Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.5.1
αὐτῇ ἐς Βυζάντιον μεταπέμπεται. Φώτιος δὲ ταῦτα ἀκούσας Θεοδόσιον μὲν ἐς
3.5.2
Κίλικας πέμπει, οὗ δὴ οἱ δορυφόροι τε καὶ ὑπασπισταὶ διαχειμάζοντες ἔτυχον, τοῖς
3.5.3
παραπομποῖς ἐπιστείλας λαθραιότατα μὲν τὸν ἄνδρα τοῦτον διακομίζειν, ἐς Κίλικας
3.5.4
δὲ ἀφικομένοις κεκρυμμένως ἐς τὰ μάλιστα ἐν φυλακῇ ἔχειν, μηδενὶ αἴσθησιν
3.5.5
παρεχομένοις ὅποι γῆς εἴη. αὐτὸς δὲ ξύν τε Καλλιγόνῳ καὶ τοῖς Θεοδοσίου χρήμασιν
3.5.6
ἁδροῖς τισιν 3. 6 οὖσιν ἐς Βυζάντιον ἦλθεν. ἐνταῦθα ἡ βασιλὶς ἐπίδειξιν πεποίηται ἐς
3.5.7
πάντας ἀνθρώπους, ὅτι δὴ χάριτας φονίους εἰδείη μείζοσί τε καὶ μιαρωτέροις
3.5.8
ἀμείβεσθαι 3. 7 δώροις. Ἀντωνίνα μὲν γὰρ ἕνα οἱ ἔναγχος τὸν Καππαδόκην ἐχθρὸν
3.5.9
ἐνεδρεύσασα προὔδωκεν, αὐτὴ δὲ πλῆθος ἐκείνῃ ἐγχειρίσασα ἀνδρῶν ἀνεγκλήτων
3.5.10
ἀνῄρηκε. 3. 8 τῶν γὰρ Βελισαρίῳ καὶ Φωτίῳ ἐπιτηδείων τινῶν μὲν τὰ σώματα
3.5.11
αἰκισαμένη, καὶ τοῦτο μόνον ἐπικαλέσασα, ὅτι ἐς τὼ ἄνδρε τούτω εὐνοϊκῶς ἔχοιεν,
3.5.12
οὕτω διέθετο ὥστε αὐτοῖς ἐς ὅ τί ποτε ἡ τύχη ἐτελεύτα οὔπω νῦν ἴσμεν· ἄλλους δὲ
3.5.13
φυγῇ ἐζημίωσε, ταὐτὸ τοῦτο κοῦσα. ἕνα μέντοι τῶν Φωτίῳ ἐς τὴνἜφεσον
3.5.14
ἐπισπομένων, Θεοδόσιον ὄνομα, καίπερ ἐς ἀξίωμα βουλῆς ἥκοντα, τὴν οὐσίαν
3.5.15
ἀφελομένη ἐν δωματίῳ καταγείῳ τε καὶ ὅλως ζοφώδει ἔστησεν ἐπὶ φάτνης τινὸς
3.5.16
βρόχον οἱ τοῦ τραχήλου ἀναψαμένη ἐς τοσόνδε βραχὺν, ὥστε 3. 10 αὐτῷ δὴ
3.5.17
ἐντετάσθαι καὶ χαλαρὸν μηδαμῆ εἶναι. ἑστηκὼς ἀμέλει διηνεκὲς ἐπὶ ταύτης δὴ τῆς
3.5.18
φάτνης ὁ τάλας ἤσθιέ τε καὶ ὕπνον ᾑρεῖτο, καὶ τὰς ἄλλας ἤνυεν ἁπάσας τῆς φύσεως
3.5.19
χρείας, ἄλλο τέ οἱ οὐδὲν ἐς τὸ τοῖς 3. 11 ὄνοις εἰκάζεσθαι ὅτι μὴ βρωμᾶσθαι
3.5.20
ἐλέλειπτο. χρόνος δὲ τῷ ἀνθρώπῳ οὐχ ἥσσων ἢ μηνῶν τεσσάρων ἐν ταύτῃ τῇ διαίτῃ
3.5.21
ἐτρίβη, ἕως μελαγχολίας νόσῳ ἁλοὺς μανείς τε ἐκτόπως καὶ οὕτω δὴ ταύτης τῆς
3.5.22
εἱρκτῆς 3. 12 ἀφεθεὶς εἶτα ἀπέθανε. καὶ Βελισάριον οὔτι ἑκούσιονἈντωνίνῃ τῇ
3.5.23
γυναικὶ καταλλαγῆναι ἠνάγκασε. Φώτιον δὲ αἰκισμοῖς τε ἄλλοις ἀνδραποδώδεσι
