Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 21 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.27.1
ἄλλους πολεμίων τινάς. καὶ ἀπ' αὐτοῦ οἱ βάρβαροι οὗτοι ἐληΐζοντο μὲν ὡς
21.27.2
πολέμιοι καὶ ἠνδραποδίζοντο τοὺς τῇδεῬωμαίους, ξὺν δὲ τῇ ἄλλῃ λείᾳ καὶ τοῖς
21.27.3
αἰχμαλώτοις ἅτε φίλοι καὶ ξύμμαχοιῬωμαίοις ὄντες 21. 28 ἐπ' οἴκου ἀπεκομίζοντο.
21.27.4
πολλάκις δὲ καὶ γεωργῶν τῶν ἐνταῦθά τινες, παίδων τε σφετέρων καὶ γυναικῶν
21.27.5
πόθῳ ἐξηνδραποδισμένων ἠγμένοι, ἀθρόοι τε γεγενημένοι ἀναχωροῦσι πολλοὺς
21.27.6
ἐτύγχανον κτείναντες, καὶ αὐτῶν τοὺς ἵππους ἴσχυσαν ξὺν πάσῃ ἀφελέσθαι τῇ λείᾳ,
21.27.7
πραγμάτων μέντοι ἐς πεῖραν ἦλθον ἐνθένδε 21. 29 δυσκόλων. ἐκ Βυζαντίου γάρ τινες
21.27.8
ἐσταλμένοι αἰκίζεσθαί τε αὐτῶν καὶ λωβᾶσθαι τὰ σώματα καὶ χρήμασι ζημιοῦν
21.27.9
οὐδεμιᾷ ὀκνήσει ἠξίουν, ἕως τοὺς ἵππους ἅπαντας δοῖεν οὕσπερ τοὺς βαρβάρους
21.27.10
ἀφείλοντο. 22. 1Ἡνίκα δὲ βασιλεύς τε καὶ Θεοδώρα τὸν ΚαππαδόκηνἸωάννην
21.27.11
ἀνεῖλον, ἀντικαθιστάναι μὲν ἐς τιμὴν τὴν αὐτοῦ ἤθελον, ἄνδρα δέ τινα πονηρότερον
21.27.12
εὑρεῖν ἐπὶ κοινῆς ἐν σπουδῇ ἐποιοῦντο, περισκοπούμενοί τε τὸ τοιοῦτο τῆς
21.27.13
τυραννίδος ὄργανον καὶ πάσας διερευνῶντες τὰς τῶν ἀνθρώπων γνώμας, ὅπως ἔτι
21.27.14
θᾶσσον 22. 2 τοὺς ὑπηκόους ἀπολεῖν δύνωνται. ἐν μὲν οὖν τῷ παραυτίκα Θεόδοτον
21.27.15
ἀντ' αὐτοῦ ἐπὶ τῆς ἀρχῆς κατεστήσαντο, ἄνδρα οὐ καλοήθη μὲν, οὐ σφόδρα δὲ 22. 3
21.27.16
ἀρέσκειν αὐτοῖς ἱκανὸν γεγονότα. ὕστερον δὲ ἅπαν διερευνώμενοι περιήρχοντο.
21.27.17
εὗρον δὲ παρὰ δόξαν ἀργυραμοιβόν τινα Πέτρον ὀνόματι, Σύρον γένος, ὅνπερ
21.27.18
ἐπίκλησιν Βαρσύμην ἐκάλουν· ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος
21.27.19
κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς
21.27.20
κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τῷ τῶν δακτύλων τάχει
21.27.21
ἐκκρούων. 22. 4 δεξιὸς γὰρ ἦν κλέψαι μὲν τὰ τῶν αὐτῷ περιπεπτωκότων ἀνέδην,
21.27.22
ἁλοὺς δὲ ὀμόσαι καὶ τῶν χειρῶν τὸ τημα τῷ τῆς γλώττης περικαλύψαι
21.27.23
θράσει. ἐν δὲ τοῖς τῶν ὑπάρχων στρατιώταις καταλεχθεὶς ἐς τοσοῦτον ἀτοπίας
21.27.24
ἐλήλακεν ὥστε Θεοδώρᾳ ἀρέσκειν τε ἐν τοῖς μάλιστα καὶ ἐς τῶν ἀδίκων αὐτῇ
21.27.25
βουλημάτων ῥᾷστα 22. 6 ὑπουργεῖν τὰ ἀμήχανα. διὸ δὴ Θεόδοτον μὲν, ὅνπερ μετὰ
21.27.26
τὸν Καππαδόκην καταστησάμενοι ἔτυχον, τῆς τιμῆς αὐτίκα παρέλυσαν, Πέτρον δὲ
21.27.27
ταύτῃ ἐπέστησαν, 22. 7 ὅσπερ αὐτοῖν διεπράξατο κατὰ νοῦν ἅπαντα. τούς τε γὰρ
21.27.28
στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας οὔτε αἰσχυνθεὶς οὔτε δείσας
21.27.29
πώποτε ὤφθη, ἀλλὰ καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προὔθηκεν,
21.27.30
ἀτιμοτέρας τε αὐτὰς καταστησάμενος ἀπεδίδοτο τοῖς ταύτην δὴ οὐκ ἀποκνοῦσι τὴν
21.27.31
ἀνοσίαν ἐμπορίαν ἐργάζεσθαι, ἐφιεὶς διαρρήδην τοῖς τὰς ἀρχὰς ὠνησαμένοις ταῖς
21.27.32
τῶν ἀρχομένων ψυχαῖς τε καὶ οὐσίαις ᾗ 22. 8 βούλοιντο χρήσασθαι. αὐτῷ τε γὰρ
21.27.33
εὐθὺς καὶ τῷ τῆς ἀρχῆς καταβεβληκότι τὸ τίμημα ἡ τοῦ συλᾶν τε καὶ ἄλλως
21.27.34
ἁρπάζειν ἐξουσία ξυνέκειτο. καὶ προῄει μὲν ἐκ τοῦ κεφαλαίου τῆς πολιτείας ἡ τῶν
21.27.35
βίων ὠνὴ, 22. 9 ἐπράττετό τε τὸ συμβόλαιον τῆς τῶν πόλεων διαφθορᾶς ἔν τε τῶν
21.27.36
δικαστηρίων τοῖς προὔχουσι καὶ τῷ δημοσίῳ τῆς ἀγορᾶς περιήρχετο λῃστὴς
21.27.37
ἔννομος, ὄνομα τῇ πράξει τιθεὶς τὴν συλλογὴν τῶν ἐπὶ τοῖς τιμήμασι τῆς ἀρχῆς
21.27.38
καταβεβλημένων χρημάτων, οὐκ ἐχούσης 22. 10 τινὰ ἐλπίδα τῆς τῶν
21.27.39
ἁμαρτανομένων ἐπιστροφῆς. καὶ πάντων δὲ τῶν τῇ ἀρχῇ ὑπηρετούντων, πολλῶν τε
21.27.40
καὶ δοκίμων ὄντων, τοὺς πονηροτάτους ἀεὶ ἐς αὑτὸν 22. 11 εἷλκε. τοῦτο δὲ οὐκ αὐτὸς
21.27.41
ἐξήμαρτε μόνος, ἀλλὰ καὶ ὅσοι ταύτην πρότερόν τε καὶ ὕστερον τὴν τιμὴν ἔσχον.
