Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
26.2.1
πόλει ἑκάστῃ καθελεῖν ἴσχυσεν αὐτίκα ἐροῦμεν. πρῶτα μὲν καταλύειν τὸ τῶν
26.2.2
ῥητόρων ἀξίωμα ἔγνω. τά τε γὰρ ἔπαθλα αὐτοὺς ἀφείλετο εὐθὺς ἅπαντα, οἷσπερ
26.2.3
τρυφᾶν τε τὰ πρότερα καὶ ἐγκαλλωπίζεσθαι τῆς συνηγορίας ἀφειμένοι εἰώθασι, καὶ
26.2.4
διωμότους συνίστασθαι τοὺς διαφερομένους ἐκέλευσε, καὶ ἀπ' αὐτοῦ
26.2.5
βρισμένοι ἐν πολλῇ ἀθυμίᾳ ἐγένοντο. ἐπεὶ δὲ τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ
26.2.6
τῶν ἄλλων εὐδαιμόνων δοκούντων εἶναι ἔν τε Βυζαντίῳ καὶ πάσῃ τῇῬωμαίων ἀρχῇ
26.2.7
πάσας, ὥσπερ ἐρρήθη, τὰς οὐσίας ἀφείλετο, γεῖν τὸ λοιπὸν τῷ ἐπιτηδεύματι
26.2.8
τούτῳ ἐλέλειπτο. οὐ γὰρ εἶχον ἄνθρωποι λόγου ὁτουοῦν οὐδὲν ἄξιον, οὗπερ ἂν καὶ
26.2.9
ἀμφισβητοῖεν ἀλλήλοις. αὐτίκα τοίνυν ἐκ πολλῶν μὲν ὀλίγοι, ἐξ ἐνδόξων δὲ λίαν
26.2.10
κομιδῆ ἄδοξοι πανταχόθι γεγονότες τῆς γῆς πενίᾳ μὲν, ὡς τὸ εἰκὸς, πολλῇ εἴχοντο,
26.2.11
μόνην δὲ ὕβριν τὴν ἀπὸ τοῦ ἔργου φερόμενοι ἀπηλλάσσοντο. 26. 5Ἀλλὰ καὶ τοὺς
26.2.12
ἰατρούς τε καὶ διδασκάλους τῶν ἐλευθερίων τῶν ἀναγκαίων ἀπορεῖσθαι πεποίηκε.
26.2.13
τάς τε γὰρ σιτήσεις, ἃς οἱ πρότερον βεβασιλευκότες ἐκ τοῦ δημοσίου χορηγεῖσθαι
26.2.14
τούτοις δὴ τοῖς ἐπιτηδεύμασιν 26. 6 ἔταξαν, ταύτας δὴ οὗτος ἀφείλετο πάσας. καὶ μὴν
26.2.15
καὶ ὅσους οἱ τὰς πόλεις οἰκοῦντες ἁπάσας πολιτικῶν σφίσιν ἢ θεωρητικῶν οἴκοθεν
26.2.16
πεποίηνται πόρους, καὶ τούτους μεταγαγὼν φόροις ἀναμῖξαι τοῖς δημοσίοις 26. 7
26.2.17
ἐτόλμησε. καὶ οὔτε ἰατρῶν τις ἢ διδασκάλων τὸ λοιπὸν ἐγίνετο λόγος οὔτε δημοσίας
26.2.18
τις ἔτι οἰκοδομίας προνοεῖν ἴσχυσεν οὔτε λύχνα ταῖς πόλεσιν ἐν δημοσίῳ ἐκάετο
26.2.19
οὔτε τις ἦν ἄλλη παραψυχὴ τοῖς ταύτας οἰκοῦσι. 26. 8 τά τε γὰρ θέατρα καὶ
26.2.20
ἱππόδρομοι καὶ κυνηγέσια ἐκ τοῦ ἐπὶ πλεῖστον ἅπαντα ἤργει, οὗ δή οἱ τὴν γυναῖκα
26.2.21
τετέχθαι τε καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι νεν. ὕστερον δὲ ταῦτα δὴ
26.2.22
ἀργεῖν ἐν Βυζαντίῳ ἐκέλευσε τὰ θεάματα, τοῦ μὴ τὰ εἰωθότα χορηγεῖν τὸ δημόσιον
26.2.23
πολλοῖς τε καὶ σχεδόν τι ἀναρίθμοις οὖσιν, 26. 10 οἷς ἐνθένδε ὁ βίος. ἦν τε ἰδίᾳ τε καὶ
26.2.24
κοινῇ λύπη τε καὶ κατήφεια, ὥσπερ ἄλλο τι τῶν ἀπ' οὐρανοῦ ψασαι
26.2.25
πάθος, καὶ βίος πᾶσιν ἀγέλαστος. ἄλλο τε τὸ παράπαν οὐδὲν ἐφέρετο τοῖς ἀνθρώποις
26.2.26
ἐν διηγήμασιν, οἴκοι τε οὖσι καὶ ἀγοράζουσι κἀν τοῖς ἱεροῖς διατρίβουσιν ἢ συμφοραί
26.2.27
τε καὶ πάθη καὶ καινοτέρων ἀτυχημάτων ὑπερβολή. 26. 12 Ταῦτα μὲν οὕτω ταῖς
26.2.28
πόλεσιν εἶχεν. ὃ δὲ τῷ λόγῳ λείπεται, τοῦτο εἰπεῖν ἄξιον. ὕπατοιῬωμαίων ἀνὰ πᾶν
26.2.29
ἔτος ἐγινέσθην δύο, ἅτερος μὲν ἐνῬώμῃ, ὁ 26. 13 δὲ δὴ ἕτερος ἐν Βυζαντίῳ. ὅστις δὲ
