Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 20 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Πρῶτα τῷ δήμῳ οἱ ἔπαρχον ἐν Βυζαντίῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐφίστη, ὃς δὴ
20.1.2
ἔμελλε τοῖς τὰ πωλητήρια ἔχουσι πόρου ἐνιαυσίου ἐνθένδε διαλαγχάνων ἐς τὴν
20.1.3
ἐξουσίαν αὐτοὺς ἐμβιβάζειν τοῦ τὰ ὤνια ὅπῃ 20. 2 βούλοιντο ἀποδίδοσθαι. καὶ
20.1.4
περιεστήκει τοῖς τῇδε ἀνθρώποις ὠνεῖσθαι τὰ ἐπιτήδεια, τριπλασίονα μὲν
20.1.5
καταβαλλομένοις τιμήματα, ὅτῳ δὲ ἂν διὰ ταῦτα καλοῖεν, οὐδαμῆ ἔχουσι.
20.1.6
μέγα τε τὸ ἀπὸ τοῦ ἔργου βλάβος ἠγείρετο. μέρος γὰρ τῆς βασιλείας τοῦδε
20.1.7
φερομένης τοῦ πόρου πλουτεῖν ἀπ' αὐτοῦ ἡ τῷ πράγματι 20. 4 ἐφεστῶσα ἀρχὴ ἤθελε.
20.1.8
τὸ δὲ ἐνθένδε οἵ τε τῆς ἀρχῆς ὑπηρέται τῆς αἰσχρᾶς ταύτης ὑπουργίας ἐπειλημμένοι
20.1.9
καὶ οἱ τὰ πωλητήρια ἔχοντες τῆς τοῦ παρανομεῖν ἐξουσίας δραξάμενοι ἀνήκεστα
20.1.10
ἔργα τοὺς τότε ὠνεῖσθαι δεομένους εἰργάζοντο, οὐχ ὅσον πολλὰ εἴρηται
20.1.11
πολλαπλάσια τὰ τιμήματα κομιζόμενοι, ἀλλὰ καὶ δολώσεις ἐν τοῖς ὠνίοις
20.1.12
μηχανώμενοι ἀμυθήτους τινάς. 20. 5Ἔπειτα δὲ πολλὰ καταστησάμενος τὰ
20.1.13
καλούμενα μονοπώλια τήν τε κατηκόων σωτηρίαν ἀπεμπολήσας τοῖς τὸ ἄγος τοῦτο
20.1.14
ἐνεργολαβεῖν ἀξιοῦσιν, αὐτὸς μὲν τίμημα τοῦ ἔργου τούτου ἀντιφορτισάμενος
20.1.15
ἀπηλλάσσετο, τοῖς δὲ αὐτῷ ξυμβεβληκόσι παρείχετο τὴν σίαν ᾗ βούλοιντο
20.1.16
διοικήσασθαι. ὅπερ ἀπαρακαλύπτως ἡμαρτάνετο κἀν ταῖς ἄλλαις ἁπάσαις ἀρχαῖς.