21.27.42
22. 12Ἡμαρτάνετο δὲ τοιοῦτο κἀν τῇ τοῦ μαγίστρου καλουμένου ἀρχῇ κἀν τοῖς
21.27.43
Παλατίνοις, οἳ δὴ ἀμφί τε τοὺς θησαυροὺς καὶ τὰ πριβᾶτα καλούμενα τό τε
21.27.44
πατριμώνιον ἐπιτελεῖν ἀεὶ τὴν ὑπουργίαν εἰώθασιν, ἐν πάσαις τε συλλήβδην εἰπεῖν
21.27.45
ταῖς ἐν Βυζαντίῳ καὶ 22. 13 πόλεσι ταῖς ἄλλαις τεταγμέναις ἀρχαῖς. ἐξ οὗ γὰρ ὅδε ὁ
21.27.46
τύραννος τὰ πράγματα διῳκήσατο, ἐν ἀρχῇ ἑκάστῃ τοὺς τοῖς ὑπηρετοῦσι
21.27.47
προσήκοντας πόρους πὴ μὲν αὐτὸς, πὴ δὲ ὁ τὴν τιμὴν ἔχων προσεποιοῦντο ἐν οὐδενὶ
21.27.48
λόγῳ, οἵ τε αὐτοῖς ἐπιτάττουσιν ὑπουργοῦντες πενόμενοι τὰ ἔσχατα πάντα τοῦτον
21.27.49
τὸν χρόνον δουλοπρεπέστατα ὑπουργεῖν ἠναγκάζοντο. 22. 14 Σίτου δὲ πολλοῦ
21.27.50
κομιδῆ ἐς Βυζάντιον κεκομισμένου ἐσεσήπει μὲν ὁ πλεῖστος ἤδη, αὐτὸς δὲ τοῦτον
21.27.51
πόλεσι ταῖς ἑῴαις ἐπέβαλλε κατὰ λόγον ἑκάστῃ, καίπερ οὐκ ἔχοντα ἐπιτηδείως ἐς
21.27.52
βρῶσιν ἀνθρώπων, ἐπέβαλλέ τε, οὐχ ᾗπερ ἀποδίδοσθαι τὸν κάλλιστον σῖτον εἰώθει,
21.27.53
ἀλλὰ καὶ πολλῷ ἀξιώτερον, ἦν τε τοῖς ὠνουμένοις ἐπάναγκες χρήματα μεγάλα
21.27.54
προεμένοις ἐπὶ τιμήμασι φορτικωτάτοις, εἶτα τὸν σῖτον ἐς τὴν θάλασσαν ἢ ἔς 22. 15
21.27.55
τινα ὑδροχόην ἀπορριπτεῖν. ἐπεὶ δὲ καὶ σίτου ἀκραιφνοῦς τε καὶ οὔπω σεσηπότος
21.27.56
μέγα τι πλῆθος ἐνταῦθα ἀπέκειτο, καὶ τοῦτο πλείστων τῶν πόλεων ταῖς σίτου 22. 16
21.27.57
ὑποσπανιζούσαις ἀπεμπολεῖν ἔγνω. ταύτῃ γὰρ διπλάσια τὰ χρήματα ἐποίει ἅπερ τοῖς
21.27.58
ὑποτελέσι τὸ δημόσιον ὑπὲρ τοῦδε τοῦ σίτου τὰ πρότερα ἐλελόγιστο. 22. 17 ἀλλ' ἐπεὶ
21.27.59
ἐς νέωτα οὐκέτι ὁμοίως ἡ τῶν καρπῶν φορὰ ἤκμαζεν, ἐνδεεστέρως μὲν ἢ κατὰ
21.27.60
χρείαν ἐς Βυζάντιον ὁ σιταγωγὸς στόλος ἀφίκετο, Πέτρος δὲ τοῖς παροῦσι
21.27.61
διαπορούμενος, ἐκ τῶν ἔν τε Βιθυνίᾳ καὶ Φρυγίᾳ καὶ Θρᾴκῃ χωρίων πρίασθαι μέγα τι
21.27.62
χρῆμα σίτου 22. 18 ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν ἐς τὴν
21.27.63
θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ αὐτὰ
21.27.64
ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν
21.27.65
ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι ὥστε ἀγαπᾶν ἤν τις αὐτοὺς ἐῴη
21.27.66
τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι καὶ τίμημα ἕτερον ὑπὲρ 22. 19 αὐτοῦ
