Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 1 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.13.1
μήτηρ ἤδη παίδων γενομένη πολλῶν. εὐθὺς μὲν οὖν ἠξίου μοιχεύτρια τὸ ἐξ
1.13.2
ἀρχῆς εἶναι, ξυγκαλύπτειν μέντοι τοὔργον τοῦτο ἐν σπουδῇ εἶχεν, οὐ καταδυομένη
1.13.3
τοῖς οἰκείοις ἐπιτηδεύμασιν, οὐδέ τι πρὸς τοῦ ξυνοικοῦντος δειμαίνουσα δέος (οὔτε
1.13.4
γὰρ αἰδῶ τινα ἔργου ὁτουοῦν ἔλαβε πώποτε καὶ τὸν ἄνδρα μαγγανείαις πολλαῖς
1.13.5
κατείληφεν), ἀλλὰ τὴν ἐκ τῆς βασιλίδος ὑποπτεύουσα τίσιν. λίαν γὰρ ἐς αὐτὴν ἡ
1.13.6
Θεοδώρα 1. 14 ἠγριαίνετό τε καὶ ἐσεσήρει. ἐπεὶ δὲ αὐτὴν ἐν τοῖς ἀναγκαιοτάτοις
1.13.7
ὑπουργήσασα χειροήθη πεποίηται, πρῶτα μὲν Σιλβέριον διαχρησαμένη τρόπῳ ᾧπερ
1.13.8
ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται, ὕστερον δὲἸωάννην κατεργασαμένη τὸν
1.13.9
Καππαδόκην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐνταῦθα δὴ ἀδεέστερόν τε
1.13.10
καὶ οὐκέτι ἀποκρυπτομένη ἅπαντα ἐξαμαρτάνειν οὐδαμῆ ἀπηξίου. 1. 15Ἦν δέ τις
1.13.11
νεανίας ἐκ Θρᾴκης ἐν τῇ Βελισαρίου οἰκίᾳ, Θεοδόσιος τοὔνομα, δόξης γεγονὼς ἐκ
1.13.12
πατέρων 1. 16 Εὐνομιανῶν καλουμένων. τοῦτον, ἡνίκα ἐς Λιβύην ἀποπλεῖν ἔμελλεν,
1.13.13
ἔλουσε μὲν ὁ Βελισάριος τὸ θεῖον λουτρὸν καὶ χερσὶν ἀνελόμενος ἐνθένδε οἰκείαις
1.13.14
εἰσποιητὸν ἐποιήσατο ξὺν τῇ γυναικὶ παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος,
1.13.15
καὶ ἀπ' αὐτοῦ ἡἈντωνίνα τὸν Θεοδόσιον ἅτε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε ὡς τὸ
1.13.16
εἰκὸς κἀν τοῖς μάλιστα ἐπιμελομένη ἀμφ' αὑτὴν 1. 17 εἶχεν. εὐθύς τε ἐρασθεῖσα
1.13.17
αὐτοῦ ἐκτόπως ἐν τῷ διάπλῳ τούτῳ καὶ κατακορὴς γεγονυῖα τῷ πάθει ἀπεσείσατο
1.13.18
μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων δέος τε καὶ αἰδῶ ξύμπασαν, ἐμίγνυτο δὲ
1.13.19
αὐτῷ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν καὶ δων
1.13.20
παρόντων. κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς
1.13.21
ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. καί ποτε ὁ Βελισάριος ἐπ'
1.13.22
αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο 1. 19 πρὸς τῆς γυναικὸς ἑκών
1.13.23
γε εἶναι. ὁ μὲν γὰρ ἄμφω ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει, ἡ δὲ οὔτε
1.13.24
ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ, «Ἐνταῦθα», ἔφη, «τῶν
1.13.25
λαφύρων τὰ τιμιώτατα σὺν τῷ «νεανίᾳ κρύψουσα ἦλθον, ὡς μὴ ἐς βασιλέα ἔκπυστα
1.20.1
«γένηται». ἡ μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν, ὁ δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε,
1.20.2
καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς
1.20.3
ἀναξυρίδας ξυνδέοντα. ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς ἐβούλετό οἱ τὴν τῶν
1.20.4
οἰκείων ὀφθαλμῶν 1. 21 θέαν ὡς ἥκιστα ἀληθίζεσθαι. τῆς δὲ μαχλοσύνης ἀεὶ
1.20.5
προϊούσης ἐς κακὸν ἄφατον οἱ μὲν ἄλλοι θεώμενοι τὰ πραττόμενα ἐν σιωπῇ εἶχον,
1.20.6
δούλη δέ τις Μακεδονία ὄνομα ἐν Συρακούσαις, ἡνίκα Σικελίας ἐκράτησε
1.20.7
Βελισάριος, ὅρκοις δεινοτάτοις τὸν δεσπότην καταλαβοῦσα, μή ποτε αὐτὴν τῇ
1.20.8
κεκτημένῃ καταπροήσεσθαι, τὸν πάντα αὐτῷ λόγον ἐξήνεγκε, δύο παιδάρια πρὸς
1.20.9
μαρτυρίαν παρασχομένη, οἷς δὴ τὰ ἀμφὶ τὸν κοιτῶνα 1. 22 ὑπηρετεῖν ἐπιμελὲς ἦν.
