Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
5.6.1
οἷς δὴ ἐκεῖνος ἀχθόμενος ἀπετάξατο μὲν τῷῬωμαίων στρατῷ, αὑτὸν δὲ εὐθὺς
5.6.2
ξύν τε τοῖς ἑπομένοις καὶ τῷ 5. 7 Σπολιτίῳ Τουτίλᾳ καὶ Γότθοις ἐνέδωκεν. ὅπως δὲ
5.6.3
αὐτῷ τε καὶἸωάννῃ τῷ Βιταλιανοῦ ἀδελφιδῷ διχοστατῆσαι συνέβη, ὅπερ
5.6.4
τὰῬωμαίων πράγματα μάλιστα ἔσφηλεν, αὐτίκα δηλώσω. 5. 8Ἐς τοῦτο ἀπεχθείας
5.6.5
Γερμανῷ ἡ βασιλὶς ἦλθεν ἐπιδηλότατόν τε ἅπασι τὸ ἔχθος ἐποίει, ὥστε αὐτῷ
5.6.6
κηδεύειν, καίπερ βασιλέως ἀνεψιῷ ὄντι, ἐτόλμα οὐδεὶς, ἄνυμφοί τε αὐτῷ οἱ παῖδες
5.6.7
διαγεγόνασι, μέχρις αὐτὴ ἀπελύθη τοῦ βίου. ἥ τε θυγάτηρ αὐτῷἸουστίνα 5. 9 ἐπὶ
5.6.8
ὀκτωκαίδεκα ἔτη ἡβήσασα ἔτι ἀνυμέναιος ἦν. διά τοι τοῦτο ἡνίκαἸωάννης πρὸς
5.6.9
Βελισαρίου σταλεὶς ἀφίκετο ἐς Βυζάντιον, ἐς λόγους αὐτῷ καταστῆναι ὁ Γερμανὸς
5.6.10
ἀμφὶ τῇ κηδείᾳ ἠνάγκαστο, καὶ ταῦτα λίαν 5. 10 ἀπὸ τῆς ἀξίας τῆς αὐτοῦ ὄντι. ἐπεί τε
5.6.11
τὸ πρᾶγμα ἤρεσκεν ἄμφω, ὅρκοις ἀλλήλους ἔγνωσαν δεινοτάτοις καταλαβεῖν ἦ μὴν
5.6.12
τὸ κῆδος ἐπιτελέσειν δυνάμει τῇ πάσῃ, ἐπεὶ αὐτοῖν ἑκάτερος τὸ θαρσεῖν ἐπὶ θατέρῳ
5.6.13
ὡς ἥκιστα εἶχεν, ὁ μὲν τῷ ξυνειδέναι ὅτι δὴ τῶν ὑπὲρ 5. 11 τὴν ἀξίαν ὀρέγοιτο, ὁ δὲ
5.6.14
κηδεστοῦ ἀπορούμενος. ἡ δὲ οὐκ ἔχουσα τίς γένηται διὰ πάσης ὁδοῦ ἰοῦσα ἑκάτερον
5.6.15
μετιέναι μηχανῇ πάσῃ οὐκ ἀπηξίου, ὅπως ἂν τὰ τόμενα διακωλύοι. ἐπεὶ δὲ
5.6.16
αὐτοῖν καίπερ πολλὰ δεδιξαμένη ἀναπείθειν οὐδέτερον ἔσχε, διαρρήδην ἀπολεῖν
5.13.1
τὸνἸωάννην ἠπείλησε. καὶ ἀπ' αὐτοῦἸωάννης αὖθις ἐςἸταλίαν σταλεὶς οὐδαμῆ
5.13.2
ξυμμῖξαι Βελισαρίῳ ἐτόλμησε, τὴν ἐξἈντωνίνης ἐπιβουλὴν δείσας,
5.13.3
τωνίνα ἐς Βυζάντιον ἦλθε. τήν τε γὰρ βασιλίδα ταύτῃ ἐπιστεῖλαι τὸν αὐτοῦ φόνον
5.13.4
οὐκ ἄπο τοῦ εἰκότος ἄν τις ὑπώπτευσε, καὶ τὸνἈντωνίνης σταθμωμένῳ τρόπον