26.2.30
εἰς τὴν τιμὴν ἐκαλεῖτο ταύτην πλέον ἢ κεντηνάρια χρυσοῦ εἴκοσιν ἐς τὴν πολιτείαν
26.2.31
ἀναλοῦν ἔμελλεν, ὀλίγα μὲν οἰκεῖα, 26. 14 τὰ δὲ πλεῖστα πρὸς βασιλέως
26.2.32
κεκομισμένος. ταῦτά τε τὰ χρήματα ἔς τε τοὺς ἄλλους, ὧνπερ ἐμνήσθην, καὶ ἐς τῶν
26.2.33
βίων τοὺς ἀπορωτέρους ἐκ τοῦ ἐπὶ πλεῖστον φερόμενα καὶ διαφερόντως ἐς τοὺς ἐπὶ
26.2.34
σκηνῆς ἅπαντα 26. 15 τὰ πράγματα ἐς ἀεὶ τῇ πόλει ἀνίστη. ἐξ οὗ δὲἸουστινιανὸς τὴν
26.2.35
βασιλείαν παρέλαβεν, οὐκέτι καιροῖς τοῖς καθήκουσι ταῦτα ἐπράσσετο· ἀλλὰ τὰ μὲν
26.2.36
πρῶτα πολλοῦῬωμαίοις ὕπατος καθίστατο χρόνου, τελευτῶντες δὲ οὐδὲ ὄναρ τὸ
26.2.37
πρᾶγμα ἑώρων, ἐξ οὗ δὴ πενίᾳ τινὶ ἐνδελεχέστατα ἐσφίγγετο τὰ ἀνθρώπεια, τὰ μὲν
26.2.38
εἰωθότα τοῦ βασιλέως οὐκέτι τοῖς ὑπηκόοις παρεχομένου, τὰ δὲ ὑπάρχοντα τρόποις
26.2.39
ἅπασι πανταχόθεν ἀφαιρουμένου. 26. 16Ὡς μὲν οὖν τὰ δημόσια καταπιὼν ξύμπαντα
26.2.40
χρήματα τοὺς ἐκ τῆς συγκλήτου βουλῆς ὁ λυμεὼν οὗτος ἕκαστόν τε ἰδίᾳ καὶ κοινῇ
26.2.41
ξύμπαντας τὰς οὐσίας ρηται, διαρκῶς δεδιηγῆσθαι οἶμαι. ὡς δὲ καὶ τοὺς
26.2.42
ἄλλους εὐδαίμονας δοκοῦντας εἶναι συκοφαντίᾳ περιιὼν ἀφαιρεῖσθαι τὰ χρήματα
26.2.43
ἴσχυσεν, ἱκανώτατά μοι εἰρῆσθαι νομίζω, οὐ μέντοι στρατιώτας τε καὶ ἄρχουσι πᾶσιν
26.2.44
ὑπηρετοῦντας καὶ τοὺς ἐν Παλατίῳ στρατευομένους, γεωργούς τε καὶ χωρίων
26.2.45
κτήτορας καὶ κυρίους καὶ οἷς ἐν λόγοις τὰ ἐπιτηδεύματά ἐστιν, ἀλλὰ μὴν ἐμπόρους
26.2.46
τε καὶ ναυκλήρους καὶ ναύτας βαναύσους τε καὶ χειρώνακτας καὶ ἀγοραίους καὶ οἷς
26.2.47
ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδευμάτων ὁ βίος, καὶ μὴν καὶ τοὺς ἄλλους ὡς εἰπεῖν
26.2.48
ἅπαντας, ἐς οὓς διικνεῖσθαι βλάβος τὸ ἐκ τοῦδε συμβαίνει. 26. 18 Οἷα δὲ τούς τε
26.2.49
προσαιτητὰς καὶ ἀγελαίους ἀνθρώπους καὶ πτωχούς τε καὶ λώβῃ πάσῃ ἐχομένους
26.2.50
εἰργάσατο, αὐτίκα ἐροῦμεν· τὰ γὰρ ἀμφὶ τοῖς ἱερεῦσιν αὐτῷ 26. 19 πεπραγμένα ἐν
26.2.51
τοῖς ὄπισθεν λόγοις λελέξεται. πρῶτα μὲν, ὅπερ εἴρηται, ἅπαντα περιβεβλημένος τὰ
26.2.52
πωλητήρια καὶ ὠνίων τῶν ἀναγκαιοτάτων τὰ λεγόμενα καταστησάμενος
26.2.53
μονοπώλια πλέον ἢ τριπλάσια τιμήματα 26. 20 πάντας ἀνθρώπους ἐπράττετο. καὶ τὰ
26.2.54
μὲν ἄλλα ἐπεὶ ἀνάριθμά μοι ἔδοξεν εἶναι, οὐκ ἂν ἔγωγε λόγῳ ἀτελευτήτῳ
26.2.55
καταλέγειν φιλονεικοίην· ἀπὸ δὲ τῶν τοὺς ἄρτους ὠνουμένων πικρότατα ἐς πάντα
26.2.56
τὸν αἰῶνα ἐσύλει, οὓς δὴ καὶ χειρώνακτας καὶ πτωχοὺς καὶ πάσῃ λώβῃ ἐχομένους
26.2.57
ἀνθρώπους μὴ οὐκ ὠνεῖσθαι τον. αὐτὸς μὲν γὰρ ἐς τρία κεντηνάρια
26.2.58
φέρεσθαι ἀνὰ πᾶν ἔτος ἐνθένδε ἠξίου, ὅπως οἱ ἄρτοι ἀξιώτεροι ὦσι καὶ σποδοῦ
26.2.59
ἔμπλεῳ· οὐδὲ γὰρ ἐς τοῦτο δὴ τὸ τῆς αἰσχροκερδείας ἀσέβημα ὁ βασιλεὺς οὗτος
26.2.60
