Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arcana
ProcopiusArca 29 · pg-scrape-grcMore by Procopius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
29.9.1
ὁ μὲν οὖνἸωάννης τούς οἱ ἑπομένους ὁπλίσας ἐπὶ τὸν Λιβέριον ᾔει, ὁ δὲ ξὺν τοῖς
29.9.2
ἀμφ' αὑτὸν εἰς ἀντίστασιν εἶδε. μάχης τε γενομένης, ἄλλοι τε πολλοὶ 29. 10 πίπτουσι
29.9.3
καὶἸωάννης αὐτὸς ὁ τὴν ἀρχὴν ἔχων. Εὐδαίμονος οὖν ἰσχυρότατα ἐγκειμένου,
29.9.4
μετάπεμπτος εὐθὺς ἐς Βυζάντιον ὁ Λιβέριος ἦν, ἥ τε σύγκλητος βουλὴ τὴν
29.9.5
διάγνωσιν ποιουμένη τῶν πεπραγμένων, ἀπεψηφίσατο τοῦ ἀνθρώπου, ἐπεὶ αὐτοῦ
29.9.6
οὐκ ἐπελθόντος, ἀλλ' 29. 11 ἀμυνομένου τὸ μίασμα ξυνηνέχθη γενέσθαι. βασιλεὺς
29.9.7
μέντοι οὐ πρότερον ἀπέστη ἕως αὐτὸν ἐζημίωσε χρήμασι λάθρα. 29. 12 Οὕτω μὲν
29.9.8
οὖνἸουστινιανὸς ἀληθίζεσθαί τε ἠπίστατο καὶ εὐθύγλωσσος ἦν. ἐγὼ δὲ πάρεργόν τι
29.9.9
τοῦδε τοῦ λόγου εἰπεῖν οὐκ ἄπο τοῦ καιροῦ οἴομαι εἶναι. ὁ μὲν γὰρ Εὐδαίμων οὗτος
29.9.10
ἐτελεύτησεν οὐ πολλῷ ὕστερον, ξυγγενῶν μέν οἱ ἀπολελειμμένων πολλῶν, οὔτε
29.9.11
διαθήκην τινὰ διαθέμενος οὔτε τι ἄλλο τὸ παράπαν 29. 13 εἰπών. ὑπὸ χρόνον τε τὸν
29.9.12
αὐτὸν καί τις ἄρχων γεγονὼς τῶν ἐν Παλατίῳ εὐνούχων ὄνομα Εὐφρατᾶς ἀπελύθη
29.9.13
τοῦ βίου, ἀδελφιδοῦν μὲν ἀπολιπὼν, οὐδὲν δὲ ἐπὶ τῇ οὐσίᾳ διαθέμενος τῇ αὑτοῦ
29.9.14
πολλῇ ἐς ἄγαν 29. 14 οὔσῃ. ἄμφω δὲ βασιλεὺς τὰς οὐσίας ἀφείλετο, κληρονόμος
29.9.15
γεγενημένος αὐτόματος καὶ οὐδὲ τριώβολόν τινι 29. 15 τῶν νομίμων κληρονόμων
29.9.16
προέμενος. τοσαύτῃ αἰδοῖ ἔς τε τοὺς νόμους καὶ τῶν ἐπιτηδείων τοὺς ξυγγενεῖς
29.16.1
ὁ βασιλεὺς οὗτος ἐχρῆτο. οὕτως καὶ τὰ Εἰρηναίου πολλῷ ἔμπροσθεν
29.16.2
τελευτήσαντος δικαίωμα οὐδ' ὁτιοῦν ἐπ' αὐτοῖς ἔχων ἀφείλετο. 29. 17 Τούτων δὲ τὸ
29.16.3
ἐχόμενον ὑπὸ χρόνον τε τὸν αὐτὸν γεγονὸς οὐκ ἂν σιωπῴην. Ἀνατόλιός τις ἦν
29.16.4
ἐνἈσκαλωνιτῶν τῷ λευκώματι τὰ πρωτεῖα ἔχων. τούτου τὴν παῖδα γαμετὴν
29.16.5
γυναῖκα τῶν τις Καισαρέων πεποίηται, 29. 18 Μαμιλιανὸς ὄνομα, οἰκίας ἐπιφανοῦς
29.16.6
ἄγαν. ἦν δὲ ἡ κόρη ἐπίκληρος, ἐπεὶ μόνης αὐτῆςἈνατόλιος ἐγεγόνει 29. 19 πατήρ.