1.20.10
ταῦτα μαθὼν Βελισάριος τῶν οἱ ἑπομένων τινὰς τὸν Θεοδόσιον ἐκέλευσε
1.20.11
σασθαι. ὁ δὲ προμαθὼν εἰςἜφεσον φεύγει. τῶν γὰρ ἑπομένων οἱ
1.20.12
πλεῖστοι τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι ἀρέσκειν τὴν γυναῖκα
1.20.13
μᾶλλον ἐν σπουδῇ εἶχον ἢ τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν, οἵ γε καὶ τὰ σφίσιν
1.20.14
ἐπικείμενα τότε ἀμφ' αὐτῷ προὔδοσαν. 1. 24 Κωνσταντῖνος δὲ Βελισάριον ὁρῶν
1.20.15
περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι, τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο ἐπεῖπεν ὡς
1.20.16
«Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν 1. 25 «νεανίαν κατειργασάμην».
1.20.17
ὅπερἈντωνίνα μαθοῦσα, κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν, ὅπως ἔγκοτον
1.20.18
ται τὸ εἰς αὐτὸν ἔχθος. ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή. οὐ
1.20.19
πολλῷ δὲ ὕστερον ἢ μαγγανεύσασα ἢ θωπεύσασα πείθει τὸν ἄνδρα ὡς οὐχ ὑγιὲς τὸ
1.20.20
κατηγόρημα τὸ ταύτης γένοιτο· καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ
1.20.21
μετεπέμψατο, Μακεδονίαν δὲ καὶ τὰ 1. 27 παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη. οὓς δὴ
1.20.22
ἅπαντας πρῶτα τὰς γλώττας, ὥσπερ λέγουσιν, ἀποτεμοῦσα, εἶτα κατὰ βραχὺ
1.20.23
κρεουργήσασα καὶ θυλακίοις ἐμβεβλημένη ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ ἔρριψε,
1.20.24
τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος, ᾧ δὴ καὶ τὸ
1.20.25
ἐς Σιλβέριον εἴργασται μίασμα. 1. 28 καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον
1.20.26
Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς
1.20.27
ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις
1.20.28
λωται. μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι, οὐ πρότερον ἀνῆκεν ἡἈντωνίνα,
1.20.29
ἕως αὐτὸν τοῦ λόγου 1. 30 ἐτίσατο, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην. καὶ ἀπ' αὐτοῦ ἔχθος
1.20.30
μέγα περιεβάλλετο ὁ Βελισάριος ἔκ τε βασιλέως καὶ τῶν ἐνῬωμαίοις λογίμων
1.20.31