3.5.24
περιβαλοῦσα καὶ ξάνασα κατά τε τοῦ νώτου καὶ τῶν ὤμων πολλὰς, ἐκλέγειν
3.5.25
ἐκέλευεν ὅποι ποτὲ γῆς Θεοδόσιός τε καὶ ὁ 3. 13 προαγωγὸς εἴη. ὁ δὲ καίπερ ὑπὸ τῆς
3.5.26
βασάνου κατατεινόμενος τὰ ὀμωμοσμένα ἐμπεδοῦν ἔγνω, ἀνὴρ νοσώδης μὲν καὶ
3.5.27
ἀνειμένος γεγονὼς πρότερον, ἐς δὲ τὴν ἀμφὶ τὸ σῶμα θεραπείαν ἐσπουδακὼς,
3.5.28
ὕβρεώς τε μενος ἢ ταλαιπωρίας τινὸς ἄπειρος. οὐδὲν γοῦν αὐτὸς τῶν
3.5.29
Βελισαρίου κεκρυμμένων ἐξεῖπεν. ὕστερον τοι ἅπαντα τὰ τέως ἀπόρρητα ἐς
3.5.30
φῶς ἐληλούθει. καὶ Καλλίγονον μὲν ἥδ' ἐνταῦθα εὑροῦσα τῇδε παρέδωκε, τὸν δὲ
3.5.31
Θεοδόσιον μετακαλέσασα ἐς Βυζάντιον, ἐπειδὴ ἀφίκετο, εὐθὺς μὲν κρύπτει ἐν
3.5.32
Παλατίῳ, τῇ δὲ ραίᾳ μεταπεμψαμένηἈντωνίναν, «Ὦ φιλτάτη πατρικία»
3.5.33
ἔφη «μάργαρον ἐς χεῖρας τὰς ἐμὰς τῇ προτεραίᾳ ἐμ» πέπτωκεν, οἷον οὐδείς ποτ'
3.5.34
ἀνθρώπων εἶδε. καί σοι «βουλομένῃ οὐκ ἂν φθονήσαιμι τοῦ θεάματος τούτου, 3. 17
3.5.35
«ἀλλὰ ἐπιδείξω.» καὶ ἡ μὲν οὐ ξυνιεῖσα τοῦ πρασσομένου τὸν μάργαρόν οἱ ἐπιδεῖξαι
3.5.36
πολλὰ ἐλιπάρει. ἡ δὲ τὸν Θεοδόσιον ἐξ οἰκιδίου τῶν τινος εὐνούχων 3. 18
3.5.37
ἐξαγαγοῦσα ἐπέδειξεν. Ἀντωνίνα δὲ τὰ μὲν πρῶτα περιχαρὴς ἄγαν γεγονυῖα ὑφ'
3.5.38
ἡδονῆς ἀχανὴς ἔμεινε, χάριτάς τέ οἱ δεδρακέναι ὡμολόγει πολλὰς, σώτειράν τε καὶ
3.5.39
εὐεργέτιν ἀποκαλοῦσα καὶ δέσποιναν ὄντως. 3. 19 τοῦτον δὲ τὸν Θεοδόσιον ἡ βασιλὶς
3.5.40
κατασχοῦσα ἐν Παλατίῳ τρυφῆς τε καὶ τῆς ἄλλης εὐπαθείας ἠξίου, στρατηγόν τε
3.5.41
ἠπείλησεῬωμαίοις αὐτὸν οὐκ εἰς μακρὰν 3. 20 καταστήσεσθαι. ἀλλά τις προτερήσασα
3.5.42
δίκη νόσῳ ἁλόντα 3. 21 δυσεντερίας ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. ἦν δὲ οἰκίδια τῇ
3.5.43
Θεοδώρᾳ ἀπόκρυφα μὲν καὶ ὅλως λεληθότα ζοφώδη τε καὶ ἀγείτονα, ἔνθα δὴ οὔτε
3.5.44
νυκτὸς οὔτε 3. 22 ἡμέρας δήλωσις γίνεται. ἐνταῦθα τὸν Φώτιον ἐπὶ χρόνου μῆκος
3.5.45
καθείρξασα ἐτήρει. ὅθεν δὴ αὐτῷ ξυνέβη τις τύχη οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς
3.5.46
διαφυγόντι 3. 23 ἀπαλλαγῆναι. καὶ τὰ μὲν πρῶτα καταφυγὼν εἰς τὸν ναὸν τῆς