29.16.7
νόμῳ δὲ ἄνωθεν διωρισμένον, ἐπειδὰν βουλευτὴς τῶν τινος πόλεων οὐκ
29.16.8
ἀπολελειμμένων οἱ παίδων γόνου ἄρρενος ἐξ ἀνθρώπων ἀφανισθείη, τῶν
29.16.9
ἀπολελειμμένων ὑπὸ τούτου χρημάτων τὸ μὲν τεταρτημόριον δίδοσθαι τῷ τῆς
29.16.10
πόλεως βουλευτηρίῳ, πάντων δὲ τῶν ἄλλων τοὺς κληρονόμους τοῦ τετελευτηκότος
29.16.11
ἀπόνασθαι, γνώρισμα ἤθους τοῦ οἰκείου κἀνταῦθα ὁ αὐτοκράτωρ ἐνδεικνύμενος,
29.16.12
νόμον ἔναγχος ἐτύγχανε γράψας, ἔμπαλιν τὰ τοῦ πράγματος διοικούμενον ὅπως δὴ,
29.16.13
ἐπειδὰν βουλευτὴς ἄπαις τελευτῴη γόνου ἄρρενος τῆς οὐσίας οἱ μὲν κληρονόμοι τὸ
29.16.14
τέταρτον ἔχοιεν, τἄλλα δὲ πάντα τό τε δημόσιον καὶ τὸ τῆς πόλεως 29. 20 λεύκωμα
29.16.15
φέροιντο. καίτοι οὐδεπώποτε δημόσιον ἢ βασιλεὺς ἀφ' οὗ γεγόνασιν ἄνθρωποι
29.16.16
χρημάτων λευτικῶν μετασχεῖν ἔσχε. τούτου τοίνυν κειμένου τοῦ
29.16.17
νόμου, Ἀνατολίῳ μὲν ἐπεγένετο ἡ τέλειος ἡμέρα τοῦ βίου, ἡ δὲ τούτου παῖς τὸν
29.16.18
τούτου κλῆρον πρός τε τὸ δημόσιον καὶ τὸ τῆς πόλεως βουλευτήριον κατὰ τὸν
29.16.19
νόμον ἐνείματο, καὶ αὐτῇ γράμματα βασιλεύς τε αὐτὸς καὶἈσκαλωνιτῶν οἱ τοῦ
29.16.20
λευκώματος ἔγραψαν, τῆς περὶ τούτων αὐτὴν ἀφιέντες ἀντιλογίας ἅτε τὰ σφίσι
29.16.21
προσήκοντα κεκομισμένοι ὀρθῶς καὶ δικαίως. 29. 22 ὕστερον καὶ Μαμιλιανὸς
29.16.22
ἀπελύθη τοῦ βίου, ὅσπερἈνατολίῳ κηδεστὴς ἐγεγόνει, παιδός οἱ ἀπολελειμμένης
29.16.23
μιᾶς, ἥπερ καὶ μόνη τὴν τοῦ πατρὸς οὐσίαν, ὡς τὸ 29. 23 εἰκὸς, ἔσχε. μετὰ δὲ καὶ αὕτη
29.16.24
περιούσης ἔτι οἱ τῆς μητρὸς ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου, ἀνδρὶ μὲν ξυνοικισθεῖσα
29.16.25
τῶν λογίμων τινὶ, μήτηρ δὲ οὔτε λεος οὔτε ἄρσενος γενομένη γόνου.
