθρώπῳ χαλεπαινούσῃ, οὐχ ὑπὲρ ὧν ἐς τὴν πολιτείαν
17.14.62
ἡμάρτανε (τεκμήριον δέ· τῶν γὰρ ὕστερον δεινότερα ἐς τοὺς ὑπηκόους ἐργασαμένων
17.14.63
οὐδένα τοῦτο πεποίηται), ἀλλ' ὅτι τά τε ἄλλα τῇ γυναικὶ καταντικρὺ ἐτόλμα ἰέναι
17.14.64
καὶ αὐτὴν ἐς τὸν βασιλέα διέβαλλεν, ὥστε αὐτῇ καὶ τὸν ἄνδρα ἐκπεπολεμῶσθαι
17.39.1
παρ' ὀλίγον ἐλθεῖν. τῶν γὰρ αἰτιῶν, ὅπερ ὑπεῖπον, ἐνταῦθά μοι μάλιστα τὰς
17.39.2
ἀληθεστάτας ἀναγκαῖον 17. 40 εἰπεῖν. ἡνίκα τε αὐτὸν ἐπ' Αἰγύπτου καθεῖρξε
17.39.3
πεπονθότα ὅσα μοι ἀμφ' αὐτῷ προδεδήλωται, οὐδ' ὥς τινα ἔλαβε τῆς τοῦ ἀνθρώπου
17.39.4
κολάσεως κόρον, ἀλλὰ ψευδομάρτυρας ἐπ' ἐκείνῳ διερευνωμένη οὐδέποτε ἀνίει.
17.41.1
τέτρασι δὲ ἐνιαυτοῖς ὕστερον Πρασίνους εὑρέσθαι δύο τῶν ἐν Κυζίκῳ
17.41.2
στασιωτῶν ἴσχυσεν, οἵπερ τῶν τῷ σκόπῳ ἐπαναστάντων ἐλέγοντο εἶναι.
17.41.3
καὶ αὐτοὺς θωπείαις τε καὶ λόγοις καὶ ἀπειλαῖς περιῆλθεν, ὥστε ἅτερος μὲν
17.41.4
κατορρωδήσας καὶ ταῖς ἐλπίσιν ἐπαρθεὶς 17. 43 τὸ μίασμα τοῦ φόνου ἐς τὸνἸωάννην
17.41.5
ἀνήνεγκεν. ὁ δὲ δὴ ἕτερος τῆς ἀληθείας ἀπ' ἐναντίας ἐλθεῖν οὐδαμῆ ἔγνω, καίπερ
17.41.6
οὕτως ἐκ τῆς βασάνου καταταθεὶς, ὥστε 17. 44 ὅτι δὴ καὶ τεθνήξεται αὐτίκα μάλα
17.41.7
ἐπίδοξος ἦν. διὸ δὴ τὸν μὲνἸωάννην τούτῳ δὴ τῷ παραπετάσματι διαχρήσασθαι
17.41.8
οὐδεμιᾷ μηχανῇ ἔσχε, τοῖν δὲ νεανίαιν τούτοιν χεῖρας τὰς δεξιὰς ἔτεμε, τοῦ μὲν ὅτι
17.41.9
ψευδομαρτυρεῖν οὐδαμῆ ἤθελε, τοῦ δὲ ὅπως μὴ ἐπιφανὴς 17. 45 ἡ ἐπιβουλὴ ἐς τὸ πᾶν
17.41.10
γένηται. τούτων δὲ οὕτως ἐν τῷ δημοσίῳ πρασσομένων τῆς ἀγορᾶς, Ἰουστινιανὸς
17.41.11
ἐποιεῖτο τῶν πρασσομένων μηδενὸς τὸ παράπαν ξυνεῖναι. 18. 1Ὅτι δὲ οὐκ ἄνθρωπος,
17.41.12
ἀλλὰ δαίμων τις, ὥσπερ εἴρηται, ἀνθρωπόμορφος ἦν, τεκμηριώσαιτο ἄν τις τῷ
17.41.13
μεγέθει σταθμώμενος ὧν εἰς τοὺς ἀνθρώπους κακῶν 18. 2 ἔδρασεν. ἐν γὰρ τῷ
17.41.14
ὑπερβάλλοντι τῶν πεπραγμένων 18. 3 καὶ ἡ τοῦ δεδρακότος δύναμις ἔνδηλος
17.41.15
γίνεται. τὸ μὲν οὖν μέτρον ἐς τὸ ἀκριβὲς φράσαι τῶν ὑπ' αὐτοῦ ἀνῃρημένων οὐκ ἄν
17.41.16
