Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 19 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.2.1
ἐπιφανῶν ἰδεῖν ξυνηνέχθη. ἔφη γάρ οἱ δοκεῖν ἐν τῷ ὀνείρῳ ἑστάναι μέν που ἐν
19.2.2
Βυζαντίῳ παρὰ τὴν τῆς θαλάσσης ἠιόνα, ἣ δὴ Χαλκηδόνος καταντικρύ ἐστιν, ὁρᾶν
19.2.3
δὲ τοῦτον κατὰ τὸν ἐκείνῃ πορθμὸν ἑστῶτα 19. 3 μέσον. καὶ πρῶτον μὲν τοι τὸ ὕδωρ
19.2.4
τῆς θαλάσσης αὐτὸν ἐκπιεῖν ὅλον, ὥστε οἴεσθαι τὸ λοιπὸν αὐτὸν ἐπὶ τῆς ἠπείρου
19.2.5
ἑστάναι, οὐκέτι τοῦ πορθμοῦ ταύτῃ ἐπιόντος, ἔπειτα δὲ ὕδωρ ἄλλο ῥύπου τε πολλοῦ
19.2.6
καὶ φορυτοῦ γέμον, βρύσαν ἐξ ὑπονόμων ἑκατέρωθεν ὄντων, ἐνταῦθα γενέσθαι, καὶ
19.2.7
αὐτὸ μὲν τοῦτον ἐκπιεῖν ἅμα, γυμνόν τε αὖθις ἐξεργάσασθαι τοῦ πορθμοῦ χῶρον.
19.2.8
19. 4Ἡ μὲν τοῦ ὀνείρου ὄψις ἐδήλου τοιαῦτα. Ἰουστινιανὸς δὲ οὗτος, ἡνίκα οἱ ὁ
19.2.9
θεῖοςἸουστῖνος τὴν βασιλείαν παρέλαβε, χρημάτων δημοσίων ἔμπλεων τὴν 19. 5
19.2.10
πολιτείαν εὗρεν. Ἀναστάσιος γὰρ προνοητικώτατός τε ἅμα καὶ οἰκονομικώτατος
19.2.11
πάντων αὐτοκρατόρων γενόμενος, δείσας ὅπερ ἐγένετο, μή οἱ ὁ τὴν βασιλείαν
19.2.12
ἐκδεξόμενος χρημάτων ὑποσπανίζων ἴσως τοὺς κατηκόους ληΐζηται, χρυσοῦ τοὺς
19.2.13
θησαυροὺς ἅπαντας κόρως ἐμπλησάμενος, τὸν βίον ξυνεμετρήσατο.
19.2.14
οὕσπερ ἅπανταςἸουστινιανὸς ὡς τάχιστα διεσπάσατο, πὴ μὲν θαλασσίοις
19.2.15
οἰκοδομίαις λόγον οὐκ ἐχούσαις, πὴ δὲ τῇ ἐς τοὺς βαρβάρους φιλότητι· καίτοι ᾠήθη
19.2.16
ἄν τις αὐτοὺς βασιλεῖ ἐς ἄγαν ἀσώτῳ ἐσομένῳ ἐτῶν ἑκατὸν 19. 7 ἐπαρκέσειν.
19.2.17
ἰσχυρίζοντο γὰρ οἱ τοῖς θησαυροῖς τε καὶ ταμείοις καὶ ἄλλοις ἅπασι τοῖς βασιλικοῖς
19.2.18
χρήμασιν ἐφεστῶτες, Ἀναστάσιον μὲνῬωμαίων ἔτη πλέον ἢ ἑπτὰ καὶ εἴκοσιν
19.2.19
ἄρξαντα διακόσια καὶ τρισχίλια σοῦ κεντηνάρια ἐν δημοσίῳ ἀπολιπεῖν. ἐπὶ
19.2.20
μέντοιἸουστίνου ἔτη ἐννέα τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, τούτουἸουστινιανοῦ
19.2.21
ξύγχυσίν τε καὶ ἀκοσμίαν τῇ πολιτείᾳ προστριψαμένου, τετρακισχίλια κεντηνάρια ἐς
19.2.22
τὴν βασιλείαν εἰσκομισθῆναι οὐδενὶ νόμῳ, καὶ τούτων ἁπάντων οὐδ' ὁτιοῦν
19.2.23
ἀπολελεῖφθαι, ἀλλ' ἔτι περιόντοςἸουστίνου πρὸς τοῦδε τοῦ ἀνθρώπου
19.2.24
δεδαπανῆσθαι 19. 9 ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις. ἅπερ γὰρ αὐτὸς ἐν τῷ
19.2.25
παντὶ χρόνῳ σφετερίζεσθαί τε οὐ δέον καὶ ἀναλοῦν ἴσχυσεν, οὐδ' ἄν τινα λόγον ἢ
19.2.26
λογισμὸν 19. 10 ἢ μέτρον φανῆναι μηχανή τις οὐδεμία ἐστίν. ὥσπερ γάρ τις ποταμὸς
19.2.27
ἀένναος ἐς ἡμέραν ἑκάστην ἐδῄου τε καὶ ἐληΐζετο τοὺς ὑπηκόους, ἐπέρρει δὲ ἅπαντα
19.2.28