29.16.26
ἀλλ' Ἰουστινιανὸς πάντων ἀντελάβετο τῶν χρημάτων εὐθὺς, ἐκεῖνο
29.16.27
ἀποφθεγξάμενος τὸ θαυμάσιον, ὡς τὴνἈνατολίου παῖδα γυναῖκα γραῦν οὖσαν τοῖς
29.16.28
τε τοῦ ἀνδρὸς καὶ τοῖς τοῦ πατρὸς πλουτεῖν χρήμασιν οὐχ ὅσιον εἴη. 29. 25 ὅπως δὲ ἡ
29.16.29
γυνὴ μὴ ἐν τοῖς προσαιτηταῖς τὸ ἐνθένδε τετάξεται, στατῆρα χρυσοῦν ἐς ἡμέραν
29.16.30
ἑκάστην τὴν γυναῖκα φέρεσθαι ταύτην διώρισεν, ἕως ἂν περιῇ, τοῦτο θέμενος ἐν
29.16.31
τοῖς γράμμασι, δι' ὧν τὰ χρήματα ἐληΐσατο ταῦτα, ὡς τὸν στατῆρα προεῖται τῆς
29.16.32
εὐσεβείας ἕνεκα τοῦτον· «ἔθος γάρ μοι», ἔφη, «τά τε ὅσια «καὶ εὐσεβῆ πράττειν».
29.16.33
29. 26Ἀλλὰ περὶ μὲν τούτων ἀπόχρη λέγειν, ὅπως μὴ ὁ λόγος κατακόρως ἔχοι, ἐπεὶ
29.16.34
οὐδὲ ἁπάντων ἀνθρώπῳ 29. 27 γε ὄντι δυνατὸν ἀπομνημονεῦσαι. ὅτι δὲ οὐ Βενέτων
29.16.35
τῶν οἱ ἐσπουδασμένων δοκούντων εἶναι λόγον τινὰ 29. 28 πεποίηται χρημάτων
29.16.36
παρόντων, ἐγὼ δηλώσω. Μαλθάνης τις ἐγεγόνει ἐν Κίλιξι Λέοντος ἐκείνου γαμβρὸς,
29.16.37
ὅσπερ εἶπεν, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, τὴν τοῦ 29. 29 καλουμένου
29.16.38
ῥεφερενδαρίου τιμήν. τοῦτον βίας ἀναστέλλειν ἐπέστελλε τὰς ἐν Κίλιξι. ταύτης τε
29.16.39
τῆς σκήψεως ὁ Μαλθάνης λαβόμενος ἀνήκεστα κακὰ Κιλίκων τοὺς πλείστους
29.16.40
εἰργάζετο, καὶ τὰ χρήματα ληϊζόμενος τὰ μὲν τῷ τυράννῳ ἔπεμπε, τοῖς δὲ αὐτὸς
29.16.41
ἐδικαίου 29. 30 πλουτεῖν. οἱ μὲν οὖν ἄλλοι τὰ σφίσι παρόντα σιωπῇ ἔφερον, Ταρσέων
29.16.42
δὲ ὅσοι Βένετοι ἦσαν τῇ ἐκ βασιλέως παρρησίᾳ θαρσοῦντες ἐν τῷ δημοσίῳ τῆς
29.16.43
ἀγορᾶς ἐς τὸν Μαλθάνην οὐ παρόντα σφίσι πολλὰ ὕβριζον. 29. 31 ὅπερ ἐπεὶ ὁ
29.16.44
Μαλθάνης ἔγνω, πλῆθος στρατιωτῶν ἐπαγόμενος ἐς Ταρσὸν εὐθὺς ἀφίκετο νύκτωρ
29.16.45
περιπέμπων τε τοὺς στρατιώτας ἐς τὰς οἰκίας ὄρθρου 29. 32 βαθέος καταλύειν
29.16.46
ἐκέλευεν. ἔφοδον δὲ οἰόμενοι ταύτην οἱ Βένετοι εἶναι, ἐκ τῶν παρόντων ἠμύνοντο.