ὀκνηρὸς 26. 22 ᾔει· ταύτῃ δὲ τῇ σκήψει οἰκεῖα κέρδη ἐπιτεχνώμενοι οἷς ἐπέκειτο ἡ
26.2.61
τιμὴ αὕτη αὐτοὶ μὲν ῥᾷστα ἐς πλοῦτόν τινα περιίσταντο μέγαν, λιμὸν δὲ τοῖς
26.2.62
πτωχοῖς χειροποίητον ἐν εὐθηνοῦσι χρόνοις ἀεὶ παρὰ δόξαν εἰργάζοντο, ἐπεὶ οὐδὲ
26.2.63
σῖτον ἑτέρωθέν τινι εἰσκομίζεσθαι τὸ παράπαν ἐξῆν, ἀλλὰ ἀναγκαῖον ἦν ἅπασι
26.2.64
τούτους δὴ ὠνουμένους ἄρτους ἐσθίειν. 26. 23 Τὸν δὲ τῆς πόλεως ὀχετὸν διερρωγότα
26.2.65
τε ὁρῶντες καὶ μοῖραν ὕδατος ὀλίγην τινὰ ἐς τὴν πόλιν εἰσάγοντα ὑπερεώρων τε καὶ
26.2.66
οὐδ' ὁτιοῦν αὐτῷ προέσθαι ἤθελον, καίπερ ὁμίλου ἀεὶ ἀμφὶ τὰς κρήνας
26.2.67
ἀποπνιγομένου πολλοῦ, καὶ τῶν βαλανείων ἀποκεκλεισμένων ἁπάντων· καίτοι ἐς
26.2.68
οἰκοδομίας θαλασσίους τε καὶ ἀνοήτους ἄλλας μέγεθος χρημάτων οὐδενὶ λόγῳ
26.2.69
προΐετο, πανταχόθι τῶν προαστείων ἐπιτεχνώμενος, ὥσπερ τῶν βασιλείων αὐτοὺς
26.2.70
οὐ χωρούντων, ἐν οἷς δὴ ἅπαντες οἱ πρότερον 26. 24 βεβασιλευκότες διαβιοῦν ἐς ἀεὶ
26.2.71
ἤθελον. οὕτως οὐ χρημάτων φειδοῖ, ἀλλὰ φθόρου ἀνθρώπων ἕνεκα τῆς τοῦ ὀχετοῦ
26.2.72
οἰκοδομίας ὀλιγωρεῖν ἔγνω, ἐπεὶ οὐδεὶς ἐκ τοῦ παντὸς χρόνουἸουστινιανοῦ τοῦδε
26.2.73
ἑτοιμότερος γέγονεν ἀνθρώπων ἁπάντων χρήματά τε προσποιεῖσθαι κακῶς, καὶ
26.2.74
ταῦτα χειρόνως αὐτίκα δὴ μάλα προέσθαι. 26. 25 δυοῖν τοίνυν ἀπολελειμμένοιν ἔν τε
26.2.75
ποτῷ καὶ τοῖς ἐδωδίμοις τοῖς τὰ ἔσχατα πενομένοις καὶ πτωχοῖς οὖσιν, ὕδατός τε καὶ
26.2.76
ἄρτου, δι' ἀμφοῖν αὐτοὺς, ὥσπερ μοι δεδιήγηται, βασιλεὺς ὅδε ἔβλαψε, τὸ μὲν
26.2.77
ἄπορον σφίσι, τὸν δὲ πολλῷ ἀξιώτερον ἐργασάμενος. 26. 26 Οὐ μόνον δὲ τοὺς ἐν
26.2.78
Βυζαντίῳ προσαιτητὰς, ἀλλὰ καὶ τῶν ἑτέρωθι ᾠκημένων τινὰς ἔδρασε ταῦτα, ὥσπερ
26.27.1
μοι αὐτίκα λελέξεται. Ἰταλίαν γὰρ Θευδέριχος ἑλὼν τοὺς ἐν τῷῬώμης
26.27.2
Παλατίῳ στρατευομένους αὐτοῦ εἴασεν, ὅπως τι διασώζοιτο πολιτείας ἐνταῦθα τῆς
26.27.3
παλαιᾶς ἴχνος, μικρὰν ἀπολιπὼν σύνταξιν ἐς ἡμέραν στῳ. ἦσαν δὲ οὗτοι
26.27.4
παμπληθεῖς ἄγαν. οἵ τε γὰρ σιλεντιάριοι καλούμενοι καὶ δομέστικοι καὶ σχολάριοι
26.27.5
ἐν αὐτοῖς ἦσαν, οἷς δὴ ἄλλο οὐδὲν ἀπελέλειπτο ἢ τὸ τῆς στρατείας ὄνομα μόνον, καὶ
26.27.6
ἡ σύνταξις αὕτη ἐς τὸ ἀποζῆν ἀποχρῶσα μόλις αὐτοῖς, ἅπερ ἔς τε παῖδας καὶ
26.27.7
ἀπογόνους Θευδέριχος αὐτοὺς παραπέμπειν λευσε. τοῖς τε προσαιτηταῖς οἳ
26.27.8
παρὰ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν δίαιταν εἶχον, τρισχιλίους σίτου μεδίμνους
26.27.9
χορηγεῖν ἀεὶ τὸ δημόσιον ἀνὰ πᾶν ἔτος διώρισεν· ἅπερ ἅπαντες οὗτοι διαγεγόνασι
26.27.10
κομιζόμενοι ξανδρος ὁ Ψαλίδιος ἐς τὴνἸταλίαν ἀφίκετο. πάντα γὰρ
26.27.11
εὐθὺς
26.27.12
οὗτος
26.27.13
ἀνὴρ
26.27.14
ὀκνήσει
26.27.15
οὐδεμιᾷ
26.27.16
περιελεῖν
26.27.17
ἔγνω .