20.1.17
βασιλέως γὰρ μοῖράν τινα οὐ πολλὴν ἀεὶ τῶν φωρίων κομιζομένου αἵ τε ἀρχαὶ ἀπ'
20.1.18
αὐτοῦ καὶ οἱ πράγματι ἐφεστῶτες ἑκάστῳ ἀδεέστερον τοὺς σφίσι παραπίπτοντας 20. 7
20.1.19
ἐληΐζοντο. ὥσπερ δὲ οὐχ ἱκανῶν οἱ ἐς τοῦτο οὐσῶν τῶν πάλαι διατεταγμένων
20.1.20
ἀρχῶν, ἑτέρας δύο ἐπὶ τῇ πολιτείᾳ ἐπετεχνήσατο, καίτοι ἅπαντα μετῄει πρότερον
20.8.1
τὰ ἐγκλήματα ἡ τῷ δήμῳ ἐφεστῶσα ἀρχή. ἀλλ' ὅπως ἀεὶ πλείους τε οἱ
20.8.2
συκοφάνται εἶεν καὶ πολλῷ ἔτι θᾶσσον τῶν οὐδὲν ἐπταικότων ἀνθρώπων τὰ
20.8.3
σώματα 20. 9 αἰκίζοιτο, ταύτας δὴ τὰς ἀρχὰς ἐπινοεῖν ἔγνω. καὶ αὐταῖν τὴν ἑτέραν
20.8.4
μὲν τοῖς κλέπταις δῆθεν τῷ λόγῳ ἐπέστησεν, ὄνομα ταύτῃ ἐπιθεὶς πραίτωρα δήμων·
20.8.5
τῇ δὲ δὴ ἑτέρᾳ τούς τε παιδεραστοῦντας ἐς ἀεὶ τίννυσθαι καὶ γυναιξὶν οὐ νόμιμα
20.8.6
μιγνυμένους ἐπήγγελλε, καὶ εἴ τῳ τὰ ἐς τὸ θεῖον οὐκ ὀρθῶς ἤσκηται, 20. 10 ὄνομα
20.8.7
ταύτῃ ἐπιθεὶς κοιαισίτωρα. ὁ μὲν οὖν πραίτωρ εἴ τινα ἐν τοῖς φωρίοις λόγου πολλοῦ
20.8.8
ἄξια εὗρε, ταῦτα δὴ τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίου, φάσκων 20. 11 οὐδαμῆ
20.8.9
φαίνεσθαι τοὺς τούτων κυρίους. ταύτῃ τε χρημάτων ἀεὶ τῶν τιμιωτάτων
20.8.10
διαλαγχάνειν ὁ βασιλεὺς εἶχεν. ὁ δὲ δὴ κοιαισίτωρ καλούμενος τοὺς
20.8.11
παραπεπτωκότας κατεργαζόμενος, ἃ μὲν βούλοιτο, βασιλεῖ ἔφερεν, αὐτὸς δὲ οὐδὲν
20.8.12
ἧσσον ἐπλούτει τοῖς τρίοις οὐδενὶ νόμῳ. οἱ γὰρ δὴ τούτων τῶν ἀρχῶν
20.8.13
ὑπηρέται οὔτε κατηγόρους ἐπήγοντο οὔτε μάρτυρας τῶν πεπραγμένων παρείχοντο,
20.8.14
ἀλλὰ διηνεκὲς πάντα τοῦτον τὸν χρόνον ἀκατηγόρητοί τε καὶ ἀνεξέλεγκτοι ὡς
20.8.15
λαθραιότατα ἐντυχόντες ἐκτείνοντό τε καὶ ἀφῃροῦντο τὰ χρήματα. 20. 13Ὕστερον
20.8.16
δὲ ὁ παλαμναῖος οὗτος ταύταις τε καὶ τῇ τῷ δήμῳ ἐφεστώσῃ ἀρχῇ πάντων ὁμοίως
20.8.17
ἐπιμελεῖσθαι τῶν ἐγκλημάτων ἐπέστελλεν, ἐρίζειν σφίσι πρὸς ἀλλήλους εἰπὼν ὅστις
20.8.18
αὐτῶν πλείους τε καὶ θᾶσσον 20. 14 διαφθείρειν ἱκανὸς εἴη. καὶ αὐτῶν ἕνα μὲν αὐτὸν
20.8.19
εὐθὺς ἐρέσθαι φασὶν, ἢν ἐς τοὺς τρεῖς τίς ποτε διαβάλλοιτο, τίνος ἂν αὐτῶν ἡ τοῦ
20.8.20
πράγματος διάγνωσις εἴη· τὸν δὲ ὑπολαβόντα φάναι, ὅστις ἂν αὐτῶν
20.8.21
τερήσας τοὺς ἄλλους φθάνοι. ἀλλὰ καὶ τὴν τοῦ κοιαίστωρος καλουμένην ἀρχὴν
20.8.22
διέθετο οὐδενὶ κόσμῳ, ἧσπερ διαφερόντως ἐπεμελοῦντο οἱ πρότερον
20.8.23
βεβασιλευκότες, ὡς εἰπεῖν, ἅπαντες, ὅπως τε τὰ ἄλλα ἔμπειροι καὶ σοφοὶ καὶ τὰ ἐς
20.8.24
τοὺς νόμους μάλιστα εἶεν οἱ ταύτην διαχειρίσαντες καὶ χρημάτων διαφανῶς
20.8.25
ἀδωρότατοι, ὡς οὐκ ἄνευ μεγάλου ὀλέθρου τούτου γε τῇ πολιτείᾳ γενησομένου,
20.8.26
εἴπερ οἱ ταύτην τὴν ἀρχὴν ἔχοντες ἢ ἀπειρίᾳ τινὶ ἔχοιντο ἢ φιλοχρηματίᾳ ἐφεῖντο.