21.27.67
κατατιθέναι. τοῦτό ἐστι τὸ ἄχθος ὅπερ καλεῖν συνωνὴν νενομίκασιν. ἐπεὶ δὲ οὐδ' ὣς
21.27.68
σῖτος ἐν Βυζαντίῳ κατὰ τὴν χρείαν ἱκανὸς ἐγεγόνει, πολλοὶ τὸ 22. 20 πρᾶγμα ἐς
21.27.69
βασιλέα διέβαλλον. ἅμα δὲ καὶ οἱ στρατευόμενοι σχεδόν τι ἅπαντες ἅτε τὰς εἰωθυίας
21.27.70
οὐ κεκομισμένοι ξυντάξεις, θορύβῳ τε ἀνὰ τὴν πόλιν καὶ 22. 21 ταραχῇ πολλῇ
21.27.71
εἴχοντο. βασιλεὺς μὲν οὖν ἤδη τε αὐτῷ χαλεπῶς ἔχειν ἔδοξε καὶ παραλύειν αὐτὸν
21.27.72
τῆς ἀρχῆς ἤθελε διά τε ταῦτα ἅπερ ἐρρήθη καὶ ὅτι χρήματα δαιμονίως μεγάλα
21.27.73
ἠκηκόει αὐτῷ ἀποκεκρύφθαι, 22. 22 ἅπερ ἐκ τοῦ δημοσίου σεσυληκὼς ἔτυχε. καὶ ἦν
21.27.74
δὲ οὕτως. Θεοδώρα δὲ τὸν ἄνδρα οὐκ εἴα. ἐκτόπως γὰρ τὸν Βαρσύμην ἠγάπα, ἐμοὶ
21.27.75
μὲν δοκεῖ, τῆς τε πονηρίας ἕνεκα καὶ τοῦ τοῖς κατηκόοις διαφερόντως 22. 23
21.27.76
λυμαίνεσθαι. αὐτή τε γὰρ ὠμοτάτη ἦν καὶ ἀπανθρωπίας ἀτεχνῶς ἔμπλεως καὶ τοὺς
21.27.77
ὑπουργοῦντας ἠξίου τὰ ἐς τὸν τρόπον αὐτῇ ἐπιτηδείως ὡς μάλιστα ἔχειν. 22. 24 φασὶ
21.27.78
δὲ αὐτὴν καὶ καταμαγευθεῖσαν πρὸς τοῦ Πέτρου 22. 25 ἀκούσιον αὐτῷ εὐνοϊκῶς
21.27.79
ἔχειν. περί τε γὰρ τοὺς φαρμακέας καὶ τὰ δαιμόνια περιέργως ἐσπουδάκει ὁ
21.27.80
Βαρσύμης οὗτος, καὶ τοὺς καλουμένους Μανιχαίους ἐτεθήπει τε καὶ αὐτῶν
21.27.81
προστατεῖν ἐκ τοῦ ἐμφανοῦς 22. 26 οὐδαμῆ ἀπηξίου. καίτοι καὶ ταῦτα ἡ βασιλὶς
21.27.82
ἀκούσασα οὐ μεθῆκε τὴν ἐς τὸν ἄνθρωπον εὔνοιαν, ἀλλὰ μᾶλλον ἔτι διὰ ταῦτα
21.27.83
περιστέλλειν τε καὶ ἀγαπᾶν 22. 27 ἔγνω. μάγοις τε γὰρ καὶ φαρμακεῦσι καὶ αὐτὴ
21.27.84
ὁμιλήσασα ἐκ παιδὸς ἅτε τῶν ἐπιτηδευμάτων αὐτὴν ἐς τοῦτο ἀγόντων διεβίω
21.27.85
πιστεύουσά τε τῷ πράγματι 22. 28 τούτῳ καὶ αὐτῷ τὸ θαρσεῖν ἐς ἀεὶ ἔχουσα. λέγεται
21.27.86
δὲ καὶ τὸνἸουστινιανὸν οὐ τοσοῦτον θωπεύουσα χειροήθη ποιήσασθαι, ὅσον τῇ ἐκ
21.27.87
τῶν δαιμονίων 22. 29 ἀνάγκῃ. οὐ γάρ τις ἦν εὔφρων ἢ δίκαιος ὅδε ἀνὴρ ἢ ἐς τὸ
21.27.88
ἀγαθὸν βέβαιος, ὥστε κρείσσων ποτὲ τῆς τοιαύτης ἐπιβουλῆς εἶναι, ἀλλὰ φόνων μὲν
21.27.89
καὶ χρημάτων ἔρωτος διαφανῶς ἥσσων, τοῖς δὲ αὐτὸν τῶσι καὶ
21.27.90
κολακεύουσιν οὐ χαλεπῶς εἴκων. ἔν τε πράξεσι ταῖς μάλιστά οἱ ἐσπουδασμέναις
21.27.91
μετεβάλλετό τε οὐδενὶ λόγῳ καὶ κονιορτῷ ἐνδελεχέστατα ἐμφερὴς 22. 31 ἐγεγόνει.