3.5.47
θεοτόκου, ὅσπερ ἐν Βυζαντίοις ἁγιώτατός ἐστί τε καὶ ὠνομάσθη, παρὰ τὴν ἱερὰν
3.5.48
τράπεζαν ἱκέτης καθῆστο. ἐντεῦθέν τε αὐτὸν ἀναστήσασα βίᾳ τῇ 3. 24 πάσῃ
3.5.49
καθεῖρξεν αὖθις. τὸ δὲ δὴ δεύτερον ἐς τῆς Σοφίας τὸ ἱερὸν ἥκων, ἐς αὐτήν που τὴν
3.5.50
θείαν δεξαμενὴν ἐξαπιναίως ἐκάθισεν, ἥνπερ μάλιστα πάντων 3. 25 νενομίκασι
3.5.51
Χριστιανοὶ σέβειν. ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὸν ἡ γυνὴ ἴσχυσε. χωρίον γὰρ
3.5.52
ἀβέβηλον πώποτε ἀνέφαπτον αὐτῇ οὐδὲν γέγονεν, ἀλλ' αὐτῇ βιάζεσθαι τὰ ἱερὰ
3.5.53
ξύμπαντα οὐδὲν πρᾶγμα ἐδόκει εἶναι. 3. 26 καὶ ξὺν τῷ δήμῳ οἱ τῶν Χριστιανῶν
3.5.54
ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντα. 3. 27 τριῶν
3.5.55
μὲν οὖν αὐτῷ ἐνιαυτῶν χρόνος ἐν ταύτῃ τῇ διαίτῃ ἐτρίβη, ὕστερον δὲ ὁ προφήτης
3.5.56
αὐτῷ Ζαχαρίας ἐπιστὰς ὄναρ ὅρκοις, φασὶν, ἐκέλευσε φεύγειν, ψεσθαί οἱ
3.5.57
ἐν τῷ ἔργῳ τῷδε ὁμολογήσας. ταύτῃ τε τῇ ὄψει ἀναπεισθεὶς ἀνέστη τε ἐνθένδε καὶ
3.5.58
διαλαθὼν εἰς τὰἹεροσόλυμα ἦλθε, μυρίων μὲν αὐτὸν διερευνωμένων ἀνθρώπων,
3.5.59
οὐδενὸς δὲ τὸν νεανίαν, καίπερ 3. 29 ἐντυχόντα, ὁρῶντος. οὗ δὴ ἀποθριξάμενός τε
3.5.60
καὶ τῶν μοναχῶν καλουμένων τὸ σχῆμα περιβαλλόμενος τὴν ἐκ 3. 30 Θεοδώρας
3.5.61
κόλασιν διαφυγεῖν ἔσχε. Βελισάριος δὲ τὰ ὀμωμοσμένα ἠλογηκὼς, τιμωρεῖν τε
3.5.62
οὐδαμῆ τούτῳ ἑλόμενος πάσχοντι, ὥσπερ ἐρρήθη, ἀνόσια ἔργα, ἐς πάντα οἱ λοιπὸν
3.5.63
τὰ ἐπιτηδεύματα πολέμια τὰ πρὸς τοῦ θεοῦ ὡς τὸ εἰκὸς εὗρεν· εὐθὺς γὰρ ἐπί τε
3.5.64
Μήδους καὶ Χοσρόην σταλεὶς τὸ τρίτον ἐσβαλόντας ἐςῬωμαίων 3. 31 τὴν γῆν
3.5.65
κακότητα ὦφλε. καίτοι ἐδόκει τι λόγου ἄξιον διαπεπρᾶχθαι, τὸν πόλεμον ἐνθένδε
3.5.66
ἀποσεισάμενος. ἀλλ' ἐπεὶ Χοσρόης Εὐφράτην διαβὰς ποταμὸν Καλλίνικον πόλιν
3.5.67
πολυάνθρωπον οὐδενὸς ἀμυνομένου εἷλε καὶ μυριάδας ἠνδραπόδισεῬωμαίων
3.5.68
πολλάς, Βελισάριος δὲ οὐδὲ ὅσον ἐπισπέσθαι τοῖς πολεμίοις ἐν σπουδῇ ἔσχε, δόξαν
3.5.69
ἀπήνεγκεν ὡς δυοῖν θάτερον, ἢ ἐθελοκακήσας ἢ ἀποδειλιάσας, αὐτοῦ ἔμεινεν.