26.27.18
ταῦτα
26.27.19
μαθὼνἸουστινιανὸςῬωμαίων αὐτοκράτωρ τήν τε πρᾶξιν προσήκατο ταύτην καὶ
26.27.20
τὸνἈλέξανδρον ἔτι μᾶλλον ἢ πρότερον διὰ τιμῆς ἔσχεν. ἐν ταύτῃἈλέξανδρος τῇ
26.27.21
πορείᾳ καὶ τοὺςἝλληνας εἰργάσατο τάδε. 26. 31 Τοῦ ἐν Θερμοπύλαις φυλακτηρίου οἱ
26.27.22
τὰ ἐκείνῃ γεωργοῦντες χωρία ἐκ παλαιοῦ ἐπεμελοῦντο, ἐκ περιτροπῆς τε τὸ ἐνταῦθα
26.27.23
τεῖχος ἐφύλασσον, ἡνίκα δὴ ἔφοδος βαρβάρων τινῶν ὡς ἐπισκήψει ἐς τὴν
26.27.24
Πελοπόννησον δοξος ἦν. ἀλλ' ἐνταῦθα γενόμενος τότεἈλέξανδρος οὗτος
26.27.25
προνοεῖν Πελοποννησίων σκηπτόμενος οὐκ ἔφη 26. 33 γεωργοῖς τὸ ταύτῃ
26.27.26
φυλακτήριον ἐπιτρέψειν. στρατιώτας οὖν ἐνταῦθα εἰς δισχιλίους καταστησάμενος
26.27.27
οὐκ ἐκ τοῦ δημοσίου χορηγεῖσθαι σφίσι τὰς συντάξεις διώρισεν, ἀλλὰ τῶν ἐν
26.27.28
τῇἙλλάδι πασῶν πόλεων τά τε πολιτικὰ καὶ θεωρητικὰ ξύμπαντα χρήματα ἐς τὸ
26.27.29
δημόσιον ἐπὶ τῷ προσχήματι τούτῳ μετήνεγκεν, ἐφ' ᾧ ἐνθένδε οἱ στρατιῶται οὗτοι
26.27.30
σιτίζοιντο, καὶ ἀπ' αὐτοῦ ἔν τε τῇ ἄλλῃ πάσῃἙλλάδι καὶ οὐχ ἥκιστα ἐνἈθήναις
26.27.31
αὐταῖς οὔτε τις ἐν δημοσίῳ οἰκοδομία ἀνενεώθη οὔτε ἄλλο ἀγαθὸν οἷόν τε ἦν
26.27.32
γίνεσθαι. 26. 34Ἰουστινιανὸς μέντοι τὰ τῇδε διῳκημένα τῷ Ψαλιδίῳ οὐδεμιᾷ
26.27.33
μελλήσει ἐπέρρωσε. 26. 35 Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἰτέον δὲ καὶ εἰς τοὺς
26.27.34
ἐνἈλεξανδρείᾳ πτωχούς. Ἥφαιστός τις ἐν τοῖς ἐνταῦθα ῥήτορσιν ἐγεγόνει, ὅσπερ
26.27.35
παραλαβὼν τὴνἈλεξανδρέων ἀρχὴν τὸν μὲν δῆμον τοῦ στασιάζειν κατέπαυσε,
26.27.36
φοβερὸς τοῖς στασιώταις φανεὶς, ἔσχατα δὲ ἐσχάτων κακὰ τοῖς τῇδε ᾠκημένοις
26.27.37
ἐνδέδεικται πᾶσι. 26. 36 πάντα γὰρ εὐθὺς τὰ τῆς πόλεως πωλητήρια ἐς τὸ
26.27.38
καλούμενον μονοπώλιον καταστησάμενος ἄλλον μὲν ἐμπόρων οὐδένα ταύτην δὴ
26.27.39
τὴν ἐργασίαν ἐργάζεσθαι εἴα, μόνος δὲ ἁπάντων αὐτὸς γεγονὼς κάπηλος παρεδίδοτο
26.27.40
τὰ ὤνια πάντα, δηλονότι τὰς τούτων τιμὰς τῇ τῆς ἀρχῆς ἐξουσίᾳ σταθμώμενος,
26.27.41
ἀπεπνίγετό τε τῇ τῶν ἀναγκαίων σπάνει ἡ τῶνἈλεξανδρέων πόλις, οὗ δὴ καὶ τοῖς τὰ
26.27.42
ἔσχατα πενομένοις τὰ πρότερα εὔωνα διαρκῶς ἐγεγόνει πάντα. μάλιστα δὲ αὐτοὺς
26.27.43
ἀμφὶ τῷ ἄρτῳ 26. 37 ἐπίεζε. τὸν γὰρ σῖτον αὐτὸς ἐξ Αἰγυπτίων ὠνεῖτο μόνος, οὐδὲ
26.27.44
ὅσον ἐς μέδιμνον ἕνα ἑτέρῳ ἐνδιδοὺς πρίασθαι, ταύτῃ τε τοὺς ἄρτους καὶ τὰ τῶν
26.27.45
ἄρτων 26. 38 τιμήματα διετίθετο ᾗπερ ἐβούλετο. πλοῦτον τοίνυν καὶ ἀμύθητον αὐτός
26.27.46
τε δι' ὀλίγου περιεβάλετο καὶ 26. 39 βασιλεῖ τὴν ἀμφὶ τούτῳ ἐπιθυμίαν ἐνεπλήσατο.
26.27.47
καὶ τῶν μὲνἈλεξανδρέων ὁ δῆμος δέει τοῦἩφαίστου τὰ παρόντα σφίσιν ἡσυχῇ
26.27.48
ἔφερον, ὁ δὲ αὐτοκράτωρ αἰδοῖ τῶν οἱ ἐς ἀεὶ ἐσκομιζομένων χρημάτων ἐν τοῖς
26.27.49
μάλιστα ὑπερηγάπα τὸν ἄνθρωπον. 26. 40 Βουλεύσας δὲἭφαιστος οὗτος ὅπως τὴν
26.27.50
βασιλέως διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται, πετεχνήσατο
26.27.51
τάδε. ΔιοκλητιανὸςῬωμαίων γεγονὼς αὐτοκράτωρ σίτου μέγα τι χρῆμα δίδοσθαι
26.27.52
παρὰ τοῦ δημοσίου τῶνἈλεξανδρέων τοῖς δεομένοις ἀνὰ πᾶν 26. 42 ἔτος διώρισε.