21.27.92
ταῦτά τοι οὐδέ τις τῶν αὐτοῦ ξυγγενῶν ἢ ἄλλως γνωρίμων ἐλπίδα τινά ποτε
21.27.93
ἀσφαλῆ ἐπ' αὐτῷ ἔσχεν, ἀλλὰ μεταναστάσεις αὐτῷ ἐς ἀεὶ τῆς ἐς τὰ
21.27.94
τηδεύματα ἐγίνοντο γνώμης. οὕτω τε καὶ τοῖς φαρμακεῦσιν, ὅπερ ἐρρήθη, εὐέφοδος
21.27.95
ὢν καὶ τῇ Θεοδώρᾳ πόνῳ οὐδενὶ ὑποχείριος ἐγεγόνει, καὶ ἀπ' αὐτοῦ μάλιστα ἡ
21.27.96
βασιλὶς ἅτε σπουδαῖον τὰ τοιαῦτα τὸν Πέτρον 22. 33 ὄντα ὑπερηγάπα. ἀρχῆς μὲν οὖν
21.27.97
ἧς τὰ πρότερα εἶχε βασιλεὺς αὐτὸν παρέλυσε μόλις, Θεοδώρας δὲ ἐγκειμένης οὐ
21.27.98
πολλῷ ὕστερον ἄρχοντα τῶν θησαυρῶν αὐτὸν κατεστήσατο, Ἰωάννην παραλύσας
21.27.99
ταύτης δὴ τῆς τιμῆς, ὅσπερ αὐτὴν παρειληφὼς μησί που ὀλίγοις 22. 34 πρότερον
21.27.100
ἔτυχεν. ἦν δὲ οὗτος ἀνὴρ γένος μὲν Παλαιστῖνος, πρᾷος δὲ καὶ ἀγαθὸς ἄγαν, καὶ οὔτε
21.27.101
πορίζεσθαι χρημάτων ἀδίκων πόρους εἰδὼς, οὔτε τῳ νάμενος πώποτε
21.27.102
τῶν πάντων ἀνθρώπων. ἀμέλει καὶ διαφερόντως ἠγάπων αὐτὸν ὁ λεὼς ἅπας. διά
21.27.103
τοι τοῦτοἸουστινιανόν τε καὶ τὴν ὁμόζυγα οὐδαμῆ ἤρεσκεν, οἵπερ ἐπειδὴ τῶν σφίσιν
21.27.104
ὑπουργούντων καλόν τε καὶ ἀγαθὸν παρὰ δόξαν τινὰ ἴδοιεν, ἰλιγγιῶντες καὶ
21.27.105
δυσφορούμενοι ἐς τὰ μάλιστα πάσῃ μηχανῇ αὐτὸν ὅτι τάχιστα διωθεῖσθαι ἐν σπουδῇ
21.27.106
ἐποιοῦντο. 22. 36 Οὕτω γοῦν καὶ τοῦτον τὸνἸωάννην ὁ Πέτρος ἐκδεξάμενος
21.27.107
θησαυρῶν τε τῶν βασιλικῶν προὔστη καὶ ξυμφορῶν αὖθις μεγάλων αἰτιώτατος
21.27.108
ἅπασι γέγονεν. 22. 37 ἀποτεμνόμενος γὰρ τῶν χρημάτων τὸ πλεῖστον μέρος, 22. 37
21.27.109
ἅπερ ἐν παραψυχῆς λόγῳ πολλοῖς χορηγεῖσθαι ἀνὰ πᾶν ἔτος πρὸς βασιλέως ἐκ
21.27.110
παλαιοῦ διατέτακται, αὐτὸς μὲν τοῖς δημοσίοις οὐ δέον ἐπλούτει καὶ μοῖραν
21.27.111
θένδε βασιλεῖ ἀνέφερεν. οἱ δὲ τὰ χρήματα περιῃρημένοι ἐν πένθει μεγάλῳ
21.27.112
περιεκάθηντο, ἐπεὶ καὶ τὸ χρυσοῦν νόμισμα οὐχ ᾗπερ εἰώθει ἐκφέρειν ἠξίου, ἀλλ'
21.27.113
ἔλασσον αὐτὸ καταστησάμενος, πρᾶγμα οὐδεπώποτε γεγονὸς πρότερον. 22. 39 Τὰ μὲν
21.27.114
ἀμφὶ τοῖς ἄρχουσι βασιλεῖ ταύτῃ πη εἶχεν. ὅπως δὲ τοὺς τὰ χωρία κεκτημένους
21.27.115
πανταχῆ διέφθειρεν 22. 40 ἐρῶν ἔρχομαι. ἀπέχρη μὲν οὖν ἡμῖν τῶν ἐς τὰς πόλεις
21.27.116
ἁπάσας στελλομένων ἀρχόντων ἐπιμνησθεῖσιν οὐ πολλῷ πρότερον καὶ τούτων δὴ
21.27.117
τῶν ἀνθρώπων σημῆναι τὰ πάθη. πρώτους γὰρ οἱ ἄρχοντες οὗτοι τοὺς τῶν χωρίων
21.27.118
κυρίους βιαζόμενοι ἐληΐζοντο, καὶ ὣς δὲ τἄλλα εἰρήσεται πάντα. 23. 1 Πρῶτον μὲν
21.27.119
εἰθισμένον ὂν ἐκ παλαιοῦ ἕκαστον τὴνῬωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον,
21.27.120
ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους
21.27.121
δωρεῖσθαι πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα
21.27.122
ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις
21.27.123
παρέχεσθαι, συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν
21.27.124
ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν 23. 2 τοιοῦτο ἐς τοὺς
21.27.125
κατηκόους εἰργάσατο. καὶ ἀπ' αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν
21.27.126
ἀποδρᾶναί τε καὶ 23. 3 μηδενὶ ἔτι ἐπανιέναι. καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους
21.27.127
ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ
21.27.128
καταβάλλοντας τῆς κειμένης τῷ χωρίῳ φορᾶς. οὐ γὰρ ὅσον οἱ ταλαίπωροι
21.27.129
τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος
21.27.130
οὐδὲν προσῆκον νεσθαι φόροις. πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς
21.27.131
συκοφάνταις ἢ τῷ δημοσίῳ προέμενοι σοντο. ἔπειτα δὲ Μήδων μὲν καὶ
21.27.132
Σαρακηνῶν τῆςἈσίας γῆν τὴν πολλὴν, τῶν δὲ δὴ Οὔννων καὶ Σκλαβηνῶν καὶ
21.27.133
Ἀντῶν ξύμπασαν Εὐρώπην ληϊσαμένων, καὶ τῶν πόλεων τὰς μὲν καθελόντων ἐς
21.27.134
ἔδαφος, τὰς δὲ ἀργυρολογησάντων ἐς τὸ ἀκριβὲς μάλιστα, τοὺς δὲ ἀνθρώπους
21.27.135
ἐξανδραποδισάντων ξὺν χρήμασι πᾶσιν, ἔρημόν τε τῶν οἰκητόρων καταστησαμένων
21.27.136
χώραν ἑκάστην ταῖς καθ' ἡμέραν ἐπιδρομαῖς, φόρον μὲν οὐδενὶ τῶν ἁπάντων
21.27.137
ἀφῆκε, πλήν γε δὴ ὅσον ἐνιαυτοῦ ταῖς 23. 7 ἁλούσαις τῶν πόλεων μόνον. καίτοι εἰ
21.27.138
καθάπερἈναστάσιος βασιλεὺς ἑπτάετες ταῖς ἁλούσαις τὰ τέλη ἐπιχωρεῖν ἔγνω, οἶμαι
21.27.139
δ' ἂν οὐδ' ὣς αὐτὸν πεποιῆσθαι τὰ δέοντα, ἐπεὶ Καβάδης μὲν ταῖς οἰκοδομίαις ὡς
21.27.140
ἥκιστα λυμηνάμενος ἀπιὼν ᾤχετο, Χοσρόης δὲ ἅπαντα πυρπολήσας ἐς ἔδαφος
21.27.141
καθεῖλε, μείζω τε προσετρίψατο 23. 8 τοῖς περιπεπτωκόσι τὰ πάθη. καὶ τούτοις μὲν
21.27.142
τοῖς ἀνθρώποις οἷσπερ τὸ γελοιῶδες τοῦτο τοῦ φόρου ἀφῆκε καὶ τοῖς ἄλλοις ἅπασι,
21.27.143
πολλάκις μὲν δεξαμένοις τὸν Μήδων στρατὸν, διηνεκὲς δὲ Οὔννων τε καὶ βαρβάρων
21.27.144
Σαρακηνῶν γῆν τὴν ἑῴαν ληϊσαμένων, οὐδὲν δὲ ἧσσον καὶ τῶν ἐπὶ τῆς Εὐρώπης
21.27.145
βαρβάρων ταῦτα ἐργαζομένων ἀεὶ καὶ καθ' ἑκάστην τοὺς ἐκείνῃῬωμαίους, βασιλεὺς
21.27.146
οὗτος χαλεπώτερος εὐθὺς γέγονε 23. 9 βαρβάρων ἁπάντων. συνωναῖς τε γὰρ καὶ ταῖς
21.27.147
καλουμέναις ἐπιβολαῖς τε καὶ διαγραφαῖς οἱ τῶν χωρίων κύριοι τῶν πολεμίων
21.27.148
ἀνακεχωρηκότων αὐτίκα μάλα 23. 10 ἡλίσκοντο. ὅ τι δὲ τὰ ὀνόματά ἐστί τε καὶ
21.27.149
βούλεται ταῦτα, ἐγὼ δηλώσω. 23. 11 Τοὺς τὰ χωρία κεκτημένους ἀναγκάζουσι
21.27.150
τὸνῬωμαίων ἐκτρέφειν στρατὸν κατὰ τὸ μέτρον τῆς κειμένης ἑκάστῳ φορᾶς,
21.27.151
τιμημάτων καταβαλλομένων οὐχ ᾗπερ ἐφίησιν ὁ παρὼν τῇ χρείᾳ καιρὸς, ἀλλ' ᾗπερ
21.27.152
ἔξεστι καὶ διώρισται, οὐ διερευνώμενοι δὲ, εἴπερ αὐτοῖς 23. 12 τὰ ἐπιτήδεια ἐν τῇ
21.27.153
χώρᾳ ξυμβαίνει. περιέστηκέ τε τοὺς δειλαίους τούτους ἀνάγκη τὰ μὲν ἐπιτήδεια
21.27.154
στρατιώταις τε καὶ ἵπποις ἐσκομίζεσθαι πάντα ὠνουμένους αὐτὰ τιμημάτων πολλῶν
21.27.155
ἐς ἄγαν ἀξιωτέρων καὶ ταῦτα ἐκ χώρας, ἂν οὕτω τύχοι, μακράν που οὔσης καὶ ταῦτα
21.27.156
ἐς τὸ χωρίον ἀποκομίζειν, οὗ δὴ τὸ στρατόπεδον ξυμβαίνει εἶναι, μετρεῖν τε τοῖς τῶν
21.27.157
στρατιωτῶν χορηγοῖς, οὐ καθάπερ πᾶσιν ἀνθρώποις νόμος, 23. 13 ἀλλ' ᾗπερ ἐκείνοις
21.27.158
ἂν βουλομένοις εἴη. καὶ τοῦτό ἐστι τὸ πρᾶγμα ὅπερ συνωνὴ καλεῖται, ἐξ οὗ δὴ
21.27.159
ἅπασιν ἐκνενευρίσθαι τοῖς τῶν χωρίων κυρίοις ξυμβαίνει. 23. 14 φόρον γὰρ ἀπ'
21.27.160
αὐτοῦ τὸν ἐπέτειον οὐχ ἥσσονα ἢ δεκαπλασίονα ἐγκατατιθέναι σφίσιν ἐπάναγκες,
21.27.161
οἷς γε οὐ μόνον, ὥσπερ εἴρηται, τῷ στρατῷ χορηγεῖν, ἀλλὰ καὶ σῖτον ἐς Βυζάντιον
21.27.162
πολλάκις διακομίζειν ταῦτα πεπονθόσι ξυνέπεσεν, ἐπεὶ οὐχ ὁ Βαρσύμης καλούμενος