ἁπάντων. 1. 31 Ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. Θεοδόσιος δὲ οὐκ ἔφη ἐςἸταλίαν
1.20.32
ἀφίξεσθαι οἷός τε εἶναι, ἵνα δὴ τότε διατριβὴν εἶχον Βελισάριός τε καὶἈντωνίνα, ἢν
1.20.33
μὴ 1. 32 Φώτιος ἐκποδὼν γένηται. ὁ γὰρ Φώτιος πρόχειρος μὲν φύσει ἐς τὸ δάκνεσθαι
1.20.34
ἦν, ἤν τις αὐτοῦ παρ' ὁτῳοῦν αὐτῆ δύνηται μᾶλλον, ἐν μέντοι τοῖς ἀμφὶ Θεοδοσίῳ
1.20.35
καὶ δικαίως ἀποπνίγεσθαί οἱ ξυνέβαινεν, ὅτι δὴ αὐτὸς μὲν καίπερ υἱὸς ὢν ἐν οὐδενὶ
1.20.36
ἐγίγνετο λόγῳ, ὁ δὲ δυνάμει τε πολλῇ ἐχρῆτο καὶ χρήματα 1. 33 μεγάλα
1.20.37
περιεβάλλετο. λέγουσι γὰρ αὐτὸν ἐκ Καρχηδόνος τε καὶῬαβέννης ἐς ἑκατὸν
1.20.38
κεντηνάρια ἐξ ἀμφοῖν Παλατίοιν συλήσαντα ἔχειν, ἐπεὶ καὶ μόνῳ κατ' σίαν
1.20.39
διαχειρίσαι ταῦτα ξυνέβη. ἡ δὲἈντωνίνα ἐπεὶ τὴν Θεοδοσίου γνώμην ἔμαθεν, οὐ
1.20.40
πρότερον ἀνῆκεν ἐνεδρεύουσά τε τὸν παῖδα καὶ φονίοις τισὶν ἐπιβουλαῖς αὐτὸν
1.20.41
μετιοῦσα, ἕως καταπράξασθαι ἴσχυσεν αὐτὸν μὲν ἐνθένδε ἀπαλλαγέντα ἐς
1.20.42
Βυζάντιον ὁδῷ ἰέναι, οὐκέτι φέρειν τὰς ἐνέδρας οἷόν τε ὄντα, τὸν δὲ δόσιον
1.20.43
ἐς τὴνἸταλίαν παρ' αὐτὴν ἥκειν. οὗ δὴ κατακόρως τῆς τε τοῦ ἐρωμένου διατριβῆς
1.20.44
καὶ τῆς τοῦ ἀνδρὸς εὐηθείας ἀποναμένη χρόνῳ ὕστερον ξὺν 1. 36 ἀμφοῖν ἐς
1.20.45
Βυζάντιον ἧκεν. ἔνθα δὴ Θεοδόσιον ἐδεδίσσετο τὸ συνειδέναι καὶ ἔστρεφεν αὐτοῦ
1.20.46
τὴν διάνοιαν. λήσειν γὰρ ἐς τὸ παντελὲς οὐδαμῆ ᾤετο, ἐπεὶ τὴν γυναῖκα ἑώρα οὐκέτι
1.20.47
τὸ πάθος ἐγκρυφιάζειν οἵαν τε οὖσαν, οὐδὲ κεκρυμμένως ἐξερρωγέναι, ἀλλὰ
1.20.48
διαρρήδην μοιχαλίδα εἶναί τε καὶ ὀνομάζεσθαι ὡς ἥκιστα 1. 37 ἀπαξιοῦσαν. διὸ δὴ
1.20.49
αὖθις ἐς τὴνἜφεσον ἀφικόμενος καὶ ἀποθριξάμενος ᾗπερ εἴθισται ἐνέγραψεν εἰς
1.38.1
τοὺς μοναχοὺς καλουμένους αὑτόν. τότε δὴ κατ' ἄκρας ἐμάνη καὶ τὴν ἐσθῆτα
1.38.2
ξὺν τῇ διαίτῃ ἐς τρόπον μεταβαλοῦσα τὸν πένθιμον περιῄει συχνὰ κατὰ τὴν οἰκίαν
1.38.3
κωκύουσα, ὀλολυγῇ τε κεχρημένη ὠλοφύρετο οὐκ ἀπολελειμμένου τἀνδρὸς, ὁποῖον
1.38.4
αὐτῇ ἀγαθὸν ὠλώλει, ὡς πιστὸν, ὡς εὔχαριν, ὡς εὐνοϊκὸν, ὡς δραστήριον. 1. 39
1.38.5
τελευτῶσα δὲ καὶ τὸν ἄνδρα ἐς ταύτας δὴ ἐπαγαγομένη τὰς ὀλοφύρσεις ἐκάθισεν.