26.27.53
ταῦτα ὁ δῆμος τηνικάδε διαδασάμενοι ἐν σφίσιν αὐτοῖς ἐς ἀπογόνους τοὺς ἄχρι
26.27.54
δεῦρο πεμψαν. ἀλλ' Ἥφαιστος ἐνθένδε μυριάδας ἐς διακοσίας ἐπετείους
26.27.55
μεδίμνων τοὺς τῶν ἀναγκαίων ὑποσπανίζοντας ἀφελόμενος τῷ δημοσίῳ ἐντέθεικε,
26.27.56
βασιλεῖ γράψας ὡς οὐ δικαίως οὐδὲ ᾗ ξυμφέρει τοῖς πράγμασι 26. 44 μέχρι νῦν ταῦτα
26.27.57
οἱ ἄνδρες οὗτοι κομίζοιντο. καὶ ἀπ' αὐτοῦ βασιλεὺς μὲν ἐμπεδώσας τὴν πρᾶξιν διὰ
26.27.58
σπουδῆς αὐτὸν μείζονος ἔσχεν, Ἀλεξανδρέων δὲ ὅσοι ταύτην εἶχον τοῦ βίου ἐλπίδα,
26.27.59
ταύτης δὴ ἐν τοῖς ἀναγκαιοτάτοις τῆς ἀπανθρωπίας ἀπώναντο. 27. 1 Τὰ μὲν
26.27.60
οὖνἸουστινιανῷ εἰργασμένα τοσαῦτά ἐστιν, ὥστε μηδὲ τὸν πάντα αἰῶνα τῷ περὶ
26.27.61
αὐτῶν 27. 2 λόγῳ ἐπαρκεῖν δύνασθαι. ὀλίγα δέ μοι ἄττα ἐκ πάντων ἀπολεξαμένῳ
26.27.62
εἰπεῖν ἀποχρήσει, δι' ὧν αὐτοῦ ἔνδηλον καὶ τοῖς ὄπισθεν γενησομένοις τὸ ἦθος ἅπαν
26.27.63
διαφανῶς ἔσται, καὶ ὡς εἴρων τε ἦν καὶ οὔτε θεοῦ οὔτε ἱερέων οὔτε νόμων αὐτῷ
26.27.64
ἔμελεν, οὔτε δήμου κατεσπουδασμένου αὐτῷ δοκοῦντος εἶναι, οὐ μὴν οὔτε τινὸς τὸ
26.27.65
παράπαν αἰδοῦς ἢ τοῦ τῆς πολιτείας ξυμφόρου ἢ ὅτου τι προὔργου ἐς αὐτὴν γένοιτο,
26.27.66
ἢ ὅπως σκήψεώς τινος τὰ πρασσόμενα τυχεῖν δύναιτο, οὔτε ἄλλο τι αὐτὸν ἐσῄει, ὅτι
26.27.67
μὴ μόνη ἀφαίρεσις τῶν ἐν πάσῃ γῇ κειμένων χρημάτων. ἄρξομαι δὲ ἐνθένδε.
26.27.68
27. 3Ἀρχιερέα κατεστήσατοἈλεξανδρεῦσιν αὐτὸς Παῦλον ὄνομα. ἐτύγχανε δὲῬόδων
26.27.69
τις, Φοῖνιξ γένος, ἔχων 27. 4 τηνικάδε τὴνἈλεξανδρείας ἀρχήν. ᾧ δὴ ἐπέστελλεν ἐς
26.27.70
ἅπαντα Παύλῳ ὑπηρετεῖν προθυμίᾳ τῇ πάσῃ, ὅπως δὴ ἀτελεύτητον μένοι τῶν πρὸς
26.27.71
αὐτοῦ ἐπαγγελλομένων 27. 5 μηδέν. ταύτῃ γὰρ τῶνἈλεξανδρέων τοὺς αἱρετικοὺς
26.27.72
ἑταιρίζεσθαι αὐτὸν ἐς τὴν ἐν Καλχηδόνι σύνοδον ᾤετο 27. 6 δυνατὸν ἔσεσθαι. ἦν δέ
26.27.73
τιςἈρσένιος, Παλαιστῖνος γένος, ὅσπερ Θεοδώρᾳ τῇ βασιλίδι ἐν τοῖς μάλιστα
26.27.74
ἀναγκαιοτάτοις ἐπιτήδειος γεγονὼς, καὶ ἀπ' αὐτοῦ δύναμίν τε πολλὴν μεγάλα τε
26.27.75
περιβαλλόμενος χρήματα 27. 7 ἐς βουλῆς ἀξίωμα ἦλθε, καίπερ μιαρώτατος ὤν. οὗτος
26.27.76
Σαμαρείτης μὲν ἦν, τοῦ δὲ μὴ τὴν ὑπάρχουσαν προέσθαι δύναμιν ὀνόματος
26.27.77
ἀντιλαβέσθαι τοῦ Χριστιανῶν 27. 8 ἔγνω. ὁ μέντοι πατήρ τε καὶ ἀδελφὸς τῇ τούτου
26.27.78
δυνάμει θαρσοῦντες διαγεγόνασι μὲν ἐν Σκυθοπόλει, περιστέλλοντες τὴν πάτριον
26.27.79
δόξαν, γνώμῃ δὲ αὐτοῦ 27. 9 ἀνήκεστα τοὺς Χριστιανοὺς εἰργάζοντο πάντας. διὸ δὴ
26.27.80