ποτε, μοὶ δοκεῖ, τῶν πάντων τινὶ 18. 4 ἢ τῷ θεῷ δυνατὰ εἴη. θᾶσσον γὰρ ἄν τις, οἶμαι,
17.41.17
τὴν πᾶσαν ψάμμον ἐξαριθμήσειεν ἢ ὅσους ὁ βασιλεὺς οὗτος ἀνῄρηκε. τὴν δὲ χώραν
17.41.18
ἐπὶ πλεῖστον διαριθμούμενος, ἥνπερ ἔρημον τῶν ἐνοικούντων ξυμπέπτωκεν εἶναι,
17.41.19
μυριάδας μυριάδων μυρίας φημὶ ἀπολωλέναι. 18. 5 Λιβύη μὲν γὰρ ἐς τοσοῦτον
17.41.20
διήκουσα μέτρον οὕτως ἀπόλωλεν ὥστε ὁδὸν ἰόντι πολλὴν ἀνδρὶ ἐντυχεῖν 18. 6
17.41.21
χαλεπόν τε καὶ λόγου ἄξιον εἶναι. καίτοι Βανδίλων μὲν τῶν ὅπλα ἀρχὴν αἰρομένων
17.41.22
ἐνταῦθα μυριάδες ὀκτὼ ἐτύγχανον οὖσαι, γυναίων δὲ καὶ παιδαρίων καὶ 18. 7
17.41.23
θεραπόντων αὐτῶν τίς ἂν εἰκάσειε μέτρον; Λιβύων δὲ τῶν ἐν ταῖς πόλεσιν
17.41.24
ᾠκημένων τὰ πρότερα καὶ γῆν γεωργούντων ἐργασίαν τε τὴν κατὰ θάλασσαν
17.41.25
ἐργαζομένων, ὅπερ μοι αὐτόπτῃ ἐπὶ πλεῖστον γεγονέναι τετύχηκε, πῶς ἄν τις τὸ
17.41.26
πλῆθος διαριθμεῖσθαι ἱκανὸς εἴη τῶν πάντων ἀνθρώπων; τούτων δὲ πολλῷ ἔτι
17.41.27
πλείους Μαυρούσιοι ἦσαν ἐνταῦθα, οἷς δὴ ἅπασι ξύν 18. 8 τε γυναιξὶ καὶ γόνῳ
17.41.28
διεφθάρθαι ξυνέβη. πολλοὺς δὲ αὖ τὴ καὶῬωμαίων στρατιωτῶν καὶ τῶν αὐτοῖς ἐκ
17.41.29
Βυζαντίου ἐπισπομένων ἡ γῆ ἔκρυψεν. ὥστε εἴ τις μυριάδας ἀνθρώπων ἔν γε Λιβύῃ
17.41.30
πεντακοσίας ἰσχυρίζεται ἀπολωλέναι, οὐκ ἄν ποτε τῷ πράγματι, οἶμαι, 18. 9 διαρκῶς
17.41.31
εἴποι. αἴτιον δὲ ὅτι Βανδίλων εὐθὺς ἡσσημένων οὐχ ὅπως κρατύνηται τὴν τῆς χώρας
17.41.32
ἐπικράτησιν ἐπιμελές οἱ ἐγίνετο, οὐδ' ὅπως οἱ ἡ τῶν ἀγαθῶν φυλακὴ ἐν τῷ ἀσφαλεῖ
17.41.33
εὐνοίᾳ τῶν κατηκόων εἴη προὐνόησεν, ἀλλὰ Βελισάριον αὐτίκα μελλήσει οὐδεμιᾷ
17.41.34
μετεπέμπετο, τυραννίδα οἱ οὐδαμόθεν προσήκουσαν ἐπεγκαλέσας, ὅπως τὸ ἐνθένδε
17.41.35
διοικούμενος κατ' ἐξουσίαν Λιβύην καταπιὼν ὅλην ληΐζηται. 18. 10 Τιμητὰς ἀμέλει
17.41.36
τῆς γῆς εὐθὺς ἔπεμπε καὶ φόρους ἐπετίθει πικροτάτους τινὰς οὐ πρότερον ὄντας. καὶ
17.41.37
τῶν χωρίων προσεποιεῖτο, εἴ τι ἄριστον ἦν, νοὺς τῶν ἐν σφίσιν
17.41.38
αὐτοῖς μυστηρίων εἶργε. καὶ ταῖς στρατιωτικαῖς συντάξεσιν ὑπερήμερος ἦν, καὶ