21.27.163
μόνος τὸ τοιοῦτο ἄγος ἐξαμαρτάνειν τετόλμηκεν, ἀλλὰ καὶ πρότερον μὲν ὁ
21.27.164
Καππαδόκης, ὕστερον δὲ οἱ μετὰ τὸν Βαρσύμην τοῦτο δὴ τὸ τῆς ἀρχῆς παραλαβόντες
21.27.165
ἀξίωμα. 23. 15 Τὰ μὲν οὖν τῆς συνωνῆς ταύτῃ πη ἔχει· τὸ δὲ τῆς ἐπιβολῆς ὄνομα
21.27.166
ὄλεθρός τίς ἐστιν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγενόμενος
21.27.167
πρόρριζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα. 23. 16 χωρίων γὰρ τὸ τέλος τῶν
21.27.168
ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη
21.27.169
τετύχηκεν ἢ παντάπασιν ἀπολωλέναι, ἢ γῆν πατρῴαν ἀπολιποῦσι τοῖς ἐγκειμένοις
21.27.170
σφίσι διὰ ταῦτα κακοῖς κρύπτεσθαι, οὐκ ἀπαξιοῦσιν ἐπιφέρειν τοῖς οὔπω
21.27.171
διεφθαρμένοις παντάπασι. 23. 17 Τοιοῦτο μὲν καὶ τὸ τῆς ἐπιβολῆς ὄνομά ἐστιν,
21.27.172
ἐπιπολάσαν ὡς τὸ εἰκὸς ἐπὶ τὸν χρόνον μάλιστα τοῦτον. τὰ δὲ τῶν διαγραφῶν ὡς
21.27.173
συντομώτατα φράσαντι λάχθαι τῇδέ πη ἔχει. ζημίαις πολλαῖς ἄλλως τε
21.27.174
καὶ ὑπὸ τοὺς χρόνους τούτους περιβάλλεσθαι τὰς πόλεις ἦν ἀνάγκη· ὧνπερ τάς τε
21.27.175
ἀφορμὰς καὶ τοὺς τρόπους ἀφίημι λέγειν ἐν τῷ παρόντι, ὡς μή μοι ὁ λόγος 23. 19
21.27.176
ἀπέραντος εἴη. ταύτας οἱ τὰ χωρία ἔχοντες ἀπέτινον, τίμημα κατατιθέντες κατὰ
21.27.177
λόγον τῆς ἐγκειμένης ἑκάστῳ 23. 20 φορᾶς. οὐκ ἄχρι δὲ τούτων αὐτοῖς τὸ κακὸν
21.27.178
ἔστη, ἀλλὰ καὶ τοῦ λοιμοῦ ξύμπασαν περιλαβόντος τήν τε ἄλλην οἰκουμένην καὶ
21.27.179
οὐχ ἥκιστα τὴν τῶνῬωμαίων ἀρχὴν τῶν τε γεωργῶν ἀφανίσαντος μέρος τὸ
21.27.180
πλεῖστον, καὶ ἀπ' αὐτοῦ ἐρήμων ὡς τὸ εἰκὸς τῶν χωρίων γεγενημένων, οὐδεμιᾷ
21.27.181
φειδοῖ ἐχρήσατο ἐς τοὺς τούτων 23. 21 κυρίους. φόρον γὰρ τὸν ἐπέτειον οὔποτε ἀνίει
21.27.182
πραττόμενος οὐχ ᾗπερ ἑκάστῳ ἐπέβαλλε μόνον, ἀλλὰ καὶ 23. 22 γειτόνων τῶν
21.27.183
ἀπολωλότων τὴν μοῖραν. προσῆν δὲ αὐτοῖς καὶ τἄλλα πάντα ὧνπερ ἐμνήσθην
21.27.184
ἀρτίως ἅτε τοῖς τῶν χωρίων δεδυστυχηκόσι τὴν κτῆσιν ἀεὶ ἐγκειμένων, ἔτι μέντοι
21.27.185
καὶ τοῖς μὲν στρατιώταις ἀνὰ τὰ κάλλιστά τε καὶ τιμιώτατα δωματίων τῶν
21.27.186
σφετέρων ᾠκημένοις ὑπηρετεῖν, αὐτοῖς δὲ πάντα τοῦτον τὸν χρόνον ἐν τοῖς
21.27.187
φαυλοτάτοις τε καὶ ἀπημελημένοις τῶν οἰκιδίων δίαιταν ἔχειν. 23. 23Ἅπερ ἅπαντα
21.27.188
ὑπὸ τὴνἸουστινιανοῦ τε καὶ Θεοδώρας βασιλείαν τοῖς ἀνθρώποις ἀεὶ γίνεσθαι
21.27.189
ξυνέβη, ἐπεὶ οὔτε πόλεμον οὔτε τι ἄλλο τῶν μεγίστων κακῶν 23. 24 ἐν τούτῳ δὴ τῷ
21.27.190
χρόνῳ λελωφηκέναι τετύχηκεν. ἐπεὶ δὲ δωματίων ἐμνήσθημεν, οὐδὲ τοῦτο
21.27.191
παριτέον ἡμῖν, ὅτι δὴ οἱ κεκτημένοι τὰς ἐν Βυζαντίῳ οἰκίας βαρβάροις ἐνταῦθα
21.27.192
καταλύειν παρεχόμενοι ἑπτακισμυρίοις μάλιστα οὖσιν, οὐχ ὅπως τῶν σφετέρων
21.27.193
ὀνίνασθαι οὐδαμῆ εἶχον, ἀλλὰ καὶ προσετρίβοντο δυσκόλοις ἑτέροις. 24. 1 Οὐ μὴν
21.27.194
οὐδὲ τὰ ἐς τοὺς στρατιώτας αὐτῷ εἰργασμένα σιωπῇ δοτέον, οἷς δὴ τοὺς
21.27.195
πονηροτάτους ἐπέστησεν ἀνθρώπων ἁπάντων χρήματα σφᾶς ὅτι πλεῖστα ξυλλέγειν
21.27.196
ἐνθένδε κελεύσας, εὖ εἰδότας ὡς μοῖρα τῶν πορισθησομένων ἡ δωδεκάτη αὐτοῖς
21.27.197
ται. ὄνομα δὲ λογοθέτας αὐτοῖς ἔθετο. οἱ δὲ ἀνὰ πᾶν ἔτος ἐπενόουν τάδε.