οἱ πολῖται σφίσιν ἐπαναστάντες ἄμφω ἔκτειναν θανάτῳ οἰκτίστῳ, κακά τε πολλὰ
26.27.81
ξυνηνέχθη νοις ἐνθένδε γενέσθαι. τότε μὲν οὖν αὐτὸν
26.27.82
οὔτεἸουστινιανὸς οὔτε βασιλὶς κακόν τι ἔδρασαν, καίπερ αἰτιώτατον γεγονότα
26.27.83
δυσκόλων ἁπάντων, ἀπεῖπον δὲ αὐτῷ ἐς Παλάτιον μηκέτι ἰέναι· ἐνδελεχέστατα γὰρ
26.27.84
τούτου 27. 11 δὴ ἕνεκα πρὸς τῶν Χριστιανῶν ἠνωχλοῦντο. οὗτοςἈρσένιος βασιλεῖ
26.27.85
χαριεῖσθαι οἰόμενος οὐ πολλῷ ὕστερον ξὺν τῷ Παύλῳ ἐς τὴνἈλεξάνδρειαν
26.27.86
στέλλεται, ὡς δὴ τά τε ἄλλα ὑπηρετήσων καὶ τὴν ἐς τοὺςἈλεξανδρεῖς πειθὼ
26.27.87
ξυγκατεργασόμενος αὐτῷ δυνάμει τῇ 27. 12 πάσῃ. ἰσχυρίζετο γὰρ ὑπὸ τὸν χρόνον
26.27.88
τοῦτον, ἡνίκα οἱ τοῦ Παλατίου ἀποκεκλεῖσθαι ξυνέπεσε, τῶν ἐν Χριστιανοῖς οὐκ
26.27.89
ἀμελέτητος γεγονέναι δογμάτων ἁπάντων. 27. 13 ὅπερ τὴν Θεοδώραν ἠνίασε· τὴν
26.27.90
ἐναντίαν γὰρ τετο τῷ βασιλεῖ ἐς τοῦτο ἰέναι, ὥς μοι ἐν τοῖς
26.27.91
σθεν λόγοις εἴρηται. ἐπεὶ οὖν ἐνἈλεξανδρεῦσιν ἐγένοντο, διάκονόν τινα Ψόην
26.27.92
ὄνομαῬόδωνι Παῦλος παρέδωκε τεθνηξόμενον, φάσκων δὴ αὐτὸν μόνον οἱ αὐτῷ
26.27.93
ἐμποδὼν ἵστασθαι τοῦ μὴ τὰ βασιλεῖ δεδογμένα 27. 15 ὑποτελέσαι. τοῖς δὲ βασιλέως
26.27.94
γράμμασιῬόδων ἠγμένος, συχνοῖς τε οὖσι καὶ λίαν σπουδαίοις, αἰκίζεσθαι τὸν
26.27.95
ἄνθρωπον ἔγνω. καὶ ὃς ὑπὸ τῆς βασάνου τεινόμενος αὐτίκα θνήσκει. ἅπερ
26.27.96
ἐπεὶ ἐς βασιλέα ἦλθεν, ἐγκειμένης ἰσχυρότατα τῆς βασιλίδος, ἅπαντα βασιλεὺς ἐπὶ
26.27.97
Παύλῳ τε καὶῬόδωνι καὶἈρσενίῳ εὐθὺς ἐκίνει, ὥσπερ τῶν πρὸς αὐτοῦ τούτοις δὴ
26.27.98
τοῖς 27. 17 ἀνθρώποις ἐπηγγελμένων ἐπιλελησμένος ἁπάντων. Λιβέριον οὖν τῶν
26.27.99
ἐκῬώμης ἄνδρα πατρίκιον καταστησάμενος ἐπὶ τῆςἈλεξανδρέων ἀρχῆς καὶ τῶν
26.27.100
δοκίμων ἱερέων τινὰς ἐς τὴνἈλεξάνδρειαν ἔστειλε τὴν τοῦ πράγματος
26.27.101
ποιησομένους διάγνωσιν, ἐν οἷς καὶ ὁῬώμης ἀρχιδιάκονος Πελάγιος ἦν, τὸ Βιγιλίου
26.27.102
τοῦ ἀρχιερέως ὑποδὺς πρόσωπον, ἐπιτεταγμένον οἱ τοῦτό γε πρὸς τοῦ 27. 18
26.27.103
Βιγιλίου· τοῦ τε φόνου ἐληλεγμένου Παῦλον τῆς ἱερωσύνης εὐθὺς καθεῖλον,
26.27.104
φυγόντα δὲῬόδωνα ἐς Βυζάντιον τήν τε κεφαλὴν ἀφείλετο ὁ βασιλεὺς καὶ τὰ
26.27.105
χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο, καίπερ τρισκαίδεκα ἐπιστολὰς τοῦ
26.27.106
ἀνθρώπου ἐνδειξαμένου, ἅσπερ αὐτῷ βασιλεὺς ἔγραψε σπουδάζων τε καὶ
26.27.107
διατεινόμενος ἄγαν ἐπαγγέλλων τε ἅπαντα τῷ Παύλῳ ὑπηρετεῖν ἐπιτάττοντι καὶ
26.27.108
μηδ' ὁτιοῦν ἀντιτείνειν, ὅπως ἐπὶ τῇ δόξῃ ἐπιτελέσαι τὰ δόξαντα δυνατὸς εἴη.