20.16.1
ὁ δὲ βασιλεὺς οὗτος πρῶτον μὲν ἐπὶ ταύτης Τριβωνιανὸν κατεστήσατο, οὗπερ
20.16.2
τὰ ἐπιτηδεύματα ἐν τοῖς 20. 17 ἔμπροσθεν λόγοις διαρκῶς εἴρητο. ἐπεὶ δὲ ὁ
20.16.3
Τριβωνιανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, μοῖραν μὲν αὐτοῦ τῆς οὐσίας ἀφείλετο, καίτοι
20.16.4
παιδός τέ οἱ ἀπολελειμμένου καὶ πλήθους ἐκγόνων, ἐπεὶ ἐπεγένετο τῷ ἀνθρώπῳ ἡ
20.16.5
τέλειος ἡμέρα τοῦ βίου, Ἰούνιλον δὲ Λίβυν γένος ἐπὶ τῆς τιμῆς κατεστήσατο ταύτης,
20.16.6
νόμου μὲν οὐδὲ ὅσον ἀκοὴν ἔχοντα, ἐπεὶ οὐδὲ τῶν ῥητόρων τις ἦν, γράμματα δὲ
20.16.7
Λατῖνα μὲν ἐξεπιστάμενον, Ἑλληνικῶν μέντοι ἕνεκα οὐδὲ πεφοιτηκότα πρὸς
20.16.8
γραμματιστοῦ πώποτε, οὐδὲ τὴν γλῶσσαν αὐτὴν ἑλληνίζειν δυνά
20.16.9
μενον (πολλάκις ἀμέλει φωνὴνἙλληνίδα προθυμηθεὶς ἀφεῖναι πρὸς τῶν
20.16.10
ὑπηρετούντων γέλωτα ὦφλεν), ἐς δὲ τὴν αἰσχροκέρδειαν δαιμονίως ἐσπουδακότα,
20.16.11
ὅς γε γράμματα μὲν τὰ βασιλέως ἐν δημοσίῳ ἀπεμπολῶν ὡς 20. 18 ἥκιστα κατεδύετο.
20.16.12
ἑνὸς δὲ στατῆρος χρυσοῦ ἕνεκα τὴν χεῖρα ὀρέγειν τοῖς ἐντυγχάνουσιν οὐδαμῆ ὤκνει.