29.16.47
ξυνέβη τοίνυν ἄλλα τε κακὰ ἐν σκότῳ γενέσθαι καὶ Δαμιανὸν, 29. 33 ἄνδρα ἐκ
29.16.48
βουλῆς, τοξεύματι βληθέντα πεσεῖν. ἦν δὲ ὁ Δαμιανὸς οὗτος τῶν τῇδε Βενέτων
29.16.49
προστάτης. ὅπερ ἐπεὶ ἐς Βυζάντιον ἦλθεν, οἵ τε Βένετοι δυσφορούμενοι θορύβῳ ἀνὰ
29.16.50
τὴν πόλιν πολλῷ εἴχοντο, καὶ βασιλέα μὲν ἀμφὶ τῷ πράγματι ἠνώχλουν ἄγαν,
29.16.51
Λέοντα δὲ καὶ τὸν Μαλθάνην ξὺν δεινοτάταις ἀπειλαῖς πολλὰ 29. 34 ἐδυσφήμουν.
29.16.52
καὶ αὐτοκράτωρ οὐδέν τι ἧσσον ἀγριαίνεσθαι ἐπὶ τοῖς πεπραγμένοις ἐσκήπτετο.
29.16.53
γράμμα οὖν εὐθὺς ἔγραψε, ζήτησίν τε καὶ τίσιν τῶν τῷ θάνῃ
29.16.54
πεπολιτευμένων κελεύων γενέσθαι. ἀλλὰ Λέων αὐτῷ χρυσίου προέμενος πλῆθος
29.16.55
τοῦ τε θυμοῦ αὐτίκα καὶ τῆς ἐς τοὺς Βενέτους στοργῆς ἔπαυσε, τοῦ τε πράγματος
29.16.56
ἀνεξετάστου μενενηκότος Μαλθάνην βασιλεὺς ἐς Βυζάντιον παρ' αὐτὸν ἥκοντα ξύν
29.16.57
τε πολλῇ 29. 36 φιλοφροσύνῃ εἶδε καὶ ἐν τιμῇ ἔσχεν. ἐξιόντα δὲ οἱ Βένετοι ἐκ
29.16.58
βασιλέως τηρήσαντες πληγὰς αὐτῷ προσετρίψαντο ἐν Παλατίῳ καὶ διαχρήσασθαι
29.16.59
ἔμελλον, εἰ μὴ αὐτῶν τινες διεκώλυσαν, οἵ γε πρὸς Λέοντος ματα ἤδη
29.16.60
κεκομισμένοι λάθρα ἐτύγχανον. καίτοι τίς οὐκ ἂν ταύτην τὴν πολιτείαν
29.16.61
ἐλεεινοτάτην καλοίη, ἐν ᾗ βασιλεὺς μὲν δωροδοκήσας ἀνεξέταστα κατέλειψε τὰ
29.16.62
ἐγκλήματα, στασιῶται δὲ βασιλέως ἐν Παλατίῳ ὄντος ἐπαναστῆναι τῶν τινι
29.16.63
ἀρχόντων οὐδεμιᾷ ὀκνήσει μησαν, ἀδίκων τε χειρῶν ἐπ' αὐτὸν ἄρξαι;
29.16.64
τίσις μέντοι τούτων δὴ ἕνεκα οὐδεμία οὔτε εἰς τὸν Μαλθάνην ἐγένετο οὔτε εἰς τοὺς
29.16.65
αὐτῷ ἐπαναστάντας. ἐκ τούτων δὲ εἴ τις βούλοιτο τὸἸουστινιανοῦ τοῦ βασιλέως
29.16.66
τεκμηριούσθω ἦθος. 30. 1 Εἰ δέ τινα καὶ τοῦ τῆς πολιτείας ξυμφόρου ποιεῖται λόγον,
29.16.67
τὰ ἐς δρόμον τε αὐτῷ τὸν δημόσιον 30. 2 καὶ τοὺς κατασκόπους εἰργασμένα δηλώσει.