17.41.39
ἄλλως τοῖς στρατιώταις ἐγεγόνει βαρύς. ἐξ ὧν αἱ στάσεις 18. 12 φυόμεναι
17.41.40
τετελευτήκασιν εἰς ὄλεθρον μέγαν. οὐ γὰρ μένειν ἐν τοῖς καθεστῶσί ποτε ἴσχυεν,
17.41.41
ἀλλὰ ξυγχεῖν τε καὶ ἀναθολοῦν ἐπεφύκει πάντα. 18. 13Ἰταλία δὲ οὐχ ἧσσον ἢ
17.41.42
τριπλασία Λιβύης οὖσα ἔρημος ἀνθρώπων πολλῷ μᾶλλον ἔτι ἢ ἐκείνη πανταχόθι
17.41.43
γεγένηται. ὥστε δὴ μέτρου τῶν κἀνταῦθα 18. 14 ἀνῃρημένων ἐγγύθεν ἡ δήλωσις
17.41.44
ἔσται. ἡ γὰρ αἰτία τῶν ἐνἸταλίᾳ ξυμπεπτωκότων ἤδη μοι ἔμπροσθεν δεδιήγηται.
17.41.45
ἅπαντά τε γὰρ ὅσα ἐν Λιβύῃ, κἀνταῦθα 18. 15 αὐτῷ ἡμαρτήθη. καὶ τοὺς καλουμένους
17.41.46
λογοθέτας προσεπιπέμψας ἀνεχαίτισέ τε καὶ διέφθειρεν εὐθὺς 18. 16 ἅπαντα.
17.41.47
κατέτεινε δὲ ἡ Γότθων ἀρχὴ πρὸ τοῦδε τοῦ πολέμου ἐκ Γάλλων τῆς γῆς ἄχρι τῶν
17.41.48
Δακίας ὁρίων, 18. 17 οὗ δὴ πόλις τὸ Σίρμιόν ἐστι. Γαλλίας μὲν οὖν καὶ Βενετίων γῆν
17.41.49
τὴν πολλὴν Γερμανοὶ ἔσχον, ἐπειδὴ 18. 18 ἀφίκετο ἐςἸταλίαν ὁῬωμαίων στρατός.
17.41.50
Σίρμιον δὲ καὶ τὰ ἐκείνῃ χωρία Γήπαιδες κατέχουσιν, ἅπαντα μέντοι συλλήβδην
17.41.51
εἰπεῖν ἀνθρώπων παντελῶς ἔρημα. 18. 19 τοὺς μὲν γὰρ ὁ πόλεμος, τοὺς δὲ νόσος τε
17.41.52
καὶ λιμὸς 18. 20 διεχρήσαντο, ἃ δὴ τῷ πολέμῳ ἕπεσθαι πέφυκεν. Ἰλλυριοὺς δὲ καὶ
17.41.53
Θρᾴκην ὅλην, εἴη δ' ἂν ἐκ κόλπου τοῦἸονίου μέχρι ἐς τὰ Βυζαντίων προάστεια, ἐν
17.41.54
τοῖςἙλλάς τε καὶ Χερρονησιωτῶν ἡ χώρα ἐστὶν, Οὖννοί τε καὶ Σκλαβηνοὶ καὶἌνται
17.41.55
σχεδόν τι ἀνὰ πᾶν καταθέοντες ἔτος, ἐξ οὗἸουστινιανὸς παρέλαβε τὴνῬωμαίων
17.41.56
ἀρχὴν, ἀνήκεστα ἔργα εἰργάσαντο τοὺς ταύτῃ 18. 21 ἀνθρώπους. πλέον γὰρ ἐν
17.41.57
ἑκάστῃ ἐσβολῇ οἶμαι ἢ κατὰ μυριάδας εἴκοσιν εἶναι τῶν τε ἀνῃρημένων καὶ
17.41.58
ἠνδραποδισμένων ἐνταῦθαῬωμαίων, ὥστε τὴν Σκυθῶν ἐρημίαν ἀμέλει ταύτης
17.41.59
πανταχόσε τῆς γῆς ξυμβαίνειν εἶναι. 18. 22 Τὰ μὲν οὖν ἐν Λιβύῃ τε καὶ Εὐρώπῃ κατὰ
17.41.60
τὸν πόλεμον ξυνενεχθέντα τοιαῦτά ἐστι. Σαρακηνοὶ δὲ τοὺς ἑῴουςῬωμαίους ἐκ τῆς
17.41.61