5.13.5
ἅπαντά τε Βελισάριον ἐνδιδόναι τῇ γυναικὶ 5. 15 ἐπισταμένῳ δέος ἐγίνετο μέγα καὶ
5.13.6
τὸν ἐσῄει. τοῦτο γοῦνῬωμαίοις τὰ πράγματα καὶ πρότερον ἐπὶ θατέρου σκέλους
5.13.7
ἑστῶτα προσουδίζει χαμαί. 5. 16 Βελισαρίῳ μὲν οὖν ὁ Γοτθικὸς πόλεμος τῇδε
5.13.8
ἐχώρησεν. ἀπογνοὺς δὲ βασιλέως ἐδεῖτο ὅπως οἱ ἐξῇ θένδε ὅτι τάχιστα
5.13.9
ἀπαλλαγῆναι. καὶ ἐπεὶ ἐνδεχόμενον βασιλέα τὴν δέησιν ἔγνω, ἄσμενος εὐθὺς ἀπιὼν
5.13.10
ᾤχετο, χαίρειν πολλὰ τῷ τεῬωμαίων στρατῷ καὶ τοῖςἸταλοῖς φράσας, καὶ τὰ μὲν
5.13.11
πλεῖστα ὑποχείρια τοῖς πολεμίοις ἀπολιπὼν, Περυσίαν δὲ πικρότατα πολιορκίᾳ
5.13.12
πιεζομένην, ἥπερ ἔτι αὐτοῦ ὁδῷ ἰόντος κατ' ἄκρας ἁλοῦσα ἐς πᾶσαν κακοῦ ἰδέαν
5.13.13
ἦλθεν, ᾗπέρ μοι πρότερον δεδιήγηται. ξυνηνέχθη δὲ καὶ κατὰ τὴν οἰκίαν τύχης
5.13.14
ἐναντίωμα ξυμπεσεῖν τοιόνδε. 5. 18 Θεοδώρα ἡ βασιλὶς τῆς Βελισαρίου παιδὸς
5.13.15
ἐξεργάζεσθαι τὴν ἐγγύην ἐπειγομένη τῷ θυγατριδῷ, συχνὰ 5. 19 γράφουσα τοὺς
5.13.16
γειναμένους τὴν κόρην ἠνώχλει. οἱ δὲ τὸ κῆδος ἀναδυόμενοι ἀπετίθεντο μὲν ἐς
5.13.17
παρουσίαν τὴν σφετέραν τὸν γάμον, μεταπεμπομένης δὲ αὐτοὺς ἐς Βυζάντιον τῆς
5.13.18
βασιλίδος, ἀδύνατοι εἶναι λάσσεσθαι τανῦν ἐξἸταλίας ἐσκήπτοντο. ἡ δὲ
5.13.19
γλιχομένη μὲν κύριον τὸν θυγατριδοῦν τοῦ Βελισαρίου καταστήσεσθαι πλούτου,
5.13.20
ᾔδει γὰρ ἐπίκληρον ἐσομένην τὴν παῖδα, οὐκ ὄντος Βελισαρίῳ ἑτέρου του γόνου, ἐπὶ
5.13.21
μέντοι τῇἈντωνίνης γνώμῃ θαρσεῖν οὐδαμῆ ἔχουσα, δειμαίνουσά τε μὴ μετὰ τὴν
5.13.22
τοῦ βίου καταστροφὴν οὐ φανεῖσα πιστὴ ἐς τὸν αὐτῆς οἶκον, καίπερ αὐτῆς οὕτω
5.13.23
φιλανθρώπου ἐν τοῖς ἀναγκαιοτάτοις τυχοῦσα, σπάσηται τὰ ξυγκείμενα,
5.13.24
ἐργάζεται ἀνόσιον ἔργον. τῷ γὰρ μειρακίῳ τὴν παιδίσκην ξυνοικίζει οὐδενὶ νόμῳ.