29.16.68
οἱ μὲν γὰρῬωμαίων αὐτοκράτορες ἐν τοῖς ἄνω χρόνοις γεγενημένοι, προνοήσαντες
29.16.69
ὅπως ἅπαντά τε σφίσιν ἐπαγγέλλοιτο τάχιστα καὶ μηδεμιᾷ διδῷτο μελλήσει, τά τε
29.16.70
πρὸς τῶν πολεμίων ἐν χώρᾳ ἑκάστῃ ξυμπίπτοντα καὶ ταῖς πόλεσι κατὰ στάσιν ἢ
29.16.71
ἄλλο τι ἀπρόοπτον συμβαίνοντα πάθος τά τε πρὸς τῶν ἀρχόντων καὶ τῶν ἄλλων
29.16.72
ἁπάντων πανταχόθι πρασσόμενα τῆςῬωμαίων ἀρχῆς, ὅπως τε οἱ τοὺς φόρους
29.16.73
παραπέμποντες τοὺς ἐπετείους διασώζοιντο βραδυτῆτός τε καὶ κινδύνου χωρὶς,
29.16.74
δημόσιον ὀξύν τινα πανταχόσε πεποίηνται μον τρόπῳ τοιῷδε. ἐς ἡμέρας
29.16.75
ὁδὸν εὐζώνῳ ἀνδρὶ σταθμοὺς κατεστήσαντο, πὴ μὲν ὀκτὼ, πὴ δὲ τούτων ἐλάσσους,
29.16.76
οὐ μέντοι ἧσσον ἐκ τοῦ ἐπὶ πλεῖστον ἢ 30. 4 κατὰ πέντε. ἵπποι δὲ ἵσταντο ἐς
29.16.77
τεσσαράκοντα ἐν σταθμῷ ἑκάστῳ. ἱπποκόμοι δὲ κατὰ λόγον τοῦ τῶν 30. 5 ἵππων
29.16.78
μέτρου ἐτετάχατο ἐν πᾶσι σταθμοῖς. συχναῖς δὲ ἵππων δοκιμωτάτων ὄντων
29.16.79
διαδοχαῖς ἐλαύνοντες ἀεὶ οἷσπερ ἐπίκειται τὸ ἔργον τοῦτο, δέκα τε, ἂν οὕτω τύχοι,
29.16.80
ὁδὸν ἡμερῶν ἀμείβοντες ἐν ἡμέρᾳ μιᾷ ἔπρασσον ἅπαντα ὅσα μοι ἀρτίως δεδήλωται·
29.16.81
πρὸς δὲ καὶ οἱ τῶν χωρίων πανταχῆ κύριοι, ἄλλως τε κἂν ἐν μεσογείοις τὰ χωρία
29.16.82
ὄντα ἐτύγχανεν, εὐδαιμονέστατοι ἐπ' 30. 6 αὐτοῖς ἐν τοῖς μάλιστα ἦσαν. τοὺς γὰρ
29.16.83
ὄντας ἐκ τοῦ περιόντος σφίσι καρποὺς ἵππων τε καὶ ἱπποκόμων τροφῆς ἕνεκα τῷ
29.16.84
δημοσίῳ ἀνὰ πᾶν ἔτος ἀποδιδόμενοι, 30. 7 χρήματα μεγάλα ἐφέροντο. ξυνέβαινέ τε
29.16.85
διὰ ταῦτα τῷ δημοσίῳ δέχεσθαι μὲν ἀεὶ τοὺς ἐγκειμένους ἑκάστῳ φόρους,
29.16.86
ἀντιπαραδέχεσθαι δὲ αὐτοὺς τοῖς ἐσκομίζουσιν αὐτίκα δὴ μάλα, καὶ προσῆν τὸ
29.16.87
γεγενῆσθαι τῇ πολιτείᾳ τὰ δέοντα. 30. 8 Τὰ μὲν οὖν πρότερα ταύτῃ πη εἶχεν. ὁ δὲ
29.16.88