20.19.1
οὐχ ἧσσόν τε ἢ ἑπτὰ ἐνιαυτῶν χρόνον τοῦτον ἡ τεία τὸν γέλωτα
20.19.2
ὦφλεν. ἐπεὶ δὲ καὶἸούνιλος ἐς τὸ μέτρον τοῦ βίου ἀφίκετο, Κωνσταντῖνον ἐπὶ τοῦδε
20.19.3
τοῦ ἀξιώματος κατεστήσατο, νόμων μὲν ὄντα οὐκ ἀμελέτητον, νέον δὲ κομιδῆ καὶ
20.19.4
οὔπω ἀγωνίας δικανικῆς ἐς πεῖραν ἐλθόντα, κλεπτίστατον δὲ καὶ
20.19.5
τον ἀνθρώπων ἁπάντων. οὗτοςἸουστινιανῷ ποθεινότατός τε ἄγαν καὶ φίλτατος ἐν
20.19.6
τοῖς μάλιστα ἐγεγόνει, ἐπεὶ καὶ δι' αὐτοῦ κλέπτειν τε καὶ δικάζειν ἀεὶ ὁ 20. 22
20.19.7
βασιλεὺς οὗτος οὐδαμῆ ἀπηξίου. διὸ δὴ χρήματα μεγάλα χρόνου ὀλίγου
20.19.8
Κωνσταντῖνος ἔσχε καὶ ὑπερφυεῖ τινι κόμπῳ ἐχρῆτο, ἀεροβατῶν τε καὶ πάντας
20.19.9
ἀνθρώπους περιφρονῶν, κἂν μέν τινες αὐτῷ πολλὰ βούλοιντο χρήματα προέσθαι,
20.19.10
ταῦτα δὴ κατατιθέντες τῶν οἱ πιστοτάτων τισὶ τὰ σφίσιν ἐσπουδασμένα 20. 23
20.19.11
κατορθοῦν ἴσχυον. αὐτῷ μέντοι ἐντυχεῖν ἢ ξυγγενέσθαι τῶν πάντων οὐδενὶ γέγονε
20.19.12
δυνατὸν, ὅτι μὴ ἐς βασιλέα δρόμῳ ἰόντι ἢ ἀπαλλασσομένῳ ἐνθένδε οὐ βάδην, ἀλλὰ
20.19.13
σπουδῇ τε καὶ τάχει πολλῷ τοῦ μή τινά οἱ ἀκερδῆ ἀσχολίαν τοὺς προσιόντας
20.19.14
προστρίβεσθαι. 21. 1 Ταῦτα μὲν οὖν τῇδε βασιλεῖ τῷδε εἶχε. πρὸς δὲ τοῦ τῶν
20.19.15
πραιτωρίων ἐπάρχου ἀνὰ πᾶν ἔτος πλέον ἢ τριάκοντα κεντηνάρια πρὸς τοῖς
20.19.16
δημοσίοις σετο φόροις. οἷς δὴ ὄνομα τὸ ἀερικὸν ἐπιτέθεικεν, 21. 2 ἐκεῖνο,
20.19.17
οἶμαι, παραδηλῶν, ὅτι δὴ οὐ τεταγμένη τις οὐδὲ ξυνειθισμένη οὖσα ἡ φορὰ
20.19.18
ἐτύγχανεν αὕτη, ἀλλὰ τύχῃ τινὶ ὥσπερ ἐξ ἀέρος ἀεὶ αὐτὴν φερομένην ἐλάμβανε,
20.19.19
δέον τῆς πονηρίας τῆς αὐτοῦ ταῦτα ἐπικαλεῖν 21. 3 ἔργα. ὧν δὴ τῷ ὀνόματι οἱ ἐπὶ τῆς
20.19.20
ἀρχῆς τεταγμένοι ἀδεέστερον ἀεὶ ταῖς ἐς τοὺς κατηκόους λῃστείαις 21. 4 ἐχρῶντο.