τοῖς βαρβάροις εὐθύς**. 19. 11 Πλοῦτον οὕτω τὸν δημόσιον εὐθὺς ἐκφορήσας ἐπὶ
19.2.29
τοὺς κατηκόους τὸ βλέμμα ἦγε, πλείστους τε αὐτίκα τὰς οὐσίας ἀφείλετο ἁρπάζων
19.2.30
τε καὶ βιαζόμενος οὐδενὶ λόγῳ, τῶν ἐγκλημάτων τε οὐδαμῆ γεγονότων ὑπάγων
19.2.31
τοὺς εὐδαίμονας ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ δοκοῦντας εἶναι, καὶ τοῖς μὲν
19.2.32
πολυθεΐαν, τοῖς δὲ δόξης ἐν Χριστιανοῖς οὐκ ὀρθῆς αἵρεσιν, τοῖς δὲ παιδεραστίας,
19.2.33
ἑτέροις ἱερῶν γυναικῶν ἔρωτας, ἢ ἄλλας τινὰς οὐ θεμιτὰς μίξεις, ἄλλοις στάσεως
19.2.34
ἀφορμὴν, ἢ μέρους Πρασίνου στοργὴν, ἢ ἐς αὐτὸν ὑβρίζειν, ἢ ὄνομα ὁτιοῦν ἄλλο
19.2.35
ἐπενεγκὼν, ἢ κληρονόμος αὐτόματος τοῖς τετελευτηκόσιν ἢ καὶ περιοῦσιν, ἂν οὕτω
19.2.36
τύχοι, γινόμενος ἅτε ἐσποιητὸς πρὸς αὐτῶν μενος. αἱ γὰρ δὴ σεμνόταται
19.2.37
τῶν πράξεων αὐτῷ τοιαῦται ἦσαν. ὅπως δὲ καὶ τὴν γενομένην ἐπ' αὐτὸν στάσιν, ἣν
19.2.38
Νίκα ἐκάλουν, διοικησάμενος πᾶσι κληρονόμος τοῖς ἐκ βουλῆς εὐθὺς γέγονεν ἤδη
19.2.39
μοι ἔναγχος δεδιήγηται, καὶ ὅπως τῆς στάσεως πρότερον οὐκ ὀλίγων αὐτὸς ἰδίᾳ
19.2.40
ἑκάστου τὴν οὐσίαν ἀφείλετο. 19. 13 Τοὺς δὲ βαρβάρους ἅπαντας οὐδένα ἀνιεὶς
19.2.41
καιρὸν χρήμασιν ἐδωρεῖτο μεγάλοις, ἑῴους τε καὶ ἑσπερίους πρός τε ἄρκτον καὶ
19.2.42
μεσημβρίαν, ἄχρι ἐς τοὺς ἐν Βρεττανίαις ᾠκημένους καὶ γῆς πανταχόθι τῆς
19.2.43
οἰκουμένης τὰ ἔθνη, ὧνπερ οὐδὲ ὅσον ἀκοὴν πρότερον εἴχομεν, ἀλλὰ πρῶτον
19.2.44
ἰδόντες εἶτα τοῦ γένους ὄνομα 19. 14 ἔγνωμεν. αὐτοί τε γὰρ πυνθανόμενοι τὸ τοῦ
19.2.45
ἀνδρὸς ἦθος ἐπ' αὐτὸν δὴ ἐκ πάσης γῆς ξυνέρρεον ἐς ζάντιον. καὶ ὃς οὐδεμιᾷ
19.2.46
ὀκνήσει, ἀλλ' ὑπερηδόμενός τε τῷ ἔργῳ τούτῳ, καί τι καὶ ἕρμαιον εἶναι οἰόμενος
19.2.47
τὸν μὲνῬωμαίων ἐξαντλεῖν πλοῦτον, βαρβάροις δὲ ἀνθρώποις ἢ ῥοθίοις τισὶ
19.2.48
θαλασσίοις προΐεσθαι, ἀεὶ καθ' ἑκάστην αὐτῶν ἕκαστον ξὺν ἁδροῖς χρήμασιν 19. 16
19.2.49
ἀπεπέμπετο. ταύτῃ τε οἱ βάρβαροι ἅπαντες κύριοι τοῦῬωμαίων παντάπασι
19.2.50
γεγένηνται πλούτου, ἢ τὰ χρήματα πρὸς τοῦ βασιλέως κεκομισμένοι ἢ ληϊζόμενοι
19.2.51
τὴν τῶνῬωμαίων ἀρχὴν, ἢ τοὺς αἰχμαλώτους ἀποδιδόμενοι, ἢ τὴν ἐκεχειρίαν
19.2.52
ἀπεμπολοῦντες, τήν τε τοῦ ὀνείρου ὄψιν, ἧς ἄρτι ἐμνήσθην, ἐς τοῦτο τῷ ἰδόντι 19. 17
19.2.53
ἀποκεκρίσθαι τετύχηκε. καὶ ἄλλους μέντοι ἐπιτεχνήσασθαι τῆς τῶν κατηκόων
19.2.54
λεηλασίας τρόπους ἴσχυσεν, οἵπερ ἐς ὅσον δυνατὸς ἂν εἴην αὐτίκα μάλα λελέξονται,
19.2.55
δι' ὧν οὐκ ἀθρόας, ἀλλὰ κατὰ βραχὺ τὰς πάντων οὐσίας ληΐζεσθαι διαρκῶς ἔσχε.

Intertext edge

Open linked passage

Note