1.38.6
ἔκλαε γοῦν ὁ ρος τὸν ποθεινὸν ἀνακαλῶν Θεοδόσιον. ὕστερον δὲ καὶ
1.38.7
εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον
1.38.8
μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον. 1. 41
1.38.9
ἀλλὰ Θεοδόσιος ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι, ὡς ἀσφαλέστατα ἐμπεδώσειν
1.38.10
ἰσχυρισάμενος τὸ τῶν μοναχῶν 1. 42 ἐπιτήδευμα. ἦν δὲ ἄρα ὁ λόγος κατάπλαστος,
1.38.11
ὅπως ἐπειδὰν τάχιστα Βελισάριος ἐκ Βυζαντίου ἀποδημοίη, αὐτὸς παρὰ
1.38.12
τὴνἈντωνίναν ἀφίκηται λάθρα. ὅπερ οὖν καὶ ἐγένετο. 2. 1 Αὐτίκα γὰρ Βελισάριος
1.38.13
μὲν ὡς Χοσρόῃ πολεμήσων ξὺν τῷ Φωτίῳ ἐστέλλετο, Ἀντωνίνα δὲ αὐτοῦ 2. 2
1.38.14
ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε. τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον
1.38.15
καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι καὶ τῶν ἐκείνης μαγγανευμάτων ὀλιγωροῦντα
1.38.16
φρονῆσαί τι ἀμφ' αὐτῇ τῶν δεόντων, πανταχόσε τῆς γῆς ξὺν αὐτῷ στέλλεσθαι
1.38.17
ἐπιμελές οἱ 2. 3 ἐγίνετο. ὅπως δὲ καὶ αὖθις Θεοδοσίῳ παρὰἈντωνίναν ἐσιτητὰ εἴη,
1.38.18
Φώτιον ἐκποδών οἱ γενέσθαι ἐν 2. 4 σπουδῇ ἐποιεῖτο. πείθει τοίνυν τῶν Βελισαρίῳ
1.38.19
ἑπομένων τινὰς ἐρεσχελεῖν τε αὐτὸν ἐς ἀεὶ καὶ προπηλακίζειν, οὐδένα ἀνιέντας
1.38.20
καιρόν· αὐτή τε γὰρ γράφουσα ἐς ἡμέραν σχεδόν τι ἑκάστην διέβαλλέ τε 2. 5 διηνεκὲς
1.38.21
καὶ ἐπὶ τῷ παιδὶ πάντα ἐκίνει. οἷς δὴ ὁ νεανίας ἀναγκασθεὶς διαβόλως ἔγνω τῇ μητρὶ
1.38.22
χρῆσθαι, ἥκοντά τέ τινα ἐκ Βυζαντίου, ὃς δὴ ἀπήγγελλε Θεοδόσιον λάθρα
1.38.23
ξὺνἈντωνίνῃ διατριβὴν ἔχειν, παρὰ Βελισάριον εὐθὺς εἰσάγει, φράζειν ἐπιστείλας
1.38.24
τὸν 2. 6 πάντα λόγον. ἅπερ ἐπεὶ ὁ Βελισάριος ἔγνω, ὀξυθυμωθεὶς ὑπερφυῶς ὡς παρὰ
1.38.25
τοὺς Φωτίου πόδας ἐπὶ στόμα πίπτει, καὶ αὐτοῦ ἐδεῖτο τιμωρεῖν οἱ αὐτῷ πάσχοντι
1.38.26
ὑφ' ὧν ἥκιστα χρῆν ἀνόσια ἔργα «Ὦ παῖ» λέγων «γλυκύτατε, πατέρα μὲν τὸν σὸν
1.38.27
ὅστις ποτὲ ἦν «οὐδαμῆ οἶσθα, ἐπεί σε ὑπὸ τιτθοῦ τρεφόμενον ἔτι «καταλιπὼν
1.38.28
ξυνεμετρήσατο τὸν ἑαυτοῦ βίον. οὐ μὴν «οὐδέ του τῶν αὐτοῦ ὤνησαι. ἦν γὰρ τὰ ἐς
1.38.29
τὴν «σίαν οὐ λίαν εὐδαίμων. ὑπ' ἐμοὶ δὲ καίπερ ὄντι «πατρωῷ τραφεὶς, τήν τε
1.38.30
ἡλικίαν τηλικόσδε εἶ, ὡς «σὸν εἶναι ἀμύνειν ἀδικουμένῳ μοι ἐς τὰ μάλιστα, ἔς «τε
1.38.31
ὑπάτων ἀξίωμα ἥκεις καὶ πλούτου περιβέβλησαι «τοσόνδε χρῆμα, ὥστε πατήρ τε καὶ
1.38.32
μήτηρ καὶ τὸ «ξυγγενὲς ἅπαν ἔγωγε καλοίμην ἂν, ὦ γενναῖε, καὶ 2. 8 «εἴην δικαίως.