5.13.25
φασὶ δὲ ὡς καὶ πλησιάσαι οὔτι ἑκουσίαν ἠνάγκασε κρύβδην, οὕτω τε
5.13.26
διαπεπαρθενευμένῃ τὸν ὑμέναιον τῇ κόρῃ ξυστῆναι, τοῦ μὴ βασιλέα τὰ πρασσόμενα
5.13.27
κωλῦσαι. τοῦ μέντοι ἔργου ἐξειργασμένου ἔρωτι ἀλλήλοιν διαπύρῳ τινὶ ὅ
5.13.28
τεἈναστάσιος καὶ ἡ παῖς εἴχοντο, καὶ χρόνος σφίσιν οὐχ ἥσσων ἢ ὀκτὼ μηνῶν ἐν
5.13.29
ταύτῃ 5. 23 τῇ διαίτῃ ἐτρίβη. ἡνίκα δὲἈντωνίνα τῆς βασιλίδος ἀπογενομένης ἐς
5.13.30
Βυζάντιον ἦλθεν, ἐπελάθετο μὲν ἐθελουσία ὧν ἐκείνη ἔναγχος εἰς αὐτὴν εἴργαστο,
5.13.31
ὡς ἥκιστα δὲ ὑπολογισαμένη ὡς, ἤν τῳ ἑτέρῳ ἡ παῖς αὐτῇ ξυνοικίζοιτο,
5.13.32
πεπορνευμένη τὰ πρότερα ἔσται, τὸν Θεοδώρας ἔκγονον κηδεστὴν ἀτιμάζει, τήν τε
5.13.33
παῖδα ὡς μάλιστα ἀκουσίαν βιασαμένη ἀνδρὸς τοῦ ἐρωμένου 5. 24 ἀπέστησε.
5.13.34
μεγάλην τε ἀγνωμοσύνης ἐκ τοῦ ἔργου τούτου ἀπηνέγκατο δόξαν εἰς πάντας
5.13.35
ἀνθρώπους, ἥκοντά τε οὐδενὶ πόνῳ ἀναπείθει τὸν ἄνδρα τοῦ ἄγους αὐτῇ μεταλαχεῖν
5.13.36
τοῦδε. ὥστε διαρρήδην τηνικάδε ὁ τοῦ 5. 25 ἀνθρώπου τρόπος ἐλήλεγκται. καίτοι
5.13.37
διομοσάμενος Φωτίῳ τε καὶ τῶν ἐπιτηδείων τισὶ πρότερον καὶ τὰ ὀμωμοσμένα
5.13.38
οὐδαμῆ ἐμπεδώσας συγγνώμης ἐτύγχανε 5. 26 πρὸς πάντων ἀνθρώπων. αἴτιον γὰρ
5.13.39
τοῦ ἀπίστου τἀνδρὸς οὐ τὴν γυναικοκράτειαν, ἀλλὰ δέος τὸ ἐκ 5. 27 τῆς βασιλίδος
5.13.40
ὑπώπτευον εἶναι. ἐπεὶ δὲ καὶ Θεοδώρας ἀπογενομένης, ὥσπερ μοι εἴρηται, οὔτε
5.13.41
Φωτίου οὔτε ἄλλου του τῶν οἱ ἀναγκαίων λόγος γεγένητο, ἀλλ' αὐτῷ δέσποινα μὲν
5.13.42
ἡ γυνὴ ἐφαίνετο οὖσα, κύριος δὲ Καλλίγονος ὁ προαγωγὸς ἦν, τότε δὴ ἀπογνόντες
5.13.43
αὐτοῦ ἅπαντες ἐχλεύαζόν τε διαθρυλλοῦντες καὶ ἅτε ἄνοιαν ὀφλισκάνοντι
5.13.44
ἐλοιδοροῦντο. τὰ μὲν οὖν ἡμαρτημένα Βελισαρίῳ ἀπαρακαλύπτως εἰπεῖν ταύτῃ πη
5.13.45
ἔχει. 5. 28 Τὰ δὲ Σεργίῳ τῷ Βάκχου παιδὶ ἐπὶ Λιβύης ἡμαρτημένα διαρκῶς μὲν ἐν
5.13.46
λόγοις μοι τοῖς ἐπιτηδείοις δεδήλωται, ὃς δὴ αἰτιώτατος γέγονεῬωμαίοις ἐνταῦθα
5.13.47
διαφθαρῆναι τὰ πράγματα, τά τε πρὸς Λευάθας αὐτῷ πρὸς τῶν εὐαγγελίων
5.13.48
ὀμωμοσμένα ἐν ἀλογίᾳ πεποιημένος καὶ τοὺς ὀγδοήκοντα πρέσβεις οὐδενὶ λόγῳ
5.13.49
διαχρησάμενος, τοσοῦτον δέ μοι τανῦν ἐντιθέναι τῷ λόγῳ δεήσει, ὡς οὔτε νῷ
5.13.50
δολερῷ οἱ ἄνδρες οὗτοι παρὰ Σέργιον ἦλθον οὔτε τινὰ σκῆψιν ὁ Σέργιος ὑποψίας
5.13.51
περὶ αὐτοὺς εἶχεν, ἀλλὰ διώμοτος ἐπὶ θοίνην καλέσας τοὺς 5. 29 ἄνδρας διεχρήσατο
5.13.52
οὐδενὶ κόσμῳ. ἀφ' οὗ δὴ Σολόμωνι καὶ τῷῬωμαίων στρατῷ καὶ Λίβυσι πᾶσι
5.13.53
φθάρθαι ξυνέβη. δι' αὐτὸν γὰρ, ἄλλως τε καὶ Σολόμωνος τετελευτηκότος, ὥσπερ μοι
5.13.54
εἴρηται, οὔτε τις ἄρχων οὔτε τις στρατιώτης ἐς πολέμου κίνδυνον ἰέναι 5. 31 ἠξίου.