3.5.70
4. 1Ὑπὸ τοῦτον τὸν χρόνον καί τι ἕτερον αὐτῷ ἐπιπεσεῖν ξυνηνέχθη τοιόνδε. ὁ μὲν
3.5.71
λοιμὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ἐπενέμετο τοὺς ἐν Βυζαντίῳ
3.5.72
ἀνθρώπους. βασιλεῖ δὲἸουστινιανῷ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέγετο
3.5.73
ὅτι λώλει. τοῦτον δὲ τὸν λόγον περιαγαγοῦσα ἡ φήμη διεκόμισεν ἄχρι ἐς
3.5.74
τὸῬωμαίων στρατόπεδον. ἐνταῦθα ἔλεγον τῶν ἀρχόντων τινὲς ὡς, ἢν
3.5.75
βασιλέαῬωμαῖοι ἕτερόν τινα ἐν Βυζαντίῳ καταστήσωνται σφίσιν, οὐ 4. 3 μήποτε
3.5.76
αὐτοὶ ἐπιτρέψωσιν. ὀλίγῳ δὲ ὕστερον βασιλεῖ μὲν ῥαΐσαι ξυνέβη, τοῖς δὲ
3.5.77
τοῦῬωμαίων στρατοῦ 4. 4 ἄρχουσι διαβόλοις ἐπ' ἀλλήλοις γενέσθαι. Πέτρος τε γὰρ ὁ
3.5.78
στρατηγὸς καὶἸωάννης, ὅνπερ ἐπίκλησιν Φαγᾶν ἐκάλουν, Βελισαρίου τε καὶ Βούζου
3.5.79
ἐκεῖνα λεγόντων ἰσχυρίζοντο ἀκηκοέναι ἅπερ μοι ἀρτίως δεδήλωται. 4. 5 ταῦτά γε ἡ
3.5.80
βασιλὶς Θεοδώρα ἐπικαλέσασα ἐφ' ἑαυτῇ 4. 6 τοῖς ἀνθρώποις εἰρῆσθαι μεστὴ
3.5.81
ἐγεγόνει. ἅπαντας οὖν εὐθὺς μετακαλέσασα ἐς Βυζάντιον, ζήτησίν τε τοῦ λόγου
3.5.82
τούτου ποιησαμένη, τὸν Βούζην μετεπέμψατο εἰς τὴν γυναικωνῖτιν ἐξαπιναίως, ὥς
3.5.83
τι αὐτῷ κοινολογησομένη 4. 7 τῶν ἄγαν σπουδαίων. ἦν δέ τι οἴκημα ἐν Παλατίῳ
3.5.84
κατάγειον, ἀσφαλές τε καὶ λαβυρινθῶδες καὶ οἷον Ταρτάρῳ εἰκάζεσθαι, ἵνα δὴ τοὺς
3.5.85
προσκεκρουκότας ὡς τὰ 4. 8 πολλὰ καθείρξασα ἐτήρει. καὶ ὁ Βούζης οὖν εἰς τὸ
3.5.86
βάραθρον τοῦτο ἐμβέβληται, ἐνταῦθά τε ἀνὴρ ἐξ ὑπάτων γενόμενος ἄγνωστος ἀεὶ
3.5.87
τοῦ παρόντος καιροῦ 4. 9 ἔμεινεν. οὔτε γὰρ αὐτὸς ἐν σκότῳ καθήμενος διαγινώσκειν
3.5.88
οἷός τε ἐγεγόνει πότερον ἡμέρα ἢ νύκτωρ 4. 10 εἴη οὔτε ἄλλῳ τῳ ἐντυχεῖν εἶχεν.