Αἰγύπτου μέχρι τῶν Περσίδος ὁρίων πάντα τοῦτον τὸν χρόνον διηνεκῶς
17.41.62
καταθέοντες οὕτω δὴ ἐνδελεχέστατα κατειργάσαντο, ὥστε ὀλιγανθρωπότατα
17.41.63
ξύμπαντα ἐγεγόνει τὰ ἐκείνῃ χωρία, καὶ οὐ μήποτε ἀνθρώπῳ, οἶμαι, δυνατὰ ἔσται τὸ
17.41.64
μέτρον τῶν οὕτως ἀπολωλότων διερευνωμένῳ ρέσθαι. Πέρσαι τε καὶ
17.41.65
Χοσρόης τετράκις μὲν ἐμβάλλοντες ἐς τὴν ἄλληνῬωμαίων ἀρχὴν τάς τε πόλεις
17.41.66
καθεῖλον καὶ τοὺς ἀνθρώπους οὓς ἂν λάβοιεν ἔν τε πόλεσι ταῖς ἁλισκομέναις καὶ
17.41.67
χώρᾳ ἑκάστῃ τοὺς μὲν κτείνοντες, τοὺς δὲ ξὺν αὑτοῖς ἐπαγόμενοι, ἔρημον τὴν γῆν
17.41.68
κατεστήσαντο τῶν ἐνοικούντων, ᾗπερ αὐτοὺς 18. 24 ἐπισκῆψαι ξυνέπεσεν. ἐξ οὗ δὲ
17.41.69
καὶ εἰς γῆν τὴν Κολχίδα ἐσήλασαν, αὐτοῖς τε καὶ Λαζοῖς καὶῬωμαίοις διαφθείρεσθαι
17.41.70
μέχρι δεῦρο ξυμβαίνει. 18. 25 Οὐ μέντοι οὐδὲ Πέρσαις ἢ Σαρακηνοῖς ἢ Οὔννοις ἢ τῷ
17.41.71
Σκλαβηνῶν γένει ἢ τῶν ἄλλων βαρβάρων τισὶν ἀκραιφνέσιν ἐκῬωμαίων τῆς γῆς
17.41.72
ξυνηνέχθη λαγῆναι. ἔν τε γὰρ ταῖς ἐφόδοις καὶ πολλῷ ἔτι μᾶλλον ἔν τε
17.41.73
πολιορκίαις καὶ ξυμβολαῖς ἐναντιώμασι πολλοῖς προσεπταικότες οὐδέν τι ἧσσον
17.41.74
σαν. οὐ γὰρῬωμαῖοι μόνον, ἀλλὰ καὶ βάρβαροι σχεδόν τι πάντες
17.41.75
τῆςἸουστινιανοῦ μιαιφονίας ναντο. ἦν μὲν γάρ τε καὶ Χοσρόης αὐτός τε
17.41.76
πονηρὸς τὸ ἦθος καὶ, ὥς μοι ἐν λόγοις εἴρηται τοῖς καθήκουσι, τὰς μὲν αἰτίας αὐτῷ
17.41.77
τοῦ πολέμου ὅδε παρείχετο 18. 29 πάσας. οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς
17.41.78
πράξεις, ἀλλ' ἀπὸ καιροῦ πάντα εἰργάζετο, ἐν μὲν εἰρήνῃ καὶ σπονδαῖς ἐξαρτυόμενος
17.41.79
ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας, ἐν δὲ τῷ πολέμῳ ἀναπεπτωκώς τε
17.41.80
οὐδενὶ λόγῳ καὶ τὴν τῶν ἔργων παρασκευὴν ὀκνηρῶς ἄγαν διὰ φιλοχρηματίαν
17.41.81
ποιούμενος, ἀντί τε σπουδῆς τῆς περὶ ταῦτα περισκοπῶν μὲν τὰ μετέωρα, περιέργος
17.41.82
δὲ ἀμφὶ τῇ τοῦ θεοῦ φύσει γινόμενος, καὶ οὔτε τὸν πόλεμον μεθιεὶς, τῷ μιαιφόνος
17.41.83
τις καὶ παλαμναῖος εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε ὢν, τῷ μὴ τὰ δέοντα