26.27.109
27. 19Ἀρσένιόν τε Λιβέριος γνώμῃ Θεοδώρας ἀνεσκολόπισε, καὶ αὐτοῦ τὰ χρήματα
26.27.110
δημοσιοῦν βασιλεὺς ἔγνω, καίπερ οὐδὲν αὐτῷ ἐπεγκαλεῖν ἔχων ἢ ὅτι ξὺν τῷ Παύλῳ
26.27.111
δίαιταν εἶχε. 27. 20 Ταῦτα μὲν οὖν εἴτε ὀρθῶς εἴτε ἄλλῃ πη αὐτῷ εἴργασται, οὐκ ἔχω
26.27.112
εἰπεῖν, ὅτου δὲ δὴ ἕνεκα ταῦτά μοι 27. 21 εἴρηται αὐτίκα δηλώσω. ὁ Παῦλος χρόνῳ
26.27.113
τινὶ ὕστερον ἐς Βυζάντιον ἥκων ἑπτά τε χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ τούτῳ
26.27.114
προέμενος ἠξίου τὴν ἱερωσύνην 27. 22 ἀπολαβεῖν ἅτε αὐτὴν οὐδενὶ νόμῳ
26.27.115
ἀφῃρημένος. Ἰουστινιανὸς δὲ τά τε χρήματα ἐδέξατο πρᾴως καὶ τὸν ἄνθρωπον ἐν
26.27.116
τιμῇ ἔσχεν, ἀρχιερέα τε ὡμολόγησενἈλεξανδρεῦσιν αὐτὸν καταστήσεσθαι αὐτίκα δὴ
26.27.117
μάλα, καίπερ ἑτέρου τὴν τιμὴν ἔχοντος, ὥσπερ οὐκ εἰδὼς ὅτι δὴ τοὺς αὐτῷ
26.27.118
ξυνοικήσαντάς τε καὶ ὑπουργεῖν τετολμηκότας ἔκτεινέ τε αὐτὸς καὶ τὰς οὐσίας
26.27.119
ἀφείλετο. 27. 23 ὁ μὲν οὖν Σεβαστὸς ἐς ἄγαν διατεινόμενος τὸ πρᾶγμα ἐν σπουδῇ
26.27.120
ἐποιεῖτο, Παῦλος δὲ διαρρήδην ἐπίδοξος 27. 24 ἦν τὴν ἱερωσύνην ἀπολήψεσθαι
26.27.121
μηχανῇ πάσῃ. ἀλλὰ Βιγίλιος τηνικάδε παρὼν εἴκειν βασιλεῖ τὸ τοιοῦτον ἐπιτάττοντι
26.27.122
οὐδαμῇ ἔγνω. ἔφασκε γὰρ οὐχ οἷός τε εἶναι ψῆφον τὴν οἰκείαν αὐτὸς ἀνάδικον
26.27.123
διειργάσθαι, 27. 25 τὴν Πελαγίου παραδηλῶν γνῶσιν. οὕτως ἄλλου οὐδενὸς τῷ
26.27.124
βασιλεῖ τούτῳ ὅτι μὴ χρημάτων ἀφαιρέσεως ἀεὶ ἔμελεν. εἰρήσεται δὲ καὶ ἄλλο
26.27.125
τοιόνδε. 27. 26 Φαυστῖνος ἦν τις, Παλαιστῖνος γένος, Σαμαρείτης μὲν γεγονὼς
26.27.126
ἄνωθεν, ὀνόματος δὲ τοῦ Χριστιανῶν 27. 27 ἀντιλαμβανόμενος ἀνάγκῃ τοῦ νόμου.
26.27.127
οὗτος ὁ Φαυστῖνος ἔς τε βουλῆς ἀξίωμα ἦλθε καὶ τῆς χώρας τὴν ἀρχὴν ἔσχεν, ἧσπερ
26.27.128
αὐτὸν παραλυθέντα οὐ πολλῷ ὕστερον ἔς τε τὸ Βυζάντιον ἥκοντα τῶν τινες ἱερέων
26.27.129
διέβαλλον ἐπενεγκάμενοι ὡς Σαμαρειτῶν νόμιμα περιστέλλει, καὶ Χριστιανοὺς
26.27.130
δράσειε τοὺς ἐν Παλαιστίνῃ 27. 28 ᾠκημένους ἀνόσια ἔργα. Ἰουστινιανὸς δὲ
26.27.131
ἀγριαίνεσθαί τε καὶ δεινὰ ποιεῖσθαι διὰ ταῦτα ἐδόκει, ὅτι δὴ αὐτοῦ τὴνῬωμαίων
26.27.132
ἀρχὴν ἔχοντος τὸ τοῦ Χριστοῦ ὄνομα 27. 29 ὑφ' ὁτουοῦν διασύροιτο. οἱ μὲν οὖν ἐκ
26.27.133
τῆς συγκλήτου βουλῆς τὴν διάγνωσιν πεποιημένοι τοῦ πράγματος φυγῇ τὸν
26.27.134
Φαυστῖνον ἐζημίωσαν, βασιλέως κειμένου σφίσι. βασιλεὺς δὲ πρὸς αὐτοῦ
26.27.135
χρήματα ὅσα ἐβούλετο κεκομισμένος ἀνάδικα εὐθὺς τὰ δεδικασμένα 27. 31 ἐποίησε.