3.5.89
ἅνθρωπος γὰρ, ὅσπερ οἱ ἐς ἡμέραν ἑκάστην τὰ σιτία ἐρρίπτει, ὥσπερ τι 4. 11 θηρίον
3.5.90
θηρίῳ ἄφωνος ἀφώνῳ ὡμίλει. καὶ πᾶσι μὲν τετελευτηκέναι εὐθὺς ἔδοξε, λόγον
3.5.91
μέντοι ἢ μνήμην ποιεῖσθαι αὐτοῦ τινα ἐτόλμα οὐδείς. ἐνιαυτοῖν δὲ δυοῖν ὕστερον
3.5.92
πρὸς μησὶ τέσσαρσιν οἰκτισαμένη τὸν 4. 12 ἄνδρα ἀφῆκε. καὶ ὃς ὥσπερ ἀναβεβιωκὼς
3.5.93
ἅπασιν ὤφθη. ξυνέβη τε τῷ ἀνθρώπῳ ἐνθένδε ἀεὶ ἀμβλυώττειν τε καὶ τὸ ἄλλο σῶμα
3.5.94
νοσώδει εἶναι. 4. 13 Τὰ μὲν οὖν ἀμφὶ τῷ Βούζῃ τῇδε ἐχώρησε. Βελισάριον δὲ
3.5.95
βασιλεὺς, καίπερ οὐδενὸς τῶν κατηγορουμένων ἁλόντα, ἐγκειμένης τῆς βασιλίδος
3.5.96
παραλύσας ἧς εἶχεν ἀρχῆς Μαρτῖνον ἀντ' αὐτοῦ τῆς ἑῴας στρατηγὸν κατεστήσατο,
3.5.97
τούς τε Βελισαρίου δορυφόρους τε καὶ ὑπασπιστὰς, καὶ τῶν οἰκετῶν εἴ τι ἐν πολέμῳ
3.5.98
δόκιμον ἦν, τῶν τε ἀρχόντων καὶ τῶν ἐν Παλατίῳ εὐνούχων 4. 14 τισὶν ἐπέστειλε
3.5.99
διαδάσασθαι. οἱ δὲ κλήρους ἐπ' ἐκείνοις ἐμβεβλημένοι αὐτοῖς ὅπλοις ἅπαντας ἐν
3.5.100
σφίσιν αὐτοῖς διενείμαντο, ὥς πη κατατυχεῖν ἑκάστῳ συνέβη. 4. 15 καὶ τῶν φίλων δὲ
3.5.101
καὶ ἄλλως αὐτῷ τὰ πρότερα ὑπουργηκότων πολλοῖς ἀπεῖπε παρὰ Βελισάριον μηκέτι
3.5.102
ἰέναι. 4. 16 καὶ περιήρχετο πικρὸν θέαμα καὶ ἄπιστος ὄψις, Βελισάριος ἰδιώτης ἐν
3.5.103
Βυζαντίῳ, σχεδόν τι μόνος, σύννους ἀεὶ καὶ σκυθρωπὸς καὶ τὸν ἐξ ἐπιβουλῆς
3.5.104
ὀρρωδῶν 4. 17 θάνατον. μαθοῦσα δὲ ἡ βασιλὶς πολλά οἱ ἐπὶ τῆς ἕω χρήματα εἶναι,
3.5.105
πέμψασα τῶν ἐν Παλατίῳ εὐνούχων 4. 18 τινὰ κεκόμισται πάντα. ἐτύγχανε δὲ
3.5.106
ἡἈντωνίνα, ὥς μοι εἴρηται, τῷ μὲν ἀνδρὶ διάφορος γεγενημένη, τῇ δὲ βασιλίδι
3.5.107
φιλτάτη καὶ ἀναγκαιοτάτη οὖσα ἐν τοῖς μάλιστα ἅτεἸωάννην ἔναγχος
3.5.108
κατεργασαμένη τὸν δόκην. διὸ δὴ χαρίσασθαι ἡ βασιλὶς τῇἈντωνίνῃ
3.5.109
βουλευσαμένη, ἅπαντα ἔπραττεν ὅπως ἐξαιτήσασθαί τε τὸν ἄνδρα ἡ γυνὴ καὶ ἀπὸ
3.5.110
ξυμφορῶν τηλικῶνδε ῥύσασθαι δόξειε, ταύτῃ τε οὐ μόνον τῷ ταλαιπώρῳ ἐς τὸ
3.5.111
παντελὲς καταλλαγῆναι συμβήσεται, ἀλλὰ καὶ διαρρήδην αὐτὸν ἅτε πρὸς αὐτῆς
3.5.112
διασεσωσμένον αἰχμάλωτον πάσασθαι. ἐγένετο δὲ ὧδε. ἦλθε μέν ποτε
3.5.113
Βελισάριος πρωῒ ἐς Παλάτιον, ᾗπερ εἰώθει, ξὺν ἀνθρώποις τροῖς τε καὶ
3.5.114
ὀλίγοις τισίν. οὐκ εὐμενῶν δὲ πειρασάμενος βασιλέως τε καὶ τῆς βασιλίδος, ἀλλὰ
3.5.115