5.13.55
μάλιστα δὲ πάντωνἸωάννης ὁ Σισιννιόλου τῷ ἐς αὐτὸν ἔχθει ἀπόμαχος ἦν,
5.13.56
ἕωςἈρεόβινδος ἐς βύην ἀφίκετο. ἦν γὰρ ὁ Σέργιος μαλθακὸς μὲν καὶ
5.13.57
ἀπόλεμος, τὸ δὲ ἦθος καὶ τὴν ἡλικίαν κομιδῆ νέος, φθόνῳ τε καὶ ἀλαζονείᾳ ἐς
5.13.58
ὑπερβολὴν ἐχόμενος ἐς πάντας ἀνθρώπους, τεθρυμμένος τε τὴν δίαιταν καὶ 5. 33 τὰς
5.13.59
γνάθους φυσῶν. ἀλλ' ἐπεὶ τῆςἈντωνίνης τῆς Βελισαρίου γυναικὸς ἐγγόνης
5.13.60
ἐτύγχανε μνηστὴρ γεγονὼς, τίσιν τινὰ ἐς αὐτὸν ἡ βασιλὶς ἐξενεγκεῖν ἢ παραλύειν
5.13.61
τῆς ἀρχῆς οὐδαμῆ ἤθελε, καίπερ ἐνδελεχέστατα διαφθειρομένην Λιβύην ὁρῶσα, ἐπεὶ
5.13.62
καὶ Σολόμωνα τὸν Σεργίου ἀδελφὸν τοῦ Πηγασίου φόνου αὐτή τε καὶ βασιλεὺς
5.13.63
ἀθῷον ἀφῆκεν. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω. 5. 34Ἐπειδὴ ὁ Πηγάσιος τὸν
5.13.64
Σολόμωνα πρὸς τῶν Λευαθῶν ὠνήσατο καὶ οἱ βάρβαροι ἐπ' οἴκου ἀπεκομίσθησαν, ὁ
5.13.65
μὲν Σολόμων ξύν τε Πηγασίῳ τῷ ἐωνημένῳ καὶ στρατιώταις ὀλίγοις τισὶν εἰς
5.13.66
Καρχηδόνα ἐστέλλετο, ἐν δὲ τῇ ὁδῷ ταύτῃ λαβὼν ὁ Πηγάσιος ὅ τι δὴ ἀδικοῦντα
5.13.67
Σολόμωνα χρῆναί οἱ ἔφασκεν ἐν μνήμῃ εἶναι ὡς αὐτὸν 5. 35 ἔναγχος ἐκ τῶν
5.13.68
πολεμίων ὁ θεὸς ῥύσαιτο. ὁ δὲ χαλεπήνας, ὅτι δή οἱ ἅτε δορυαλώτῳ ὠνείδισε, τὸν
5.13.69
Πηγάσιον εὐθὺς ἔκτεινε, ταῦτά τε σῶστρα τῷ ἀνθρώπῳ 5. 36 ἀπέδωκεν. ἐπειδή τε ὁ
5.13.70
Σολόμων ἐς Βυζάντιον ἦλθε, καθαρὸν αὐτὸν βασιλεὺς τοῦ φόνου ἐποίει ἅτε
5.13.71
δότην ἀνελόντα τῆςῬωμαίων ἀρχῆς. γράμματά τε αὐτῷ ἐδίδου τὴν ὑπὲρ τούτων
5.13.72
ἀσφάλειαν παρεχόμενος. καὶ ὁ μὲν Σολόμων οὕτω τὴν τίσιν διαφυγὼν ἐπὶ τὴν ἑῴαν
5.13.73
ἄσμενος ᾔει, τήν τε πατρίδα καὶ γένος τὸ κατὰ 5. 38 τὴν οἰκίαν ὀψόμενος. ἡ δὲ ἀπὸ
5.13.74
τοῦ θεοῦ τίσις ἐν ταύτῃ τῇ ὁδῷ καταλαβοῦσα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζει. τὰ μὲν
5.13.75
οὖν ἀμφὶ Σολόμωνί τε καὶ Πηγασίῳ τῇδε ἐχώρησεν. 6. 1 Οἵτινες δὲ
5.13.76
ἀνθρώπωἸουστινιανός τε καὶ Θεοδώρα ἤστην τρόπῳ τε ὅτῳ διεσπάσαντο