17.41.84
ὑπὸ σμικρολογίας περιεργάζεσθαι. 18. 30 ταύτῃ τε αὐτοῦ βασιλεύοντος ἡ γῆ ξύμπασα
17.41.85
ἔμπλεως αἵματος ἀνθρωπείου ἔκ τεῬωμαίων καὶ βαρβάρων σχεδόν τι πάντων
17.41.86
διαρκῶς γέγονε. 18. 31 Ταῦτα μέντοι κατὰ τὸν πόλεμον πανταχόθι γῆς τῆςῬωμαίων
17.41.87
ξυλλήβδην εἰπεῖν ὑπὸ τοῦτον τὸν νον ξυνηνέχθη γενέσθαι. τὰ δὲ κατὰ
17.41.88
στάσιν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ ξυνενεχθέντα διαριθμούμενος οὐκ ἐλάσσω
17.41.89
ἀνθρώπων φόνον ταύτῃ ξυμβῆναι 18. 33 ἢ κατὰ τὸν πόλεμον οἴομαι. τοῦ γὰρ δικαίου
17.41.90
καὶ τῆς ὁμοίας ἐπιστροφῆς ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἥκιστα ὄντων, ἀλλὰ
17.41.91
κατεσπουδασμένου τῷ βασιλεῖ θατέρου τοῖν μεροῖν μάλιστα ἡσυχίαν οὐδὲ θάτεροι
17.41.92
ἦγον, ἀλλ' οἱ μὲν τῷ ἐλασσοῦσθαι, οἱ δὲ τῷ θαρσεῖν ἐς ἀπόγνωσίν τε καὶ ἀπόνοιαν
17.41.93
ἀεὶ ἔβλεπον, καὶ πὴ μὲν ἀθρόοι ἐπ' ἀλλήλους ἰόντες, πὴ δὲ κατ' ὀλίγους μαχόμενοι,
17.41.94
ἢ καὶ κατ' ἄνδρα ἕνα τὰς ἐνέδρας, ἂν οὕτω τύχοι, ποιούμενοι ἐς δύο καὶ τριάκοντα
17.41.95
ἐνιαυτοὺς οὐδένα ἀνιέντες καιρὸν αὐτοί τε εἰργάζοντο ἀλλήλους ἀνήκεστα ἔργα καὶ
17.41.96
πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης χῆς ὡς τὰ πολλὰ διεφθείροντο. ἡ μέντοι τίσις
17.41.97
τῶν ἁμαρτανομένων ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τοὺς Πρασίνους ἐγίνετο. ἔτι μὴν καὶ ἡ ἐς
17.41.98
τοὺς Σαμαρείτας καὶ τοὺς καλουμένους αἱρετικοὺς κόλασις φόνου ἐνέπλησε τὴν
17.41.99
18. 35Ῥωμαίων ἀρχήν. ταῦτα δέ μοι ὅσον ἐν κεφαλαίῳ εἰρῆσθαι ἀπομνημονεύεται
17.41.100
τανῦν, ἐπεί μοι ἱκανῶς ὀλίγῳ ἔμπροσθεν δεδιήγηται. 18. 36 Ταῦτα μὲν κατὰ τὸν ἐν
17.41.101
σώματι γενόμενον δαίμονα τετύχηκε γενέσθαι ἐς πάντας ἀνθρώπους, ὧνπερ τὰς
17.41.102
αἰτίας αὐτὸς ἅτε βασιλεὺς καταστὰς ἔδωκε· καὶ ὅσα μέντοι κατακεκρυμμένῃ δυνάμει
17.41.103
καὶ φύσει δαιμονίᾳ 18. 37 διειργάσατο ἀνθρώπους κακὰ, ἐγὼ δηλώσω. τούτου
17.41.104
γὰρῬωμαίων διοικουμένου τὰ πράγματα πολλὰ καὶ ἄλλα πάθη ξυνηνέχθη γενέσθαι,
17.41.105