καὶ περιυβρισμένος ἐνταῦθα ὑπ' ἀνδρῶν μοχθηρῶν τε καὶ ἀγελαίων, οἴκαδε ἀμφὶ
3.5.116
δείλην ὀψίαν ἀπιὼν ᾤχετο, συχνά τε περιστρεφόμενος ἐν τῇ ἀναχωρήσει ταύτῃ καὶ
3.5.117
πανταχόσε περισκοπούμενος, ὁπόθεν ποτὲ προσιόντας αὐτῷ 4. 22 τοὺς ἀπολλύντας
3.5.118
ἴδοι. ξὺν ταύτῃ τε τῇ ὀρρωδίᾳ εἰς τὸ δωμάτιον ἀναβὰς ἐπὶ τῆς στιβάδος καθῆστο
3.5.119
μόνος, γενναῖον μὲν οὐδὲν ἐννοῶν, οὐδὲ ὅτι ἀνὴρ ἐγεγόνει ἐν μνήμῃ ἔχων, ἱδρῶν δὲ
3.5.120
ἀεὶ καὶ ἰλιγγιῶν καὶ ξὺν τρόμῳ πολλῷ ἀπορούμενος, φόβοις τε ἀνδραποδώδεσι καὶ
3.5.121
μερίμναις ἀποκναιόμενος φιλοψύχοις τε καὶ ὅλως 4. 23 ἀνάνδροις. Ἀντωνίνα δὲ ἅτε
3.5.122
οὔτε τὰ πρασσόμενα ὅλως ἐπισταμένη οὔτε τι τῶν ἐσομένων καραδοκοῦσα
3.5.123
περιπάτους ἐνταῦθα ἐποιεῖτο συχνοὺς ὀξυρεγμίαν πτομένη· ἔτι γὰρ εἰς
3.5.124
ἀλλήλους ὑπόπτως εἶχον. μεταξὺ δέ τις ἐκ Παλατίου, Κουαδρᾶτος ὄνομα, ἧκεν ἤδη
3.5.125
δεδυκότος ἡλίου, τήν τε αὔλειον ὑπερβὰς ἐξαπιναίως παρὰ τὴν ἀνδρωνίτιδα ἔστη
3.5.126
θύραν, φάσκων πρὸς τῆς 4. 25 βασιλίδος ἐνταῦθα ἐστάλθαι. ὅπερ ἐπεὶ Βελισάριος
3.5.127
ἤκουσε, χεῖρας καὶ πόδας ἐπὶ τῆς στιβάδος ἑλκύσας ὕπτιος ἔκειτο, πρὸς τὴν
3.5.128
ἀναίρεσιν ἑτοιμότατος· οὕτως 4. 26 ἅπαν αὐτὸν τὸ ἀρρενωπὸν ἀπελελοίπει. οὔπω
3.5.129
τοίνυν ὁ Κουαδρᾶτος παρ' αὐτὸν εἰσελθὼν γράμματά οἱ τῆς 4. 27 βασιλίδος
3.5.130
ἐπέδειξεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε «Ἃ μὲν «εἰργάσω ἡμᾶς, ὦ βέλτιστε, οἶσθα. ἐγὼ δὲ
3.5.131
τὰ πολλὰ «ὀφείλουσα τῇ σῇ γυναικὶ, ταῦτα δὴ τὰ ἐγκλήματά σοι «ἀφεῖναι ξύμπαντα
3.5.132
ἔγνωκα, ἐκείνῃ τὴν σὴν δωρουμένη 4. 28 «ψυχήν. τὸ μὲν οὖν ἔνθεν σοι τὸ θαρσεῖν
3.5.133
ὑπέρ τε «τῆς σωτηρίας καὶ τῶν χρημάτων περίεστιν· ὁποῖος δὲ «σὺ πρὸς αὐτὴν ἔσῃ
3.5.134
διὰ τῶν πραχθησομένων εἰσόμεθα.» 4. 29 ταῦτα ἐπεὶ Βελισάριος ἀνελέξατο, ἅμα μὲν
3.5.135
ὑφ' ἡδονῆς ἐπὶ μέγα ἀρθεὶς, ἅμα δὲ καὶ τῷ παρόντι ἐπίδειξιν ἐθέλων ποιεῖσθαι τῆς
3.5.136
γνώμης, ἀναστὰς εὐθὺς παρὰ 4. 30 τῆς γυναικὸς τοὺς πόδας ἐπὶ στόμα πίπτει. καὶ
3.5.137
χειρὶ μὲν ἑκατέρᾳ περιλαβὼν αὐτῆς ἄμφω τὰς κνήμας, τὴν δὲ γλῶσσαν ἀεὶ τῶν
3.5.138
ταρσῶν τῆς γυναικὸς μεταβιβάζων, τοῦ μὲν βίου καὶ τῆς σωτηρίας αἰτίαν ἐκάλει,
3.5.139
ἀνδράποδον δὲ αὐτῆς τὸ ἐνθένδε πιστὸν ὡμολόγει καὶ 4. 31 οὐκ ἀνὴρ ἔσεσθαι. καὶ
3.5.140