5.13.77
τὰῬωμαίων 6. 2 πράγματα ἐρῶν ἔρχομαι. Λέοντος ἐν Βυζαντίῳ τὴν αὐτοκράτορα
5.13.78
ἀρχὴν ἔχοντος, γεωργοὶ νεανίαι τρεῖς, Ἰλλυριοὶ γένος, Ζίμαρχός τε καὶ Διτύβιστος
5.13.79
καὶἸουστῖνος ὁ ἐκ Βεδεριάνης, πράγμασιν ἐνδελεχέστατα τοῖς ἀπὸ τῆς πενίας οἴκοι
5.13.80
μαχόμενοι τούτων τε ξείοντες ἐπὶ τὸ στρατεύεσθαι ὥρμησαν. καὶ πεζῆ
5.13.81
βαδίζοντες ἐς Βυζάντιον ᾔεσαν, σισύρας ἐπὶ τῶν ὤμων αὐτοὶ φέροντες, ἐν αἷς δὴ
5.13.82
ἄλλο οὐδὲν ὅτι μὴ διπύρους ἄρτους οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο, ταχθέντας τε
5.13.83
ἐν τοῖς στρατιωτικοῖς καταλόγοις βασιλεὺς αὐτοὺς ἐς τοῦ Παλατίου τὴν φυλακὴν
5.13.84
ἐπελέξατο. κάλλιστοι γὰρ 6. 4 ἅπαντες τὰ σώματα ἦσαν. χρόνῳ δὲ
5.13.85
ὕστερονἈναστασίῳ τὴν βασιλείαν παραλαβόντι πόλεμος πρὸς ρων ἔθνος
5.13.86
ὅπλα ἐπ' αὐτὸν ἀραμένους κατέστη. στρατιάν τε λόγου ἀξίαν ἐπ' αὐτοὺς ἔπεμψεν,
5.13.87
ἧσπερἸωάννης ἡγεῖτο, ἐπίκλησιν Κυρτός. οὗτοςἸωάννης τὸνἸουστῖνον ἁμαρτάδος
5.13.88
τινὸς ἕνεκα ἐν δεσμωτηρίῳ καθεῖρξεν, ἡμέρᾳ τε τῇ ἐπιούσῃ ἐξ ἀνθρώπων αὐτὸν
5.13.89
ἀφανιεῖν ἔμελλεν, εἰ μή τις μεταξὺ ἐπιγενομένη ὄψις 6. 6 ὀνείρου ἐκώλυσεν. ἔφη γάρ
5.13.90
οἱ ἐν ὀνείρῳ ὁ στρατηγὸς ἐντυχεῖν τινα παμμεγέθη τε τὸ σῶμα καὶ τἄλλα 6. 7
5.13.91
κρείσσω ἢ ἀνθρώπῳ εἰκάζεσθαι. καὶ τὸν μέν οἱ ἐπισκῆψαι μεθεῖναι τὸν ἄνδρα, ὅνπερ
5.13.92
καθείρξας ἐκείνῃ τῇ ἡμέρᾳ ἐτύγχανεν· αὐτὸν δὲ τοῦ ὕπνου ἐξαναστάντα 6. 8 ἐν
5.13.93
ἀλογίᾳ τὴν τοῦ ὀνείρου ὄψιν ποιήσασθαι. ἐπιλαβούσης δὲ καὶ ἑτέρας νυκτὸς ἐδόκει
5.13.94
μέν οἱ ἐν τῷ ὀνείρῳ καὶ αὖθις τῶν λόγων ἀκούειν ὧνπερ ἠκηκόει τὸ πρότερον,
5.13.95
ἐπιτελέσαι δὲ τὰ ἐπιτεταγμένα οὐδ' ὣς 6. 9 βεβουλῆσθαι. τρίτον τέ οἱ ἐπιστᾶσαν τὴν
5.13.96
τοῦ ὀνείρου ὄψιν ἀπειλῆσαι μὲν τὰ ἀνήκεστα, ἢν μὴ τὰ ἐπηγγελμένα ποιοίη,
5.13.97
ἐπειπεῖν τε ὡς αὐτοῦ τε τοῦ ἀνθρώπου καὶ τῆς ξυγγενείας χρέος οἱ μέγα
5.13.98
ὀργισθησομένῳ ἐς χρόνον τὸν ὄπισθεν εἴη. 6. 10 Τότε μὲν οὖν οὕτωςἸουστίνῳ
5.13.99