ἅπερ οἱ μὲν τῇ τοῦ πονηροῦ δαίμονος τῇδε παρουσίᾳ ἰσχυρίζοντο καὶ μηχανῇ
17.41.106
ξυμβῆναι, οἱ δὲ αὐτοῦ τὸ θεῖον τὰ ἔργα μισῆσαν ἀποστραφέν τε ἀπὸ τῆςῬωμαίων
17.41.107
ἀρχῆς, χώραν δαίμοσι τοῖς παλαμναίοις ἐνδεδωκέναι ταῦτα διαπράξασθαι 18. 38
17.41.108
τῇδε. Ἔδεσσαν μὲν γὰρ Σκιρτὸς ἐπικλύσας ὁ ποταμὸς μυρίων δημιουργὸς τοῖς ἐκείνῃ
17.41.109
ἀνθρώποις συμφορῶν γέγονεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται. 18. 39
17.41.110
Νεῖλος δὲ ἀναβὰς μὲν ᾗπερ εἰώθει, χρόνοις δὲ οὐκ ἀποβὰς τοῖς καθήκουσι, δεινά
17.41.111
τινας τῶν ᾠκημένων εἰργάσατο ἔργα, ἅπερ μοι καὶ πρότερον δεδιήγηται. 18. 40
17.41.112
Κύδνος δὲ Ταρσὸν περιβαλλόμενος σχεδόν τι πᾶσαν ἡμέρας τε αὐτὴν ἐπικλύσας
17.41.113
πολλὰς οὐ πρότερον ἀπέστη 18. 41 ἕως αὐτὴν ἀνήκεστα κακὰ ἔδρασε. σεισμοὶ
17.41.114
δὲἈντιόχειάν τε καθεῖλον τὴν τῆς ἑῴας πρώτην καὶ Σελεύκειαν, ἥπερ αὐτῆς ἐκ
17.41.115
γειτόνων οἰκεῖται, καὶ τὴν ἐν 18. 42 Κίλιξιν ἐπιφανεστάτηνἈνάζαρβον. αἷς τῶν
17.41.116
ξυναπολωλότων ἀνθρώπων τὸ μέτρον τίς ἂν διαριθμεῖσθαι δυνατὸς εἴη; προσθείη
17.41.117
δὲ ἄν τις τά τεἼβωρα καὶἈμάσειαν, ἣ πρώτη ἐν Πόντῳ ἐτύγχανεν οὖσα, Πολύβοτόν
17.41.118
τε τὴν ἐν Φρυγίᾳ καὶ ἣν Πισίδαι Φιλομηδὴν καλοῦσι, Λύχνιδόν τε τὴν ἐνἨπειρώταις
17.41.119
καὶ Κόρινθον, αἳ δὴ πολυανθρωπόταται ἐκ παλαιοῦ ἦσαν. 18. 43 ταύταις γὰρ
17.41.120
ἁπαξαπάσαις ὑπὸ τοῦτον τὸν χρόνον σεισμῷ τε καταπεσεῖν καὶ τοῖς ᾠκημένοις
17.41.121
σχεδόν τι 18. 44 πᾶσι ξυνδιολωλέναι τετύχηκεν. ἐπιγενόμενος δὲ καὶ ὁ λοιμὸς, οὗ
17.41.122
πρόσθεν ἐμνήσθην, τὴν ἡμίσειαν μάλιστα 18. 45 τῶν περιγινομένων ἀνθρώπων
17.41.123
ἀπήνεγκε μοῖραν. τοσούτων μὲν ἀνθρώπων ἐγένετο φθόρος, Ἰουστινιανοῦ
17.41.124
πρότερονῬωμαίοις διοικουμένου τὴν πολιτείαν καὶ ὕστερον τὴν αὐτοκράτορα
17.41.125
ἀρχὴν ἔχοντος. 19. 1Ὅπως δὲ καὶ τὰ χρήματα ἀφείλετο ἁπαξάπαντα ἐρῶν ἔρχομαι,
17.41.126
ὄψιν ὀνείρου ὑπειπὼν πρότερον ἥνπερ κατ' ἀρχὰς τῆςἸουστίνου βασιλείας τῶν τινι

Intertext edge

Open linked passage

Note