τῶν χρημάτων δὲ ἡ βασιλὶς ἐς τριάκοντα χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ δοῦσα,
3.5.141
τἄλλα Βελισαρίῳ ἀπέδοτο. 4. 32 Τὰ μὲν οὖν ἀμφὶ Βελισαρίῳ τῷ στρατηγῷ τῇδε
3.5.142
κεχωρήκει, ᾧπερ ἡ τύχη οὐ πολλῷ πρότερον Γελίμερά 4. 33 τε καὶ Οὐίττιγιν
3.5.143
δορυαλώτους παρεδεδώκει. ἐκ παλαιοῦ δὲἸουστινιανόν τε καὶ Θεοδώραν πλοῦτος ὁ
3.5.144
τούτου τοῦ ἀνδρὸς ἀκριβῶς ἔκνιζεν, ὑπέρογκός τε ὢν 4. 34 καὶ βασιλικῆς αὐλῆς
3.5.145
ἄξιος. ἔφασκόν τε ὡς τῶν δημοσίων χρημάτων Γελίμερός τε καὶ Οὐιττίγιδος τὸ
3.5.146
πλεῖστον ἀποκρυψάμενος λάθρα ἔτυχε, μοῖραν δὲ αὐτῶν βραχεῖάν τέ τινα καὶ
3.5.147
οὐδαμῆ ἀξιόλογον βασιλεῖ ἔδωκε. 4. 35 πόνους δὲ τοὺς τοῦ ἀνθρώπου καὶ τῶν
3.5.148
ἔξωθεν τὴν βλασφημίαν διαριθμούμενοι, ἅμα δὲ καὶ σκῆψιν ἀξιόχρεων ἐπ' αὐτῷ
3.5.149
οὐδεμίαν κεκομισμένοι ἡσυχῆ ἔμενον. 4. 36 τότε δὲ ἡ βασιλὶς αὐτοῦ λαβομένη
3.5.150
κατωρρωδηκότος τε καὶ ἀποδειλιάσαντος ὅλως πράξει μιᾷ διεπράξατο
3.5.151
πάσης αὐτοῦ τῆς οὐσίας κυρία γενέσθαι. ἐς κῆδος γὰρ ἀλλήλοις ξυνηλθέτην
3.5.152
εὐθὺς, Ἰωαννίνα τε ἡ Βελισαρίου θυγάτηρ, ἧσπερ μόνης ἐγεγόνει πατὴρ, Ἀναστασίῳ
3.5.153
τῷ 4. 38 τῆς βασιλίδος θυγατριδῷ μνηστὴ γέγονε. Βελισάριος μὲν οὖν ἀρχήν τε
3.5.154
ἀπολαβεῖν τὴν οἰκείαν ἠξίου καὶ στρατηγὸς τῆς ἑῴας ἀποδειχθεὶς πάλιν ἐπὶ
3.5.155
Χοσρόην καὶ Μήδους ἐξηγήσεσθαι τῷῬωμαίων στρατῷ, Ἀντωνίνα δὲ οὐδαμῶς εἴα·
3.5.156
περιυβρίσθαι γὰρ ἐν τοῖς ἐκείνῃ χωρίοις πρὸς αὐτοῦ ἔφασκεν, ἅπερ οὐκέτι τὸ λοιπὸν
3.5.157
ὄψεσθαι. 4. 39 Διὸ δὴ Βελισάριος ἄρχων τῶν βασιλικῶν καταστὰς ἱπποκόμων ἐς
3.5.158
τὴνἸταλίαν τὸ δεύτερον ἐστάλη, ὁμολογήσας βασιλεῖ, ὥς φασι, χρήματα μήποτε
3.5.159
αὐτὸν ἐν τῷδε τῷ πολέμῳ αἰτήσειν, ἀλλὰ ξύμπασαν αὐτὸς τὴν τοῦ πολέμου
3.5.160
παρασκευὴν χρήμασιν οἰκείοις ποιήσεσθαι. 4. 40 πάντες μὲν οὖν ὑπετόπαζον τά τε
3.5.161
ἀμφὶ τῇ γυναικὶ ταύτῃ, ᾗπερ ἐρρήθη, Βελισάριον διοικήσασθαι καὶ βασιλεῖ ταῦτα
3.5.162
ὁμολογῆσαι ἀμφὶ τῷ πολέμῳ ἃ δεδιήγηται, ἀπαλλαξείοντα τῆς ἐν Βυζαντίῳ
3.5.163
διατριβῆς, ἐπειδάν τε τάχιστα τοῦ τῆς πόλεως περιβόλου ἐκτὸς γένηται, ἁρπάσεσθαί
3.5.164
τε αὐτίκα τὰ ὅπλα καί τι γενναῖον καὶ ἀνδρὶ πρέπον ἐπί τε τῇ γυναικὶ καὶ τοῖς
3.5.165
βιασαμένοις σειν. αὐτὸς δὲ πάντα τὰ ξυμπεσόντα ἐν ἀλογίᾳ πεποιημένος
3.5.166
