Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 24 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
24.23.1
πρᾷος μὲν γὰρ ἦν καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδὼς, κλεπτίστατος δὲ ἀνθρώπων
24.23.2
ἁπάντων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. τούτου τοῦ Πέτρου κἀν τοῖς
24.23.3
ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τὸνἈμαλασούνθης φόνον τῆς Θευδερίχου παιδὸς
24.23.4
εἰργασμένου. 24. 24 Εἰσὶ δὲ καὶ ἕτεροι τῶν ἐν Παλατίῳ πολὺ ἀξιώτεροι, ἐπεὶ καὶ
24.23.5
πλείω τὸ δημόσιον αὐτοῖς χορηγεῖν εἴωθεν ἅτε καὶ μείζω κατατιθεῖσι τοῦ τῆς
24.23.6
στρατείας ὀνόματος τὰ τιμήματα, οἳ δὴ δομέστικοί τε καὶ προτίκτωρες ἐπικαλοῦνται
24.23.7
καὶ ἀνέκαθεν ἀμελέτητοί εἰσι 24. 25 πολεμίων ἔργων. τάξεως γὰρ καὶ προσώπου
24.23.8
ἕνεκα μόνον ἐν Παλατίῳ εἰώθασι καταλέγεσθαι. καὶ αὐτῶν οἱ μὲν ἐν Βυζαντίῳ, οἱ δὲ
24.23.9
ἐπί τε Γαλατίας ἐκ παλαιοῦ 24. 26 καὶ χωρίων ἑτέρων ἵδρυνται. ἀλλὰ καὶ
24.23.10
τούτουςἸουστινιανὸς τρόπῳ ἀεὶ δεδισσόμενος τῷ εἰρημένῳ μεθίεσθαι ἠνάγκαζε τῶν
24.23.11
προσηκουσῶν σφίσι συντάξεων. 24. 27 ἐν κεφαλαίῳ δὲ τοῦτο εἰρήσεται. νόμος ἦν
24.23.12
ἀνὰ πενταετηρίδα ἑκάστην τὸν βασιλέα τῶν στρατιωτῶν στον δωρεῖσθαι
24.23.13
χρυσίῳ τακτῷ. πέμποντες δὲ ἀνὰ πεντάετες πανταχόσε τῆςῬωμαίων ἀρχῆς
24.23.14
παρείχοντο 24. 29 στατῆρας χρυσοῦς στρατιώτῃ ἑκάστῳ πέντε. καὶ τοῦτο οὐχ οἷόν τε
24.23.15
ἦν μὴ πράσσεσθαι ἀεὶ μηχανῇ πάσῃ. ἐξ ὅτου δὲ ἀνὴρ ὅδε διῳκήσατο τὴν πολιτείαν,
24.23.16
τοιοῦτο οὐδὲν οὔτε διεπράξατο οὔτε ἐμέλλησε, καίπερ χρόνου δύο καὶ τριάκοντα
24.23.17
ἐνιαυτῶν τριβέντος ἤδη, ὥστε καὶ λήθην τοῦ ἔργου τούτου τοῖς ἀνθρώποις γενέσθαι
24.23.18
τινά. 24. 30 Τρόπον δὲ καὶ ἄλλον τῆς ἐς τοὺς κατηκόους λεηλασίας ἐρῶν ἔρχομαι. οἱ
24.23.19
βασιλεῖ τε καὶ ταῖς ἀρχαῖς ἐν Βυζαντίῳ ἢ ὁπλιζόμενοι ἢ γράμματα διαχειρίζοντες ἢ
24.23.20