20.19.21
καὶ ταῦτα μὲν τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίουν, αὐτοὶ δὲ πλοῦτον βασιλικὸν
20.19.22
περιεβάλλοντο 21. 5 οὐδενὶ πόνῳ. ὧνπερἸουστινιανὸς ἐπιστροφὴν οὐδεμίαν
20.19.23
ἐδικαίου ποιεῖσθαι, καιροφυλακῶν ὅπως, ἐπειδὰν τάχιστα πλούτου τι μέγα
20.19.24
περιβάλωνται χρῆμα, ἔγκλημα ὅ τι δὴ αὐτοῖς ἐπενεγκὼν ἀπροφάσιστον ἀθρόον
20.19.25
αὐτοῖς ἀφαιρεῖσθαι τὴν οὐσίαν ἱκανὸς εἴη. ὅπερ καὶἸωάννην 21. 6 τὸν Καππαδόκην
20.19.26
εἰργάσατο. ἅπαντες οὖν ἀμέλει ὅσοι τῆς τιμῆς ὑπὸ τὸν χρόνον τοῦτον ἐλαμβάνοντο
20.19.27
πλούσιοι ἐξαπιναίως οὐδενὶ γεγένηνται μέτρῳ, δυοῖν μέντοι χωρὶς, Φωκᾶ τε, οὗπερ
20.19.28
ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ δικαίου ἐς τὸ ἀκρότατον ἐπιμελητοῦ
20.19.29
γεγονότος· κέρδους γὰρ ὁτουοῦν οὗτος ὁ ἀνὴρ ἐν τῷ ἀξιώματι καθαρὸς ἔμεινε, καὶ
20.19.30
Βάσσου, ὃς δὴ ἐν χρόνῳ 21. 7 τῷ ὑστέρῳ τὴν ἀρχὴν ἔλαβεν. ὧνπερ οὐδέτερος
20.19.31
ἐνιαυτὸν διασώσασθαι τὴν τιμὴν ἔσχεν, ἀλλ' ἅτε ἀχρεῖοί τε καὶ τοῦ καιροῦ τὸ
20.19.32
παράπαν ἀλλόκοτοι μηνῶν που 21. 8 ὀλίγων τοῦ ἀξιώματος ἔξω γεγένηνται. ἵνα δὲ
20.19.33
μὴ τὸ καθ' ἕκαστόν μοι διηγουμένῳ ἀτελεύτητος ὁ λόγος εἴη, ταῦτα κἀν ταῖς ἄλλαις
20.19.34
ἐπράσσετο ταῖς ἐν Βυζαντίῳ ἀρχαῖς. 21. 9 Πανταχόθι μέντοι τῆςῬωμαίων ἀρχῆς
20.19.35
ὁἸουστινιανὸς ἐποίει τάδε. τοὺς πονηροτάτους τῶν ἀνθρώπων ἀπολεξάμενος
20.19.36
διεφθάρθαι ἀπεδίδοτο τὰς ἀρχὰς σφίσι 21. 10 χρημάτων μεγάλων. σώφρονι γὰρ ἀνδρὶ
20.19.37
ἢ ξυνέσεως ὁπωστιοῦν μεταλαχόντι ἔννοια οὐδεμία ἐγένετο χρήματα οἰκεῖα
20.19.38
προΐεσθαι, ἐφ' ᾧ δὴ τοὺς οὐδὲν κότας ληΐζηται. τοῦτό τε τὸ χρυσίον πρὸς
20.19.39
τῶν ξυμβαλλόντων κεκομισμένος ἐς τὴν ἐξουσίαν αὐτοὺς 21. 12 ἐνεβίβαζε τοῦ τοὺς
20.19.40
κατηκόους πάντα ἐργάζεσθαι. ἀφ' ὧν ἔμελλον τὰς χώρας αὐτοῖς ἀνθρώποις
20.19.41
ἀπολοῦντες 21. 13 ἁπάσας πλούσιοι τὸ λοιπὸν ἔσεσθαι αὐτοί. οἱ δὲ τὰς τῶν πόλεων
20.19.42
τιμὰς ἐπὶ τόκοις ἁδροῖς τισιν ἀπὸ τῆς τραπέζης δεδανεισμένοι καὶ τῷ ἀποδεδομένῳ