1.38.33
οὐχ αἵματι γὰρ, ἀλλὰ τοῖς ἔργοις «εἰώθασι δῆτα σταθμᾶσθαι τὴν ἐς ἀλλήλους
1.38.34
στοργὴν 2. 9 «ἄνθρωποι. ὥρα σοι τοίνυν μὴ περιιδεῖν ἐμὲ μὲν «πρὸς τῇ τῆς οἰκίας
1.38.35
διαφθορᾷ καὶ χρημάτων ἐστερη» μένον τοσούτων τὸ πλῆθος, τὴν δὲ μητέρα τὴν σὴν
1.38.36
«αἶσχος ἀναδουμένην οὕτω δὴ μέγα πρὸς πάντων 2. 10 «ἀνθρώπων. ἐνθυμοῦ τε ὡς
1.38.37
αἱ τῶν γυναικῶν ἁμαρ» τάδες οὐκ ἐπὶ τοὺς ἄνδρας ἵενται μόνον, ἀλλὰ καὶ «παίδων
1.38.38
ἅπτονται μᾶλλον, οὕς γε καὶ δόξαν τινὰ «φέρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον συμβήσεται,
1.38.39
ὡς φύσει 2. 11 «τὸν τρόπον ταῖς γειναμέναις ἐοίκασιν. οὑτωσί τε «λογίζου περὶ ἐμοῦ,
1.38.40
ὡς ἐγὼ τὴν γυναῖκα τὴν ἐμαυτοῦ «πάνυ μὲν φιλῶ, καὶ ἤν μοι τίσασθαι τὸν
1.38.41
διαφθορέα «τῆς οἰκίας ἐξῇ, οὐδὲν αὐτὴν ἐργάσομαι φαῦλον, «περιόντος δὲ
1.38.42
Θεοδοσίου ταύτῃ τὸ ἔγκλημα ἐπιχωρεῖν «οὐκ ἂν δυναίμην.» 2. 12 Ταῦτα ἀκούσας ὁ
1.38.43
Φώτιος ὑπηρετήσειν μὲν ὡμολόγει ἐς ἅπαντα, δεδιέναι δὲ μή τι λάβοι ἐνθένδε
1.38.44
κακὸν, τὸ θαρσεῖν ἐπὶ τῷ ἀβεβαίῳ τῆς Βελισαρίου γνώμης τά γε ἐς τὴν γυναῖκα οὐ
1.38.45
σφόδρα ἔχων· ἄλλα τε γὰρ αὐτὸν πολλὰ καὶ τὸ Μακεδονίας δυσωπεῖν 2. 13 πάθος. διὸ
1.38.46
δὴ ἄμφω ἅπαντας ἀλλήλοιν ὠμοσάτην ὅσοι δὴ ἐν Χριστιανοῖς δεινότατοι ὅρκοι εἰσί
1.38.47
τε καὶ ὀνομάζονται, μήποτε ἀλλήλω καταπροήσεσθαι ἄχρι τῶν 2. 14 ἐς τὸν ὄλεθρον
1.38.48
φερόντων κινδύνων. ἐν μὲν οὖν τῷ παρόντι τῷ ἔργῳ ἐγχειρεῖν ἔδοξε σφίσιν
1.38.49
ἀξύμφορον εἶναι, ὁπηνίκα δὲἈντωνίνα ἐκ Βυζαντίου ἀφίκηται, ἐς δὲ τὴνἜφεσον
1.38.50
Θεοδόσιος ἴοι, τηνικάδε τοῦ χρόνου Φώτιον ἐν τῇἘφέσῳ γενόμενον Θεοδόσιόν τε
1.38.51
καὶ τὰ 2. 15 χρήματα οὐδενὶ πόνῳ χειρώσασθαι. τότε μὲν οὖν αὐτοί τε τὴν ἐσβολὴν
1.38.52
παντὶ τῷ στρατῷ ἐς τὴν Περσίδα πεποίηνται χώραν, ἀμφί τεἸωάννῃ τῷ Καππαδόκῃ
1.38.53