ἄλλο ὁτιοῦν ὑπηρετοῦντες τάσσονται μὲν ἐν τοῖς καταλόγοις ἀρχὴν ἔσχατοι,
24.23.21
προϊόντος δὲ τοῦ χρόνου ἀναβαίνοντες ἀεὶ ἐς τῶν ἀπογινομένων ἢ ὑπεξιόντων τὴν
24.23.22
χώραν τάξεως ἕκαστοι τῆς κατ' αὐτοὺς ἐς τόδε χωροῦσιν, ἕως ἄν τις βαθμοῦ
24.23.23
ἐπιβεβηκὼς τοῦ πρώτου 24. 31 ἤδη ἐς τὸ τῆς τιμῆς ἀφίκηται πέρας. καὶ τοῖς ἐς τοῦτο
24.23.24
ἀξιώματος ἥκουσι χρήματα ἐκ παλαιοῦ διατέτακται τοσαῦτα τὸ πλῆθος ὥστε πλέον
24.23.25
ἀνὰ πᾶν ἔτος ἢ ἐς ἑκατὸν χρυσοῦ ἀγείρεσθαι κεντηνάρια τούτοις, καὶ αὐτούς τε
24.23.26
γηροκομεῖσθαι καὶ τῶν ἄλλων πολλοὺς μετέχειν αὐτοῖς ὠφελείας ἐκ τοῦ ἐπὶ
24.23.27
πλεῖστον τῆς ἔνθεν ξυνέβαινε, τῆς τε πολιτείας τὰ πράγματα 24. 32 ἐπὶ μέγα εὐπορίας
24.23.28
ἀεὶ ταύτῃ ἐχώρει. ἀλλὰ βασιλεὺς ὅδε τούτων αὐτοὺς ἀποστερήσας σχεδόν τι
24.23.29
ἁπάντων, αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἀνθρώποις κακὰ ἤνεγκεν. ἁψαμένη γὰρ αὐτῶν ἡ
24.23.30
πενία πρῶτον, εἶτα καὶ διὰ τῶν ἄλλων ἐχώρει, οἷς τι καὶ πρότερον ὠφελείας μετῆν.
24.33.1
καὶ ἤν τις τὴν ξυμπεπτωκυῖαν αὐτοῖς ἐνθένδε ζημίαν ἐς ἔτη δύο καὶ τριάκοντα
24.33.2
διαριθμοῖτο, εὑρήσει τὸ μέτρον ὧνπερ αὐτοὺς ἀποστερεῖσθαι ξυνέπεσε. 25. 1 Τοὺς μὲν
24.33.3
στρατευομένους οὕτως ὁ τύραννος ὅδε διεχρήσατο. ἅπερ δὲ αὐτῷ ἐς ἐμπόρους τε καὶ
24.33.4
ναύτας καὶ βαναύσους καὶ ἀγοραίους ἀνθρώπους, δι' αὐτῶν τε καὶ ἐς τοὺς ἄλλους
24.33.5
ἅπαντας εἴργασται, 25. 2 φράσων ἔρχομαι. πορθμὼ δύο ἑκατέρωθεν Βυζαντίου ἐστὸν,
24.33.6
ἅτερος μὲν ἐφ' Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶἌβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ
24.33.7
στόματος τοῦ Εὐξείνου καλουμένου Πόντου, οὗ τὸἹερὸν ὀνομάζεται. 25. 3 ἐν μὲν οὖν
24.33.8
τῷἙλλησπόντου πορθμῷ τελωνεῖον μὲν ἐν δημοσίῳ ὡς ἥκιστα ἦν, ἄρχων δέ τις ἐκ
24.33.9
βασιλέως στελλόμενος ἐνἈβύδῳ καθῆστο, διερευνώμενος μὲν, ἢν ναῦς ὅπλα
24.33.10