21.27.198
τὰς στρατιωτικὰς συντάξεις οὐχ ὁμοίως νόμος χορηγεῖσθαι ἐφεξῆς ἅπασιν, ἀλλὰ
21.27.199
νέοις μὲν ἔτι αὐτοῖς οὖσι καὶ στρατευσαμένοις ἀρτίως ἐλάσσων ὁ πόρος, πεπονηκόσι
21.27.200
δὲ καὶ μέσοις που ἤδη 24. 3 καταλόγου γεγενημένοις ἐπὶ μεῖζον χωρεῖ. γεγηρακόσι
21.27.201
μέντοι καὶ μέλλουσι τῆς στρατείας ἀφίεσθαι πολλῷ ἔτι κομπωδεστέρα ἡ σύνταξις,
21.27.202
ὅπως αὐτοί τε τὸ λοιπὸν ἰδίᾳ βιοῦντες ἐς τὸ ἀποζῆν διαρκῶς ἔχοιεν, καὶ ἐπειδὰν
21.27.203
αὐτοῖς ξυμμετρήσασθαι τὸν βίον ξυμβαίη, παραψυχήν τινα τῶν οἰκείων ἀπολιπεῖν
21.27.204
τοῖς κατὰ τὴν 24. 4 οἰκίαν δυνατοὶ εἶεν. ὁ τοίνυν χρόνος τῶν στρατιωτῶν τοὺς
21.27.205
καταδεεστέρους ἐς τῶν τετελευτηκότων ἢ τῆς στρατείας ἀφειμένων τοὺς βαθμοὺς
21.27.206
ἀεὶ ἀναβιβάζων πρυτανεύει κατὰ πρεσβεῖα τὰς ἐκ τοῦ δημοσίου τάξεις
21.27.207
ἑκάστῳ. ἀλλ' οἱ λογοθέται καλούμενοι οὐκ εἴων ἐκ τῶν καταλόγων ἀφαιρεῖσθαι τὰ
21.27.208
τῶν τετελευτηκότων ὀνόματα, καίπερ ὁμοῦ διαφθειρομένων, ἄλλως τε καὶ κατὰ
21.27.209
τοὺς πολέμους συχνοὺς γινομένους, τῶν πλείστων. οὐ μὴν οὐδὲ τοὺς καταλόγους
21.27.210
ἔτι ἐπλήρουν, καὶ ταῦτα 24. 6 χρόνου συχνοῦ. καὶ ἀπ' αὐτοῦ περιειστήκει τῇ μὲν
21.27.211
πολιτείᾳ τὸν τῶν στρατευομένων ἀριθμὸν ἐνδεέστερον ἀεὶ εἶναι, τῶν δὲ
21.27.212
στρατιωτῶν τοῖς περιοῦσι πρὸς τῶν πάλαι τετελευτηκότων διωθουμένοις ἐπὶ μοίρας
21.27.213
παρὰ τὴν ἀξίαν τῆς καταδεεστέρας ἀπολελεῖφθαι, τάς τε ξυντάξεις ἐλαττόνως ἢ
21.27.214
κατὰ
21.27.215
τὴν
21.27.216
προσήκουσαν
21.27.217
κομίζεσθαι
21.27.218
τάξιν ,
21.27.219
τοῖς
21.27.220
δὲ
21.27.221
λογοθέταις
21.27.222
διαλαγχάνεινἸουστινιανῷ τῶν στρατιωτικῶν χρημάτων πάντα τοῦτον τὸν χρόνον.
21.27.223
24. 7Ἔτι μέντοι καὶ ἄλλαις ζημιῶν ἰδέαις πολλαῖς τοὺς στρατιώτας ἀπέκναιον,
21.27.224
ὥσπερ ἀμειβόμενοι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ἐπικαλοῦντες τοῖς μὲν ὡς
21.27.225
Γραικοὶ εἶεν, ὥσπερ οὐκ ἐξὸν τῶν ἀπὸ τῆς Ἑλλάδος τὸ παράπαν τινὶ γενναίῳ
21.27.226
γενέσθαι, τοῖς δὲ ὡς οὐκ ἐπιτεταγμένον πρὸς βασιλέως σφίσι στρατεύοιντο, καίπερ
21.27.227
ἀμφὶ τούτῳ γράμματα βασιλέως ἐνδεικνυμένοις, ἅπερ οἱ λογοθέται διαβάλλειν
21.27.228
οὐδεμιᾷ ὀκνήσει ἐτόλμων· ἄλλοις δὲ, ὅτι δὴ τῶν ἑταίρων ἡμέρας σφίσιν
21.27.229
λεῖφθαί τινας ξυμβαίη. ὕστερον καὶ τῶν ἐν Παλατίῳ φυλάκων τινὲς ἀνὰ πᾶσαν
21.27.230
στελλόμενοι τὴνῬωμαίων ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις
21.27.231
τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε
21.27.232
ἀχρείους ὄντας ἢ γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ λοιπὸν ἐκ
21.27.233
τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς προσαιτοῦντες τροφὴν δακρύων τε καὶ
21.27.234
ὀλοφύρσεως ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς δὲ λοιποὺς,
21.27.235
ὅπως δὴ μὴ ταὐτὰ καὶ αὐτοὶ πείσωνται, χρήματα μεγάλα ἐπράττοντο, ὥστε πάντων
21.27.236
τοὺς στρατιώτας ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους τε γεγονέναι
21.27.237
καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν μεῖσθαι ξυνέβη. ὅθενῬωμαίοις καὶ τὰ ἐνἸταλίᾳ
21.27.238
πράγματα λελύσθαι ξυνέπεσεν. οὗ δὴἈλέξανδρος ὁ λογοθέτης σταλεὶς τοῖς μὲν
21.27.239
στρατιώταις ταῦτα ἐπικαλεῖν οὐδεμιᾷ ὀκνήσει ἐθάρρει, τοὺς δὲἸταλοὺς χρήματα
21.27.240
ἔπραττε, τῶν ἐς Θευδέριχον καὶ Γότθους 24. 10 πεπολιτευμένων ἀμύνεσθαι φάσκων.