αὐτοκράτωρ οὗτος πρῶτα μὲν τὸν ἐκ Καλχηδόνος ἄχρι ἐς Δακίβιζαν καθελὼν
29.16.89
δρόμον ἠνάγκασε πάντας ἐκ Βυζαντίου εὐθὺς ἄχρι ἐς τὴνἙλενούπολιν οὔτι
29.16.90
σίους ναυτίλλεσθαι. πλέοντες οὖν ἐν ἀκάτοις βραχείαις τισὶν, οἵαις
29.16.91
διαπορθμεύεσθαι τῇδε εἰώθασι, χειμῶνος, ἂν οὕτω τύχοι, ἐπιπεσόντος, ἐπὶ μέγα
29.16.92
κινδύνου χωροῦσι. τῆς γὰρ ἀναγκαίου σπουδῆς ἐγκειμένης σφίσι καιροφυλακεῖν τε
29.16.93
καὶ προσδέχεσθαι μέλλουσαν τὴν 30. 10 γαλήνην ἀδύνατά ἐστιν. ἔπειτα δὲ κατὰ μὲν
29.16.94
τὴν ἐπὶ Πέρσας ὁδὸν φέρουσαν τὸν δρόμον ἐπὶ σχήματος τοῦ πρόσθεν ὄντος εἴασεν
29.16.95
εἶναι, ἐς δὲ τὴν λοιπὴν ξύμπασαν ἕω μέχρι ἐς Αἴγυπτον ἐν ἡμέρας ὁδῷ σταθμὸν ἕνα
29.16.96
κατεστήσατο μόνον, οὐχ ἵππων μέντοι, 30. 11 ἀλλ' ὄνων ὀλίγων. διὸ δὴ τὰ μὲν
29.16.97
ξυμβαίνοντα ἐν χώρᾳ ἑκάστῃ μόλις τε καὶ ὀψὲ τοῦ καιροῦ καὶ ὀπίσω τῶν
29.16.98
πραγμάτων ἐσαγγελλόμενα ἐπικουρίας οὐδεμιᾶς τυγχάνειν εἰκὸς, οἱ δὲ τοὺς ἀγροὺς
29.16.99
κεκτημένοι καρπῶν τῶν σφετέρων σεσηπότων τε καὶ εἰκῆ κειμένων ἀνόνητοι ἐς ἀεὶ
29.16.100
γίνονται. 30. 12 Τὰ δὲ τῶν κατασκόπων τοιαῦτά ἐστιν. ἄνδρες πολλοὶ ἐν δημοσίῳ τὸ
29.16.101
ἀνέκαθεν ἐσιτίζοντο, οἳ δὴ ἐς τοὺς πολεμίους ἰόντες ἔν τε τοῖς Περσῶν βασιλείοις
29.16.102
γινόμενοι ἢ ἐμπορίας ὀνόματι ἢ τρόπῳ ἑτέρῳ, ἔς τε τὸ ἀκριβὲς διερευνώμενοι
29.16.103
ἕκαστα, ἐπανήκοντες ἐςῬωμαίων τὴν γῆν πάντα τοῖς ἄρχουσιν ἐπαγγέλλειν
29.16.104
ναντο τὰ τῶν πολεμίων ἀπόρρητα. οἱ δὲ προὔμαθον ἐφύλασσόν τε καὶ
29.16.105
ἀπρόοπτον οὐδὲν ξυνέπιπτε σφίσι. τοῦτο δὲ τὸ χρῆμα κἀν τοῖς Μήδοις ἐκ παλαιοῦ
29.16.106
ἦν. Χοσρόης μὲν οὖν μείζους, ὥσπερ φασὶ, πεποιημένος τὰς τῶν κατασκόπων
29.16.107
ξυντάξεις προμηθείας τῆς ἐνθένδε 30. 14 ἀπήλαυσεν. οὐδὲν γὰρ αὐτὸν ἐλάνθανε τῶν
29.16.108
ἐνῬωμαίοις γινομένων. ὁ δὲἸουστινιανὸς οὐδ' ὁτιοῦν ἀναλώσας καὶ αὐτὸ τὸ τῶν