φέρουσα ἐς Βυζάντιον οὐ βασιλέως ἴοι γνώμῃ, καὶ ἤν τις ἐκ Βυζαντίου ἀνάγοιτο οὐ
24.33.11
φερόμενος γράμματα τῶν ἀνδρῶν καὶ σημεῖα οἷς ἐπίκειται ἡ τιμὴ αὕτη (οὐ γὰρ θέμις
24.33.12
τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι οὐκ ἀφειμένον πρὸς τῶν ἀνδρῶν, οἳ τῇ τοῦ μαγίστρου
24.33.13
καλουμένου ἀρχῇ ὑπουργοῦσι) πραττόμενος δὲ τοὺς τῶν πλοίων κυρίους τέλος δὲ
24.33.14
οὐδενὶ αἴσθησιν παρεχόμενον ἀλλ' ὥσπερ τινὰ μισθὸν ὁ ταύτην 25. 4 δὴ τὴν ἀρχὴν
24.33.15
ἔχων τοῦ ἔργου τούτου λαμβάνειν ἠξίου· ὁ μέντοι ἐπὶ πορθμοῦ τοῦ ἑτέρου
24.33.16
στελλόμενος τὸν μισθὸν ἀεὶ πρὸς βασιλέως κεκομισμένος ἦν καὶ διερευνώμενος ἐς
24.33.17
τὸ ἀκριβὲς ταῦτά τε, ἅπερ μοι εἴρηται, καὶ ἤν τι ἐς τοὺς βαρβάρους κομίζοιτο, οἳ παρὰ
24.33.18
τὸν Εὔξεινον ἵδρυνται Πόντον, ὧνπερ οὐ θέμις ἐκῬωμαίων τῆς γῆς ἐς τοὺς
24.33.19
πολεμίους κομίζεσθαι. οὐδὲν μέντοι ἐξῆν τῷ ἀνδρὶ τούτῳ πρὸς τῶν τῇδε
24.33.20
μένων προσίεσθαι. ἐξ οὗ δὲἸουστινιανὸς τὴν βασιλείαν παρέλαβε,
24.33.21
τελωνεῖόν τε δημόσιον κατεστήσατο ἐν πορθμῷ ἑκατέρῳ καὶ μισθοφόρους ἄρχοντας
24.33.22
δύο ἐς ἀεὶ πέμπων μίσθωσιν μὲν αὐτοῖς παρείχετο τὴν ξυγκειμένην, ἐπήγγελλε δὲ
24.33.23
χρήματά οἱ ὅτι πλεῖστα 25. 6 ἐνθένδε ἀποφέρειν δυνάμει τῇ πάσῃ. οἱ δὲ ἄλλο οὐδὲν ἢ
24.33.24
εὔνοιάν οἱ τὴν ἐς αὐτὸν ἐνδείκνυσθαι ἐν σπουδῇ ἔχοντες ἁπαξάπαντα πρὸς τῶν
24.33.25
πλεόντων τὰ τῶν φορτίων τιμήματα ληϊζόμενοι ἀπηλλάσσοντο. 25. 7Ἐν μὲν οὖν
24.33.26
πορθμῷ ἑκατέρῳ ταῦτα ἐποίει· ἐν δὲ Βυζαντίῳ ἐπενόει τάδε. τῶν τινά οἱ ἐπιτηδείων
24.33.27
προὐστήσατο, Σύρον μὲν γένος, ὄνομα δὲἈδδαῖον, ᾧ δὴ ἐπήγγελλεν ἐκ νηῶν τῶν
24.33.28
ἐνταῦθα καταιρουσῶν 25. 8 ὄνησίν τινά οἱ πορίζεσθαι. ὁ δὲ πλοῖα ἅπαντα τὰ
24.33.29
καταίροντα ἐς τὸν Βυζάντιον λιμένα οὐκέτι ἐνθένδε ἠφίει, ἀλλὰ τοὺς ναυκλήρους ἢ
24.33.30
τοῖς τιμήμασιν ἐζημίου νηῶν τῶν σφετέρων ἢ ἀναφορεῖν ἔς τε Λιβύην καὶ
24.33.31