21.27.241
οὐ μόνοι δὲ οἱ στρατιῶται πενίᾳ τε καὶ ἀπορίᾳ πρὸς τῶν λογοθετῶν ἐπιέζοντο, ἀλλὰ
21.27.242
καὶ οἱ πᾶσιν ὑπηρετοῦντες τοῖς στρατηγοῖς παμπληθεῖς τε καὶ δόξῃ μεγάλοι τὰ
21.27.243
πρότερα 24. 11 ὄντες, λιμῷ καὶ πενίᾳ δεινῇ ἤχθοντο. οὐ γὰρ εἶχον ὅθεν τὰ εἰωθότα
21.27.244
σφίσι πορίσονται. 24. 12 Προσθήσω δέ τι τούτοις καὶ ἕτερον, ἐπεί με ὁ τῶν
21.27.245
στρατιωτῶν λόγος ἐς τοῦτο ἄγει. οἱῬωμαίων βεβασιλευκότες ἐν τοῖς ἄνω χρόνοις
21.27.246
πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρατιωτῶν πλῆθος
21.27.247
ἐπὶ φυλακῇ τῶν ὁρίων τῆςῬωμαίων ἀρχῆς, καὶ κατὰ τὴν ἑῴαν μάλιστα μοῖραν
21.27.248
ταύτῃ τὰς ἐφόδους Περσῶν τε καὶ Σαρακηνῶν ἀναστέλλοντες, 24. 13 οὕσπερ
21.27.249
λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς ὁ βασιλεὺς κατ' ἀρχὰς μὲν οὕτω δὴ
21.27.250
παρέργως τε καὶ φαύλως ἐχρῆτο, ὥστε τεσσάρων ἢ πέντε αὐτοῖς ἐνιαυτῶν τῶν
21.27.251
συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι, καὶ ἐπειδὰνῬωμαίοις τε καὶ Πέρσαις
21.27.252
εἰρήνη γένοιτο, ἠναγκάζοντο οἱ ταλαίπωροι οὗτοι ἅτε καὶ αὐτοὶ τῶν ἐκ τῆς εἰρήνης
21.27.253
ἀγαθῶν ἀπολαύσοντες χρόνου ῥητοῦ τὰς ὀφειλομένας σφίσι ξυντάξεις τῷ δημοσίῳ
21.27.254
χαρίζεσθαι· ὕστερον δὲ καὶ αὐτὸ τὸ τῆς στρατείας ὄνομα 24. 14 αὐτοὺς ἀφείλετο
21.27.255
οὐδενὶ λόγῳ. τὸ λοιπὸν τὰ μὲν ὅρια τῆςῬωμαίων ἀρχῆς φυλακτηρίων ἐκτὸς
21.27.256
ἔμεινεν, οἱ δὲ στρατιῶται ἐξαπιναίως ἔβλεπον εἰς τῶν εὐσεβεῖν εἰωθότων τὰς
21.27.257
χεῖρας. 24. 15Ἕτεροι στρατιῶται οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ τρισχίλιοι τὰ ἐξ ἀρχῆς
21.27.258
ἐπὶ φυλακῇ τοῦ Παλατίου 24. 16 κατέστησαν, οὕσπερ σχολαρίους καλοῦσι. καὶ αὐτοῖς
21.27.259
συντάξεις ἀνέκαθεν πλείους ἢ τοῖς ἄλλοις ἅπασι τὸ δημόσιον ἀεὶ χορηγεῖν εἴωθε.
21.27.260
τούτους οἱ πρότεροι μὲν ἀριστίνδην ἀπολέξαντες ἐξἈρμενίων ἐς ταύτην 24. 17 δὴ
21.27.261
τὴν τιμὴν ἦγον. ἐξ οὗ δὲ Ζήνων τὴν βασιλείαν παρέλαβε, πᾶσιν ἐξουσία ἐγένετο καὶ
21.27.262
ἀνάνδροις καὶ ἀπολέμοις οὖσι παντάπασι τούτου δὴ τοῦ ὀνόματος 24. 18 ἐπιβατεύειν.
21.27.263
προϊόντος δὲ τοῦ χρόνου καὶ ἀνδράποδα κατατιθέντες τίμημα τὴν στρατείαν
21.27.264
ὠνοῦντο ταύτην. ἡνίκα τοίνυνἸουστῖνος τὴν βασιλείαν παρέλαβεν,
21.27.265
οὗτοςἸουστινιανὸς πολλοὺς ἐς τὴν τιμὴν κατεστήσατο 24. 19 ταύτην, χρήματα
21.27.266
μεγάλα περιβαλόμενος. ἐπεὶ δὲ τούτοις τοῖς καταλόγοις οὐδένα ἐνδεῖν τὸ λοιπὸν
21.27.267
ᾔσθετο, ἑτέρους αὐτοῖς ἐς δισχιλίους ἐντέθεικεν, οὕσπερ αρίθμους
21.27.268
ἐκάλουν. ἐπειδὴ δὲ αὐτὸς τὴν βασιλείαν ἔσχε, τούτους δὴ τοὺς ὑπεραρίθμους
21.27.269
ἀπεσείσατο αὐτίκα μάλα, τῶν χρημάτων οὐδ' ὁτιοῦν ἀποδοὺς σφίσιν. 24. 21Ἐς μέντοι
21.27.270
τοὺς ἐντὸς τοῦ τῶν σχολαρίων ἀριθμοῦ ὄντας ἐπενόει τάδε. ἡνίκα στράτευμα ἐπὶ
21.27.271
Λιβύην ἢἸταλίαν ἢ ἐπὶ Πέρσας ὡς σταλήσεται ἐπίδοξον εἴη, καὶ αὐτοῖς ὡς
21.27.272
ξυστρατεύσουσιν ἐπήγγελλε συσκευάζεσθαι, καίπερ ἐξεπιστάμενος ἐπιτηδείως
21.27.273
αὐτοὺς ἐς τὸ στρατεύεσθαι ὡς ἥκιστα ἔχειν, οἱ δὲ τοῦτο ἵνα μὴ γένηται δείσαντες
21.27.274
χρόνου οἱ ῥητοῦ τὰς ξυντάξεις ἀφίεσαν. ταῦτα μὲν τοῖς σχολαρίοις πολλάκις
21.27.275
νέχθη παθεῖν. καὶ Πέτρος δὲ τὸν ἅπαντα χρόνον ἡνίκα τὴν τοῦ μαγίστρου
21.27.276
καλουμένου εἶχεν ἀρχὴν, ἀεὶ καθ' ἡμέραν αὐτοὺς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε.

Intertext edge

Open linked passage

Note