26.27.136
Φαυστῖνος δὲ αὖθις τὸ πρότερον ἀξίωμα ἔχων, βασιλεῖ τε ὡμίλει ἐπίτροπός τε
26.27.137
καταστὰς τῶν ἐν Παλαιστίνῃ τε καὶ Φοινίκῃ βασιλικῶν χωρίων ἀδεέστερον ἅπαντα
26.27.138
κατειργάζετο ὅσα οἱ αὐτῷ βουλομένῳ 27. 32 εἴη. ὅντινα μὲν οὖνἸουστινιανὸς τρόπον
26.27.139
τὰ Χριστιανῶν δικαιώματα περιστέλλειν ἠξίου, καίπερ οὐ πολλῶν εἰρημένων ἡμῖν,
26.27.140
ἀλλ' ἐκ τῶνδε βραχέων ὄντων μηριοῦν ἔστιν. ὅπως δὲ καὶ τοὺς νόμους
26.27.141
οὐδεμιᾷ ὀκνήσει κατέσειε χρημάτων κειμένων βραχυτάτῳ δηλωθήσεται λόγῳ. 28. 1
26.27.142
Πρίσκος τις ἐν τῇἘμεσηνῶν ἐγένετο πόλει, ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι
26.27.143
εὐφυῶς ἐξηπίστατο, τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν. 28. 2 ἐτύγχανε
26.27.144
δὲ ἡ τῶνἘμεσηνῶν ἐκκλησία τῶν τινος ἐπιφανῶν κληρονόμος γεγενημένη χρόνοις
26.27.145
τισὶ πολλοῖς 28. 3 ἔμπροσθεν. ἦν δὲ οὗτος ἀνὴρ πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμμιανὸς
26.27.146
δὲ ὄνομα, γένει λαμπρὸς καὶ ριουσίᾳ χρημάτων. ἐπὶ δὲἸουστινιανοῦ
26.27.147
βασιλεύοντος ὁ Πρίσκος διερευνησάμενος πόλεως τῆς εἰρημένης τὰς οἰκίας πάσας, εἴ
26.27.148
τινας εὗρέ τε πλούτῳ ἀκμάζοντας καὶ πρὸς ζημίαν χρημάτων μεγάλων διαρκῶς
26.27.149
ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν
26.27.150
παλαιοῖς ἐντυχὼν, βιβλίδια πολλὰ ὡς παρ' ἐκείνων γεγραμμένα πεποίηται,
26.27.151
ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμμιανῷ ἀποδώσειν ἅτε παρακαταθήκης λόγῳ
26.27.152
ταῦτα πρὸς ἐκείνου κεκομισμένων. 28. 5 τό τε ὡμολογημένον ἐν τούτοις δὴ τοῖς
26.27.153
καταπλάστοις γραμματείοις χρυσίον ξυνῄει οὐχ ἧσσον ἢ ἐς ἑκατὸν 28. 6 κεντηνάρια.
26.27.154
καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε τοῦ χρόνου καθήμενος, ἡνίκα ὁ
26.27.155
Μαμμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπὶ τῇ ἀληθείᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ ἔχων,
26.27.156
ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον οἰκείοις ἐπισφραγίζων αὐτὸς
26.27.157
γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσιῬωμαῖοι, τὰ γράμματα δαιμονίως
26.27.158
μιμησάμενος τοῖς διοικουμένοις τὰ πράγματα τῆςἘμεσηνῶν ἐκκλησίας παρέδωκεν,
26.27.159
ὡμολογηκόσι μοῖραν αὐτῷ τινα κεῖσθαι τῶν ἐνθένδε σθησομένων
26.27.160
χρημάτων. ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς
26.27.161
τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας καλουμένας
26.27.162
τεσσαράκοντα ἐνιαυτῶν μήκει κρούων, μηχανῶνται τοιάδε. ἐς Βυζάντιον
26.27.163
ἀφικόμενοι καὶ χρήματα μεγάλα τῷ βασιλεῖ τούτῳ προέμενοι ἐδέοντο σφίσι τὸν τῶν
26.27.164
πολιτῶν ὄλεθρον οὐδὲν των ξυγκατεργάζεσθαι. ὁ δὲ τὰ χρήματα
26.27.165
κεκομισμένος μελλήσει οὐδεμιᾷ νόμον ἔγραψεν, οὐ χρόνοις τὰς ἐκκλησίας τοῖς
26.27.166
καθήκουσιν, ἀλλ' ἐνιαυτῶν ἑκατὸν πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν
26.27.167
ἀποκεκλεῖσθαι, καὶ ταῦτα οὐκ ἐνἘμέσῃ μόνον κύρια εἶναι, ἀλλὰ καὶ 28. 10 ἀνὰ πᾶσαν
26.27.168
τὴνῬωμαίων ἀρχήν. Ἐμεσηνοῖς τε τὸ πρᾶγμα τοῦτο διαιτᾶν ἔταξε Λογγῖνόν τινα
26.27.169
δραστήριόν τε ἄνδρα καὶ τὸ σῶμα ἰσχυρὸν ἄγαν, ὃς καὶ τὴν τοῦ 28. 11 δήμου ἀρχὴν
26.27.170
ἐν Βυζαντίῳ ὕστερον ἔσχεν. οἱ δὲ τῆς ἐκκλησίας τὰ πράγματα διοικούμενοι τὰ μὲν
26.27.171
πρῶτα τῶν τινι τῶν πολιτῶν δίκην κεντηναρίοιν ἐκ βιβλίων τῶν εἰρημένων
26.27.172
λαχόντες δυοῖν, κατεδικάσαντο τοῦ ἀνθρώπου εὐθὺς, ὅ τι καὶ ἀπολογήσαιτο οὐδαμῆ
26.27.173
ἔχοντος διά τε χρόνου τοσόνδε μῆκος καὶ ἄγνοιαν τῶν τότε 28. 12 πεπραγμένων. ἐν
26.27.174
πένθει δὲ μεγάλῳ ἐκάθηντο οἵ τε ἄλλοι ξύμπαντες ἄνθρωποι ὁμῶς τοῖς συκοφάνταις
26.27.175
ἐκκείμενοι καὶ πάντων μάλιστα οἱ τῶνἘμεσηνῶν μώτατοι. τοῦ δὲ κακοῦ
26.27.176
ἐς τοὺς πλείστους ἤδη τῶν πολιτῶν ἐπιρρέοντος προμήθειάν τινα τοῦ θεοῦ
26.27.177
νέχθη γενέσθαι τοιάνδε. Πρίσκον ὁ Λογγῖνος τὸν τοῦτο δὴ τὸ σκαιώρημα
26.27.178
ἐργασάμενον ἅπαντα ὁμοῦ κομίζειν οἱ τὰ γράμματα ἐκέλευσεν, ἀναδυόμενόν τε