25. 9Ἰταλίαν ἠνάγκαζε. καὶ αὐτῶν οἱ μὲν οὔτε ἀντιφορτίζεσθαι οὔτε θαλαττουργεῖν
24.33.32
ἔτι ἤθελον, ἀλλὰ καύσαντες τὰ σφέτερα πλοῖα εὐθὺς ἄσμενοι ἀπηλλάσσοντο. 25. 10
24.33.33
ὅσοις μέντοι ἐπάναγκες ἦν ἐκ ταύτης δὴ τῆς ἐργασίας τὸν βίον ποιεῖσθαι, οὗτοι δὴ
24.33.34
τριπλασίαν πρὸς τῶν ἐμπόρων τὴν μίσθωσιν κεκομισμένοι τὸ λοιπὸν ἐφορτίζοντο
24.33.35
τοῖς τε ἐμπόροις περιειστήκει ταύτην σφίσιν αὐτοῖς τὴν ζημίαν πρὸς τῶν τὰ φορτία
24.33.36
ὠνουμένων ἰάσασθαι, οὕτω τε λιμοκτονεῖσθαι πάσῃ μηχανῇ τοὺςῬωμαίους
24.33.37
ξυνέβαινεν. 25. 11Ἀλλὰ ταῦτα μὲν τῇδε κατὰ τὴν πολιτείαν ἐφέρετο. ἃ δὲ καὶ ἐς τὰ
24.33.38
κέρματα τοῖς βασιλεῦσιν εἴργασται, οὔ 25. 12 μοι παριτέον οἴομαι εἶναι. τῶν γὰρ
24.33.39
ἀργυραμοιβῶν πρότερον δέκα καὶ διακοσίους ὀβολοὺς, οὓς φόλλεις καλοῦσιν, ὑπὲρ
24.33.40
ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων, αὐτοὶ ἐπιτεχνώμενοι
24.33.41
κέρδη οἰκεῖα ὀγδοήκοντα καὶ ἑκατὸν μόνους ὑπὲρ τοῦ στατῆρος δίδοσθαι τοὺς
24.33.42
ὀβολοὺς διετάξαντο. ταύτῃ δὲ νομίσματος ἑκάστου χρυσοῦ ἑβδόμην ἀπέτεμον
24.33.43
μοῖραν** πάντων ἀνθρώπων. 25. 13Ἐπεὶ δὲ οἱ βασιλεῖς οὗτοι τῶν ὠνίων τὰ πλεῖστα
24.33.44
εἰς τὰ καλούμενα περιστήσαντες μονοπώλια, τούς τι ὠνήσασθαι βουλομένους ἀεὶ
24.33.45
καθ' ἑκάστην ἀπέπνιγον, μόνα δὲ αὐτοῖς ἀνέφαπτα τὰ τῆς ἐσθῆτος ἐλέλειπτο 25. 14
24.33.46
πωλητήρια, μηχανῶνται καὶ ἀμφ' αὐτοῖς τάδε. ἱμάτια τὰ ἐκ μετάξης ἐν Βηρυτῷ μὲν
24.33.47
καὶ Τύρῳ πόλεσι 25. 15 ταῖς ἐπὶ Φοινίκης ἐργάζεσθαι ἐκ παλαιοῦ εἰώθει. οἵ τε τούτων
24.33.48
ἔμποροί τε καὶ ἐπιδημιουργοὶ καὶ τεχνῖται ἐνταῦθα τὸ ἀνέκαθεν ᾤκουν, ἐνθένδε τε
24.33.49
ἐς γῆν σαν φέρεσθαι τὸ ἐμπόλημα τοῦτο ξυνέβαινεν. ἐπεὶ δὲἸουστινιανοῦ
24.33.50
βασιλεύοντος οἱ ἐπὶ ταύτῃ τῇ ἐργασίᾳ ἔν τε Βυζαντίῳ καὶ πόλεσι ταῖς ἄλλαις ὄντες
24.33.51
ἀξιωτέραν ἀπεδίδοντο τὴν ἐσθῆτα ταύτην, αἰτιώμενοι μεῖζον μὲν ἢ πρότερον ἐν
24.33.52
