Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
25.22.1
χρυσῶν. καὶ βασιλεῖ μὲν ἐνθένδε μεγάλα χρήματα ἔφερεν, αὐτὸς δὲ
25.22.2
περιβαλλόμενος πλείω ἐλάνθανεν, 25. 23 ὅπερ ἀπ' αὐτοῦ ἀρξάμενον ἐς ἀεὶ ἔμεινε.
25.22.3
μόνος γὰρ ἐς τόδε τοῦ χρόνου ἔμπορός τε ἀπαρακαλύπτως καὶ 25. 24 κάπηλος τοῦ
25.22.4
ἐμπολήματος τοῦδε καθίσταται. ἔμποροι μὲν οὖν ὅσοι πρότερον τὴν ἐργασίαν
25.22.5
ταύτην μετῄεσαν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ θαλαττουργοί τε καὶ ἔγγειοι
25.22.6
ἐφέροντο ὡς τὸ εἰκὸς τὰ ἐκ τῆς ἐργασίας 25. 25 κακά. ἐν δὲ πόλεσιν ὁ δῆμος σχεδόν τι
25.22.7
ὅλος ταῖς εἰρημέναις προσαιτητὴς ἐξαπιναίως ἐγένετο. βάναυσοι γὰρ ἄνθρωποι καὶ
25.22.8
χειρώνακτες λιμῷ παλαίειν, ὡς τὸ εἰκὸς, ἠναγκάζοντο, πολλοί τε ἀπ' αὐτοῦ τὴν
25.22.9
πολιτείαν μεταβαλλόμενοι φεύγοντες ᾤχοντο ἐς τὰ Περσῶν ἤθη. 25. 26 μόνος δὲ ἀεὶ
25.22.10
ὁ τῶν θησαυρῶν ἄρχων ἐνεργολαβῶν τὸ ἐμπόλημα τοῦτο μοῖραν μὲν βασιλεῖ,
25.22.11
ὥσπερ εἴρηται, πόρων τῶν ἐνθένδε ἀποφέρειν ἠξίου, αὐτὸς δὲ τὰ πλείω φερόμενος
25.22.12
δημοσίαις συμφοραῖς ἐπλούτει. ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. 26. 1Ὅντινα δὲ
25.22.13
τρόπον τῶν πόλεων τοὺς κόσμους καὶ τὰ ἐγκαλλωπίσματα πάντα ἔν τε Βυζαντίῳ καὶ