Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
30.30.1
ἠνώχλουν. οὗτοι δὲ ἅπαντα ἐπὶ πονηρῷ τῶν κατηκόων ἐφ' ἑαυτοὺς ἐς ἀεὶ
30.30.2
ἕλκοντες ἅπαντας σφίσι δουλοπρεπέστατα προσεδρεύειν ἠνάγκαζον· ἦν δὲ ἰδεῖν εἰς
30.30.3
ἡμέραν σχεδόν τι ἑκάστην τὰ μὲν δικαστήρια πάντα ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνδρῶν
30.30.4
ἔρημα, ἐν δὲ τῇ βασιλέως αὐλῇ ὄχλον τε καὶ ὕβριν καὶ ὠθισμὸν μέγαν καὶ
30.30.5
λοπρέπειαν ἐς ἀεὶ ξύμπασαν. οἵ τε αὐτοῖν ἐπιτήδειοι δοκοῦντες εἶναι τήν τε ἡμέραν
30.30.6
διηνεκῶς πᾶσαν καὶ τῆς νυκτὸς ἐς ἀεὶ πολλήν τινα μοῖραν ἐνταῦθα ἑστῶτες ἄυπνοί
30.30.7
τε καὶ ἀπόσιτοι παρὰ καιροὺς τοὺς εἰωθότας γινόμενοι διεφθείροντο, ἐς τοῦτό τε
30.30.8
αὐτοῖς τὴν κοῦσαν εὐδαιμονίαν ἀποκεκρίσθαι ξυνέπεσε. τούτων μέντοι
30.30.9
ἀφειμένοι πάντων διεμάχοντο πρὸς ἀλλήλους 30. 33 οἱ ἄνθρωποι, ὅπη ποτὲῬωμαίων
30.30.10
τὰ χρήματα εἴη. οἱ μὲν γὰρ ἰσχυρίζοντο ἐν βαρβάροις ἅπαντα εἶναι, οἱ δὲ βασιλέα
30.30.11
ἔφασκον ἐν οἰκίσκοις πολλοῖς καθείρξαντα ἔχειν. 30. 34 ὁπηνίκα οὖν ἢ ἄνθρωπος ὢν
30.30.12
ὁἸουστινιανὸς ἀπέλθῃ τοῦ βίου, ἢ ἅτε τῶν δαιμόνων ἄρχων ἀπολύσῃ τὸν βίον, ὅσοι
30.30.13
τηνικάδε περιόντες τύχωσι, τἀληθὲς εἴσονται.