ἐν Βυζαντίῳ ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν 2. 16 τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
1.38.54
ἔνθα δὴ τοῦτό μοι τῷ δέει σεσιώπηται μόνον, ὅτι γε οὐκ εἰκῆ τόν τεἸωάννην καὶ τὴν
1.38.55
αὐτοῦ παῖδα ἡἈντωνίνα ἐξηπατήκει, ἀλλ' ὅρκων αὐτοὺς πλήθει, ὧνπερ οὐδὲν
1.38.56
φοβερώτερον ἔν γε Χριστιανοῖς εἶναι δοκεῖ, πιστωσαμένη, μηδεμιᾷ 2. 17 δολερᾷ
1.38.57
γνώμῃ ἐς αὐτοὺς χρῆσθαι. ταῦτά τε διαπεπραγμένη καὶ πολλῷ ἔτι μᾶλλον ἐπὶ τῇ τῆς
1.38.58
βασιλίδος θαρροῦσα φιλίᾳ Θεοδόσιον μὲν ἐςἜφεσον στέλλει, αὐτὴ δὲ μηδὲν
1.38.59
ὑποτοπάζουσα ἐναντίωμα ἐπὶ τὴν ἕω 2. 18 κομίζεται. ἄρτι δὲ Βελισαρίῳ τὸ
1.38.60
Σισαυράνων φρούριον ἑλόντι ὁδῷ ἰοῦσα πρός του ἀγγέλλεται. καὶ ὃς τἄλλα πάντα
1.38.61
ἐν οὐδενὶ λόγῳ πεποιημένος ὀπίσω ὑπῆγε 2. 19 τὸ στράτευμα. ξυνηνέχθη γὰρ, ᾗπέρ
1.38.62
μοι τὰ πρότερα δεδιήγηται, καὶ ἕτερα ἄττα ἐν τῷ στρατοπέδῳ γενέσθαι, ἅπερ αὐτὸν
1.38.63
ἐς τὴν ἀναχώρησιν ὥρμα. τοῦτο 2. 20 μέντοι πολλῷ ἔτι θᾶσσον ἐνταῦθα ἀνῆγεν. ἀλλ'
1.38.64
ὅπερ τοῦδε τοῦ λόγου ἀρχόμενος εἶπον, οὔ μοι ἀκίνδυνον τηνικάδε τοῦ χρόνου
1.38.65
ἔδοξεν εἶναι τὰς αἰτίας τῶν πραγμένων ἁπάσας εἰπεῖν. ἔγκλημά τε ἀπ' αὐτοῦ
1.38.66
ἐγένετο Βελισαρίῳ πρὸς πάντωνῬωμαίων, ὅτι δὴ τῆς πολιτείας τὰ καιριώτατα αὐτὸς
1.38.67
περὶ ἐλάσσονος μάτων τῶν κατὰ τὴν οἰκίαν πεποίηται. ἀρχὴν μὲν γὰρ τῷ
1.38.68
τῆς γυναικὸς πάθει ἐχόμενος, ὡς ἀπωτάτω γενέσθαι τῆς γῆςῬωμαίων οὐδαμῆ
1.38.69
ἤθελεν, ὅπως ἐπειδὰν τάχιστα πύθηται τὴν γυναῖκα ἐκ Βυζαντίου ἥκειν, ἀναστρέψας
1.38.70
αὐτίκα δὴ μάλα καταλαβεῖν τε καὶ σασθαι οἷός τε εἴη. διὸ δὴ τοὺς μὲν
1.38.71
ἀμφὶἈρέθαν Τίγριν ποταμὸν διαβαίνειν ἐκέλευσεν, οἵ γε οὐδὲν ὅ τι καὶ λόγου ἄξιον
1.38.72
διαπεπραγμένοι ἐπ' οἴκου ἀπεκομίσθησαν, αὐτὸς δὲ οὐδὲ ἡμέρας ὁδῷ ἀπολελεῖφθαι

Intertext edge

Open linked passage

Note