Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 28 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.15.1
τὴν πρᾶξιν ἐρράπισε δυνάμει τῇ πάσῃ. ὁ δὲ ἀνδρὸς ἰσχυροῦ λίαν τὴν πληγὴν
28.15.2
οὐδαμῆ ἐνεγκὼν ἔπεσεν ὕπτιος, τρέμων δὲ ἤδη καὶ περιδεὴς γεγονὼς, ὅλως τε
28.15.3
Λογγῖνον ᾐσθῆσθαι τὰ πεπραγμένα ὑπονοῶν ὡμολόγει, οὕτω τε τῆς σκαιωρίας
28.15.4
ἁπάσης ἐς φῶς ἐνεχθείσης τὴν συκοφαντίαν πεπαῦσθαι ξυνέβη. 28. 16 Ταῦτα δὲ οὐ
28.15.5
μόνον ἐς τοὺς νόμους ἀεὶ καὶ καθ' ἑκάστην εἰργάζετο τοὺςῬωμαίων, ἀλλὰ καὶ
28.15.6
οὓςἙβραῖοι τιμῶσι καταλύειν ὅδε βασιλεὺς ἐν σπουδῇ εἶχεν. 28. 17 ἢν γάρ ποτε
28.15.7
αὐτοῖς ἐπανιὼν ὁ χρόνος τὴν Πασχαλίαν ἑορτὴν πρὸ τῶν Χριστιανῶν ἀγαγὼν τύχοι,
28.15.8
οὐκ εἴα ταύτην τοὺςἸουδαίους καιροῖς τοῖς καθήκουσιν ἄγειν, οὐδέ τι ἐν ταύτῃ
28.15.9
ἐξοσιοῦσθαι τῷ θεῷ ἢ ἐπιτελεῖν τῶν 28. 18 ἐν σφίσιν αὐτοῖς νομίμων. πολλούς τε
28.15.10
αὐτῶν οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι ἅτε προβατείων κρεῶν ἐν τούτῳ γευσαμένους
28.15.11
τῷ χρόνῳ, τῆς ἐς τὴν πολιτείαν μίας ὑπάγοντες χρήμασιν ἐζημίουν
28.15.12
πολλοῖς. ἔργα μὲν οὖν καὶ ἄλλα τοιαῦταἸουστινιανοῦ ἀνάριθμα ἐξεπιστάμενος οὐκ
28.15.13
ἄν τι ἐνθείην, ἐπεὶ πέρας δοτέον τῷ λόγῳ. ἀποχρήσει γὰρ καὶ δι' αὐτῶν τὸ τοῦ
28.15.14
ἀνθρώπου ἦθος σημῆναι. 29. 1Ὅτι δὲ εἴρων τε καὶ κατάπλαστος ἦν, αὐτίκα δηλώσω.
28.15.15
τὸν Λιβέριον τοῦτον, οὗπερ ἐμνήσθην ἀρτίως, παραλύσας ἧς εἶχεν ἀρχῆς, Ἰωάννην
28.15.16
ἀντ' αὐτοῦ κατεστήσατο Αἰγύπτιον γένος, ἐπίκλησιν Λαξαρίωνα. 29. 2 ὅπερ ἐπεὶ
28.15.17
Πελάγιος ἔγνω Λιβερίῳ φίλος ἐς τὰ μάλιστα ὢν, τοῦ αὐτοκράτορος ἀνεπυνθάνετο
28.15.18
εἴπερ ὁ 29. 3 ἀμφὶ Λαξαρίωνα λόγος ἀληθὴς εἴη. καὶ ὃς εὐθὺς ἀπηρνήσατο μηδὲν
28.15.19
πεπραγέναι τοιοῦτο ἀπισχυρισάμενος, γράμματά τε αὐτῷ πρὸς Λιβέριον ἐνεχείρισεν,
28.15.20
ἐντελλόμενος βεβαιότατα τῆς ἀρχῆς ἔχεσθαι, καὶ μηδενὶ τῆς τρόπῳ
28.15.21
μεθίεσθαι. οὐ γὰρ ταύτης ἐθέλειν ἐν τῷ παρόντι αὐτὸν παραλῦσαι. ἦν δέ τις
28.15.22
τῷἸωάννῃ ἐν Βυζαντίῳ θεῖος, Εὐδαίμων ὄνομα, ἔς τε τὸ τῶν ὑπάτων ἀξίωμα ἥκων
28.15.23
καὶ χρήματα περιβεβλημένος πολλὰ 29. 5 ἐπίτροπος τέως τῆς βασιλέως οὐσίας ἰδίας.
28.15.24
οὗτος Εὐδαίμων ἐπειδὴ ταῦτα ἠκηκόει ἅπερ ἐρρήθη, καὶ αὐτὸς βασιλέως
28.15.25
ἀνεπυνθάνετο εἰ ἐν βεβαίῳ τῷ ἀδελφιδῷ τὰ 29. 6 τῆς ἀρχῆς εἴη. ὁ δὲ ὅσα οἱ πρὸς
28.15.26
Λιβέριον ἐγέγραπτο ἀρνησάμενος, πρὸς τὸνἸωάννην γράμματα γράψας
28.15.27
τιλαβέσθαι τῆς ἀρχῆς δυνάμει πάσῃ ἐπέστελλεν. οὐδὲ γὰρ οὐδ' αὐτῷ νεώτερον ἀμφ'
28.15.28
αὐτῇ βεβουλεῦσθαι. οἷσπερ ὁἸωάννης ἀναπεισθεὶς Λιβέριον ἀναχωρεῖν τοῦ τῆς
28.15.29
ἀρχῆς καταγωγίου ἅτε αὐτῆς παραλελυμένον 29. 8 ἐκέλευε. Λιβέριος δὲ αὐτῷ
28.15.30
πείθεσθαι οὐδαμῆ ἔφασκεν, ἠγμένος δηλονότι τοῖς βασιλέως καὶ αὐτὸς γράμμασιν.

Intertext edge

Open linked passage

Note