29.16.109
κατασκόπων ὄνομα ἐξέτριψεν ἐκῬωμαίων τῆς γῆς, ἐξ οὗ δὴ ἄλλα τε πολλὰ
29.16.110
ἡμαρτήθη καὶ Λαζικὴ πρὸς τῶν πολεμίων ἑάλω, Ῥωμαίων οὐδαμῆ πεπυσμένων ὅποι
29.16.111
ποτὲ γῆς ὁ Περσῶν 30. 15 βασιλεὺς ξὺν τῷ στρατῷ εἴη. ἀλλὰ καὶ καμήλους
29.16.112
παμπληθεῖς τὸ δημόσιον ἐκ παλαιοῦ τρέφειν εἰώθει, αἳ δὴ τῷῬωμαίων στρατῷ ἐπὶ
29.16.113
πολεμίους ἰόντι ἅπαντα 30. 16 φέρουσαι τὰ ἐπιτήδεια εἵποντο. καὶ οὔτε τοῖς γεωργοῖς
29.16.114
τότε ἀγγαροφορεῖν ἐπάναγκες ἦν οὔτε τι ἐνδεῖν τοῖς στρατιώταις τῶν ἀναγκαίων
29.16.115
ξυνέβαινεν, ἀλλὰ καὶ ταύτας περιεῖλενἸουστινιανὸς σχεδόν τι ἁπάσας. διὸ δὴ ἐπὶ
29.16.116
τοὺς πολεμίους ἰόντος τὰ νῦν τοῦῬωμαίων στρατοῦ γεγενῆσθαί τι τῶν δεόντων
29.16.117
ἀδύνατον. 30. 17 Τὰ μὲν οὖν σπουδαιότατα τῇ πολιτείᾳ ἐπεφέρετο τῇδε. οὐδὲν δὲ
29.16.118
χεῖρον καί τινος αὐτοῦ τῶν γελοίων 30. 18 ἐπιμνησθῆναι. τῶν ἐν Καισαρείᾳ ῥητόρων
29.16.119
Εὐάγγελός τις ἦν οὐκ ἄσημος ἀνὴρ, ὅσπερ ἐπιφόρου οἱ τοῦ τῆς τύχης πνεύματος
29.16.120
γενομένου χρημάτων τε ἄλλων καὶ 30. 19 χώρας πολλῆς κύριος γέγονεν. ὕστερον δὲ
29.16.121
καὶ κώμην ἐπιθαλασσίαν τινὰ, Πορφυρεῶνα ὄνομα, τριῶν χρυσίου κεντηναρίων
29.16.122
ἐπρίατο. ταῦτα μαθὼνἸουστινιανὸς βασιλεὺς ἀφείλετο αὐτῷ τὸ χωρίον εὐθὺς
29.16.123
ὀλίγην αὐτῷ τινα τοῦ τιμήματος προέμενος μοῖραν, καὶ τοῦτο ἀποφθεγξάμενος, ὡς
29.16.124
Εὐαγγέλῳ ῥήτορι ὄντι οὐ μήποτε πὲς εἴη κώμης τοιαύτης κυρίῳ εἶναι.
29.16.125
ἀλλὰ περὶ μὲν τούτων, ἀμηγέπη αὐτῶν ἐπιμνησθέντες, παυσόμεθα λέγειν. 30. 21 Τῶν
29.16.126
δὲ πρός τεἸουστινιανοῦ καὶ Θεοδώρας ἐπὶ τῇ πολιτείᾳ νεοχμωθέντων καὶ ταῦτά
29.16.127
ἐστι. πάλαι μὲν ἡ σύγκλητος βουλὴ παρὰ βασιλέα ἰοῦσα τρόπῳ τοιῷδε προσκυνεῖν
29.16.128
εἴθιστο. πατρίκιος μέν τις ἀνὴρ παρὰ 30. 22 μαζὸν αὐτοῦ προσεκύνει τὸν δεξιόν.