20.19.43
ἀπαριθμήσαντες, ἐπειδὴ ἐγίνοντο ἐν ταῖς πόλεσι, πᾶσαν κακοῦ ἰδέαν ἐς τοὺς
20.19.44
ἀρχομένους ἀεὶ ἐνδεικνύμενοι οὐκ ἄλλου του ἐν ἐπιμελείᾳ καθίσταντο ἢ ὅπως τοῖς
20.19.45
χρήσταις τὰ ὡμολογημένα τελέσειαν καὶ αὐτοὶ τὸ λοιπὸν ἐν τοῖς πλουσιωτάτοις
20.19.46
τετάξονται, οὐκ ἔχοντος αὐτοῖς κίνδυνόν τινα ἢ ὕβριν τοῦ ἔργου, φέροντος δέ τι καὶ
20.19.47
δόξης μᾶλλον, ὅσῳ καὶ πλείους τῶν σφίσι παραπεπτωκότων οὐδενὶ λόγῳ
20.19.48
ἀποκτείναντες ληΐζεσθαι ἴσχυον. 21. 14 τὸ γὰρ τοῦ φονέως τε καὶ λῃστοῦ ὄνομα ἐς τὸ
20.19.49
τοῦ 21. 15 δραστηρίου αὐτοῖς ἀποκεκρίσθαι ξυνέβαινεν. ὅσους μέντοι τῶν ἐχόντων
20.19.50
ἀρχὰς ᾔσθετο πλούτῳ ἀκμάζοντας, τούτους δὴ σκήψεσι σαγηνεύσας εὐθὺς ἅπαντα
20.19.51
συλλήβδην ἀφῃρεῖτο τὰ χρήματα. 21. 16 Μετὰ δὲ νόμον τοὺς τὰς ἀρχὰς ἔγραψε
20.19.52
μετιόντας ὀμνύναι ἦ μὴν καθαροὺς ἀπὸ πάσης κλοπῆς σφᾶς αὐτοὺς ἔσεσθαι, καὶ
20.19.53
μήτε τι δώσειν τῆς ἀρχῆς ἕνεκα 21. 17 μήτε λήψεσθαι. ἀράς τε πάσας ἐπέβαλεν, ὅσαι
20.19.54
πρὸς τῶν παλαιοτάτων ὠνομασμέναι εἰσὶν, ἤν τις τῶν γραμμένων ἐκβαίη.
20.19.55
ἀλλὰ τοῦ νόμου τεθέντος οὔπω ἐνιαυτὸν αὐτὸς μὲν τῶν γεγραμμένων καὶ
20.19.56
κατηραμένων ὀλιγωρήσας καὶ τῆς ὑπὲρ τούτων αἰσχύνης, ἀδεέστερον τὰ τιμήματα
20.19.57
τῶν ἀρχῶν οὐκ ἐν παραβύστῳ, ἀλλ' ἐς 21. 19 τὸ δημόσιον τῆς ἀγορᾶς ἔπραττεν. οἱ δὲ
20.19.58
τὰς ἀρχὰς ὠνημένοι διώμοτοι μᾶλλον ἢ πρότερον πάντα ἐσύλων. 21. Ὕστερον δὲ
20.19.59
καὶ ἄλλο τι ἐπετεχνήσατο ἀκοῆς κρεῖσσον. τῶν ἀρχῶν, ἅσπερ ἀξιωτάτας ἔν τε
20.19.60
Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ᾤετο εἶναι, οὐκέτι ἀπεμπολεῖν ἔγνω ᾗπερ τὰ
20.19.61
πρότερα, μισθωτοὺς δὲ διερευνώμενος ἐχειροτόνει, τάξας αὐτοῖς ὅ τι δὴ
20.19.62
μισθαρνοῦντας φέρειν αὐτῷ τὰ φώρια πάντα. οἱ δὲ τὴν μίσθωσιν
20.19.63
κεκομισμένοι ἀδεέστερον ξυμφορήσαντες ἐκ πάσης γῆς ἅπαντα ἔφερον καὶ
20.19.64
περιήρχετο μισθοφόρος ἐξουσία τῷ τῆς ἀρχῆς ὀνόματι καταληϊζομένη τοὺς