χρόνῳ τῷ παρόντι ὑπὲρ αὐτῆς καταβάλλεσθαι τὸ τίμημα Πέρσαις, πλείω δὲ νῦν τὰ
24.33.53
δεκατευτήρια εἶναι ἐν γῇ τῇῬωμαίων, δόκησιν ἅπασιν ὁ αὐτοκράτωρ παρεχόμενος
24.33.54
ὅτι δὴ ἐπὶ τούτῳ ἀγανακτοίη, νόμῳ ἅπασιν ἀπεῖπε μὴ πλέον ἢ ὀκτὼ χρυσῶν 25. 17
24.33.55
τῆς τοιαύτης ἐσθῆτος τὴν λίτραν εἶναι. καὶ προστίμημα ἔκειτο τοῖς παραβησομένοις
24.33.56
τὸν νόμον τῶν ὑπαρχόντων στερεῖσθαι χρημάτων. ταῦτα τοῖς ἀνθρώποις ἀμήχανά
24.33.57
τε καὶ ἄπορα ἐδόκει παντάπασιν εἶναι. οὐ γὰρ οἷόν τε ἦν τοὺς ἐμπόρους μείζονος
24.33.58
τιμῆς τὰ φορτία ταῦτα ἐωνημένους ἐλάσσονος αὐτὰ τοῖς λουσιν
24.33.59
ἀποδίδοσθαι. διὸ δὴ ταύτην μὲν τὴν ἐμπορίαν ἐργολαβεῖν οὐκέτι ἠξίουν,
24.33.60
ἐπικλοπώτερον δὲ φορτίων τῶν σφίσιν ἀπολελειμμένων ἐποιοῦντο κατὰ βραχὺ τὰς
24.33.61
πράσεις, δηλονότι τῶν γνωρίμων τισὶν, οἷσπερ τὰ τοιαῦτα καλλωπίζειν τὰ σφέτερα
24.33.62
αὐτῶν προϊεμένοις 25. 19 ἐν ἡδονῇ ἦν ἢ τρόπῳ τῳ ἀναγκαῖον ἐγίνετο. ὧν δὴ ἡ
24.33.63
βασιλὶς ἐπιψιθυριζόντων τινῶν αἰσθομένη, καίπερ οὐ βασανίσασα τὰ θρυλλούμενα,
24.33.64
ξύμπαντα εὐθὺς τὰ φορτία τοὺς ἀνθρώπους ἀφείλετο, καὶ χρυσίον αὐτοὺς ἐς
24.33.65
κεντηνάριον ἐπιτιμησαμένη.** ἄρχει δὲ ταύτης ἔν γεῬωμαίοις τῆς ἐργασίας ὁ τοῖς
24.33.66
βασιλικοῖς ἐφεστὼς 25. 20 θησαυροῖς. Πέτρον οὖν τὸν Βαρσύμην ἐπίκλησιν ἐπὶ
24.33.67
ταύτης καταστησάμενοι τῆς τιμῆς οὐ πολλῷ ὕστερον 25. 21 ἐπεχώρουν αὐτῷ
24.33.68
πράσσειν ἀνόσια ἔργα. τοὺς μὲν γὰρ ἄλλους ἅπαντας τὸν νόμον ἐς τὸ ἀκριβὲς
24.33.69
ἐδικαίου τηρεῖν, τοὺς δὲ τοῦ ἔργου τούτου τεχνίτας αὑτῷ μόνῳ ἀναγκάζων
24.33.70
ἐργάζεσθαι ἀπεδίδοτο, οὐκέτι ἐπικρυπτόμενος, ἀλλ' ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς
24.33.71
βαφῆς μὲν τῆς προστυχούσης τὴν οὐγκίαν οὐχ ἧσσον ἢ κατὰ ἓξ χρυσῶν, βάμματος δὲ
24.33.72
τοῦ βασιλικοῦ, ὅπερ καλεῖν ὁλόβηρον νενομίκασι, πλέον ἢ τεσσάρων καὶ εἴκοσι

Intertext edge

Open linked passage

Note