ὅρκων τε τῶν Φωτίῳ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ὀμωμοσμένων ἐν λήθῃ τε πολλῇ
3.5.167
καὶ ὀλιγωρίᾳ γενόμενος εἵπετο τῇ γυναικὶ, καταστὰς ἐκτόπως εἰς αὐτὴν
3.5.168
ἐρωτόληπτος, καὶ ταῦτα ἑξήκοντα ἤδη γεγονυῖαν ἔτη. 4. 42 ἐπειδὴ μέντοι ἐνἸταλίᾳ
3.5.169
ἐγένετο, εἰς ἡμέραν ἑκάστην ἀπ' ἐναντίας αὐτῷ τὰ πράγματα ἐχώρει, ἐπεί οἱ
3.5.170
δην τὰ ἐκ θεοῦ πολέμια ἦν. πρῶτον μέν γε τὰ τῷ 4. 43 στρατηγῷ τούτῳ ἐν
3.5.171
τοῖς ξυμπίπτουσιν ἐπί τε Θευδάτον καὶ Οὐίττιγιν βουλευόμενα, καίπερ οὐκ
3.5.172
ἐπιτηδείως τοῖς πρασσομένοις δοκοῦντα ἔχειν, ἐς ξύμφορον ἐκ τοῦ ἐπὶ πλεῖστον
3.5.173
ἐτελεύτα τέλος· ἐν δὲ τῷ ὑστέρῳ δόξαν μὲν ἀπήνεγκεν ὅτι δὴ τὰ βελτίω βεβούλευται
3.5.174
ἅτε καὶ τῶν κατὰ τὸν πόλεμον τόνδε πραγμάτων γεγονὼς ἔμπειρος, ἀλλ' ἐν τοῖς
3.5.175
ἀποβαίνουσι κακοτυχοῦντι τὰ πολλὰ ἐς 4. 44 ἀβουλίας δόκησιν αὐτῷ ἀπεκρίθη.
3.5.176
οὕτως ἄρα οὐκ ἀνθρώπων βουλαῖς, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ
3.5.177
ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ
3.5.178
πρόεισι τὰ νοντα, ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ ἀλόγῳ δοκοῦντι
3.5.179
εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον,
3.5.180
ταύτῃ δοκείτω. 5. 1 Βελισάριος δὲ τὸ δεύτερον ἐνἸταλίᾳ γενόμενος αἴσχιστα ἐνθένδε
3.5.181
ἀπήλλαξε· τῆς μὲν γὰρ γῆς ἐς πεντάετες ἀποβῆναι οὐδαμῆ ἴσχυσεν, ὥσπερ μοι ἐν
3.5.182
τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅτι μὴ ἔνθα τι ὀχύρωμα ἦν. ναυτιλλόμενος δὲ πάντα
3.5.183
τοῦτον τὸν χρόνον τὰ λάσσια περιῄει. Τουτίλας δὲ λυσσῶν ἦν αὐτὸν ἔξω
3.5.184
τείχους λαβεῖν, οὐ μέντοι εὗρεν, ἐπεὶ ὀρρωδίᾳ πολλῇ αὐτός τε καὶ ξύμπας
3.5.185
ὁῬωμαίων στρατὸς εἴχετο. 5. 3 διὸ δὴ οὔτε τῶν ἀπολωλότων τι ἀνεσώσατο, ἀλλὰ
3.5.186
καὶῬώμην προσαπώλεσε καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. 5. 4 ἐγένετο δὲ φιλοχρήματος
3.5.187
ἐν τούτῳ τῷ χρόνῳ πάντων μάλιστα καὶ κέρδους αἰσχροῦ ἐπιμελητὴς ἀκριβέστατος
3.5.188
ἅτε οὐδὲν ἐκ βασιλέως κεκομισμένος, Ἰταλοὺς ἀμέλει σχεδὸν πάντας, οἵπερ ᾤκηντο
3.5.189
ἐπί τεῬαβέννης καὶ Σικελίας, καὶ εἴ του ἄλλου κατατυχεῖν ἐν ἐξουσίᾳ ἔσχεν,
3.5.190
ἐληΐσατο οὐδενὶ κόσμῳ, λογισμοὺς δῆθεν τῶν μένων καταπραττόμενος.
3.5.191
οὕτω γοῦν καὶἩρωδιανὸν μετιὼν χρήματα ᾔτει, ἅπαντα τῷ ἀνθρώπῳ ἐπανασείων.