20.19.65
ὑπηκόους. 21. 22 οὕτως ὁ βασιλεὺς ἀκριβολογούμενος τὸν ἅπαντα χρόνον ἐκείνους
20.19.66
ἐφίστη τοῖς πράγμασιν οἳ δὴ πάντων κατὰ τὸν ἀληθῆ λόγον μιαρώτατοι ἦσαν, ἀεί τε
20.19.67
τὸ 21. 23 κακὸν τοῦτο ἰχνηλατῶν κατετύγχανεν. ἡνίκα οὖν ἀμέλει τοὺς πρώτους
20.19.68
πονηροὺς ἐπὶ τῆς ἀρχῆς κατεστήσατο ἐς φῶς τε αὐτῶν ἡ τῆς δυνάμεως ἐξουσία τὴν
20.19.69
κακοτροπίαν ἐξήνεγκεν, ἐθαυμάζομέν γε ὅπως δὴ κακότητα 21. 24 τοσαύτην
20.19.70
ἀνθρώπου φύσις ἐχώρησεν. ἐπεὶ δὲ αὐτοὺς οἱ χρόνῳ τῳ ἀρχὰς ἐκδεξάμενοι πολλῷ
20.19.71
τῷ περιόντι παρελᾶν ἴσχυσαν, διηποροῦντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι ὅντινα
20.19.72
τρόπον οἱ πρόσθεν πονηρότατοι δόξαντες τοσούτῳ παραλόγῳ ἅτε αὐτοὶ καλοὶ καὶ
20.19.73
ἀγαθοὶ γεγονότες ἐν τοῖς σφετέροις ἐπιτηδεύμασι, πρὸς τῶν ἐπιγενομένων
20.19.74
ἡσσήθησαν, αὖθίς τε οἱ τρίτοι τοὺς δευτέρους ὑπερηκόντισαν πονηρίᾳ τῇ πάσῃ, καὶ
20.19.75
μετ' ἐκείνους ἕτεροι τοῖς τῶν ἐγκλημάτων καινοτομήμασιν 21. 25 ὄνομα χρηστὸν
20.19.76
τοῖς φθάσασι προσετρίψαντο. μηκυνομένου τε τοῦ κακοῦ πᾶσιν ἐκμεμαθηκέναι τῷ
20.19.77
ἔργῳ ξυνέβη ὅτι δὴ τοῖς ἀνθρώποις ἐπ' ἄπειρον μὲν ἡ πονηρία φύεσθαι εἴωθε,
20.19.78
μαθήσει δὲ τῶν προγεγενημένων ἐκτρεφομένη καὶ τῇ τῆς παρρησίας ἐξουσίᾳ ἐς τὸ
20.19.79
λυμαίνεσθαι τοῖς παραπίπτουσιν ἐξαγομένη ἐς τοσόνδε ἀεὶ ἐξικνεῖσθαι δοκεῖ ἐς ὅσον
20.19.80
δύναται ἡ τῶν βλαπτομένων σταθμᾶσθαι δόξα. 21. 26Ῥωμαίοις μὲν οὖν τά γε ἀμφὶ
20.19.81
τοῖς ἄρχουσι ταύτῃ πη εἶχε. Πολλάκις δὲ καὶ Οὔννων πολεμίων στρατῷ
20.19.82
ἀνδραποδίσασί τε καὶ ληϊσαμένοις τὴνῬωμαίων ἀρχὴν οἱ Θρᾳκῶν τε καὶἸλλυριῶν
20.19.83
στρατηγοὶ βεβουλευμένοι ἀναχωροῦσιν ἐπιθήσεσθαι ἀπεπήδησαν, ἐπεὶ
20.19.84
βασιλέωςἸουστινιανοῦ γράμματα εἶδον, ἀπεροῦντα σφίσι τὴν ἐς τοὺς βαρβάρους
20.19.85
ἐπίθεσιν, ἀναγκαίων αὐτῶν ἐς ξυμμαχίανῬωμαίοις ὄντων ἐπὶ Γότθους ἴσως ἢ ἐπὶ

Intertext edge

Open linked passage

Note