29.16.129
βασιλεὺς δὲ αὐτοῦ καταφιλήσας τῆς κεφαλῆς ἐξίει, οἱ δὲ λοιποὶ ἅπαντες γόνυ
29.16.130
κλίναντες βασιλεῖ τὸ δεξιὸν σοντο. βασιλίδα μέντοι προσκυνεῖν
29.16.131
οὐδαμῆ εἴθιστο. παρὰ δὲἸουστινιανόν τε καὶ Θεοδώραν τὰς εἰσόδους ποιούμενοι οἵ
29.16.132
τε ἄλλοι ἅπαντες καὶ ὅσοι τὸ πατρικίων ἀξίωμα εἶχον ἔπιπτον μὲν εἰς τὸ ἔδαφος
29.16.133
εὐθὺς ἐπὶ στόμα, χειρῶν δὲ καὶ ποδῶν ἐς ἄγαν σφίσι τετανυσμένων τῷ χείλει ποδὸς
29.16.134
ἑκατέρου ἁψάμενοι ἐξανίσταντο. 30. 24 οὐδὲ γὰρ ἡ Θεοδώρα τὴν ἀξίωσιν ἀνεδύετο
29.16.135
ταύτην, ἥ γε καὶ τοὺς πρέσβεις προσίεσθαι Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων,
29.16.136
χρήμασί τε αὐτοὺς δωρεῖσθαι, ὥσπερ ὑπ' αὐτῇ κειμένης τῆςῬωμαίων ἀρχῆς, οὐδαμῆ
29.16.137
ἀπηξίου, πρᾶγμα πώποτε οὐ γεγονὸς ἐκ τοῦ παντὸς χρόνου. 30. 25 καὶ πάλαι μὲν οἱ
29.16.138
τῷ βασιλεῖ ξυγγενόμενοι αὐτόν τε βασιλέα καὶ τὴν γυναῖκα βασιλίδα ἐκάλουν,
29.16.139
ἀρχόντων τε τῶν λοιπῶν ἕκαστον ὅπη αὐτῷ ἀξιώματος πέρι τὰ 30. 26 παρόντα ἔχοι.
29.16.140
ἢν δέ τις τούτοιν ὁποτέρῳ ἐς λόγους ξυμμίξας βασιλέως ἢ βασιλίδος ἐπιμνησθείη,
29.16.141
ἀλλ' οὐ δεσπότην τε ἀποκαλοίη καὶ δέσποιναν, ἢ καὶ μὴ δούλους τῶν τινας
29.16.142
ἀρχόντων ὀνομάζειν πειρῷτο, τοσοῦτος δὴ ἀμαθής τε καὶ τὴν γλῶτταν ἀκόλαστος
29.16.143
ἐδόκει εἶναι, καὶ ἅτε ἡμαρτηκὼς τὰ πικρότατα καὶ ὑβρίσας ἐς οὓς ἥκιστα ἐχρῆν
29.16.144
ἐνθένδε ἀπῄει. 30. 27 Καὶ τὰ πρότερα μὲν ὀλίγοι τε καὶ μόλις ἐν βασιλείοις ἐγίνοντο,
29.16.145
ἐξ ὅτου δὲ οὗτοι τὴν βασιλείαν παρέλαβον, ἄρχοντες ὁμοῦ καὶ οἱ λοιποὶ ξύμπαντες
29.16.146
ἐν 30. 28 Παλατίῳ ἐνδελεχέστατα διατριβὴν εἶχον. αἴτιον δὲ ὅτι πάλαι μὲν ταῖς
29.16.147
ἀρχαῖς τά τε δίκαια καὶ νόμιμα 30. 29 πράσσειν γνώμῃ αὐτονόμῳ ἐξῆν. οἵ τε οὖν
29.16.148
ἄρχοντες διοικούμενοι τὰ εἰωθότα ἐν τοῖς καταγωγίοις τοῖς αὑτῶν ἔμενον, οἵ τε
29.16.149
ἀρχόμενοι βίαιον οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες βασιλέα, ὡς τὸ εἰκὸς, ὀλίγα

Intertext edge

Open linked passage

Note