περιεῖναι ξυνέβη, προϊόντος δὲ τοῦ χρόνου ἐς μέγα δυνάμεως στῖνος
5.13.100
ἐχώρησεν. ἄρχοντα γὰρ αὐτὸνἈναστάσιος βασιλεὺς κατεστήσατο τῶν ἐν Παλατίῳ
5.13.101
φυλάκων. ἐπειδή τε ὁ βασιλεὺς ἐξ ἀνθρώπων ἠφάνιστο, αὐτὸς τῇ τῆς ἀρχῆς δυνάμει
5.13.102
τὴν βασιλείαν παρέλαβε, τυμβογέρων μὲν γεγονὼς ἤδη, ἀμάθητος δὲ γραμμάτων
5.13.103
ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος ὢν, οὐ γεγονὸς ἔν 6. 12 γεῬωμαίοις
5.13.104
πρότερον τοῦτό γε. εἰθισμένον δὲ γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν
5.13.105
βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γίνοιτο, αὐτὸς μέντοι οὔτε ἐπαγγέλλειν οὔτε
5.13.106
τοῖς πρασσομένοις ξυνεπίστασθαι 6. 13 οἷός τε ἦν. ὃς δὲ παρεδρεύειν αὐτῷ ἔλαχεν,
5.13.107
ἀρχὴν ἔχων τὴν τοῦ καλουμένου κοιαίστωρος Πρόκλος μα, αὐτὸς δὴ
5.13.108
αὐτονόμῳ γνώμῃ ἅπαντα ἔπρασσεν. ὅπως δὲ μαρτυρίαν τῆς βασιλέως χειρὸς ἔχοιεν,
5.13.109
οἷς δὴ 6. 15 ἐπίκειται τὸ ἔργον τοῦτο, ἐπενοήθη τάδε. ξύλῳ εἰργασμένῳ βραχεῖ
5.13.110
ἐγκολάψαντες μορφήν τινα γραμμάτων τεττάρων, ἅπερ ἀναγνῶναι τῇ Λατίνων
5.13.111
φωνῇ δύναται, γραφίδα τε βαφῇ βάψαντες, ᾗ βασιλεῖς γράφειν θασιν,
5.13.112
ἐνεχειρίζοντο τῷ βασιλεῖ τούτῳ. καὶ τὸ ξύλον, οὗπερ ἐμνήσθην, τῷ βιβλίῳ
5.13.113
ἐνθέμενοι, λαβόμενοί τε τῆς βασιλέως χειρὸς, περιῆγον μὲν ξὺν τῇ γραφίδι ἐς τῶν
5.13.114
τεττάρων γραμμάτων τὸν τύπον, ἐς πάσας τε τὰς τοῦ ξύλου αὐτὴν περιελίξαντες
5.13.115
ἐντομὰς οὕτω δὴ ἀπηλλάσσοντο, τοιαῦτα βασιλέως γράμματα φέροντες. 6. 17 Τὰ μὲν
5.13.116
ἀμφὶ τῷἸουστίνῳ ταύτῃῬωμαίοις εἶχε. γυναικὶ δὲ ὄνομα Λουππικίνῃ ξυνῴκει. αὕτη
5.13.117
δὲ δούλη τε καὶ βάρβαρος οὖσα τοῦ πρόσθεν αὐτὴν ἐωνημένου παλλακὴ γέγονε. καὶ
5.13.118
αὐτὴ μὲν ξὺνἸουστίνῳ ἐπὶ βίου δυσμαῖς τὴν βασιλείαν ἔσχεν. 6. 18Ἰουστῖνος μὲν οὖν
5.13.119
οὔτε τι πονηρὸν τοὺς ὑπηκόους ἐργάζεσθαι οὔτε ἀγαθὸν ἴσχυεν. εὐηθείᾳ γὰρ πολλῇ
5.13.120
εἴχετο, ἄγλωττός τε παντάπασιν ὢν καὶ ἀγροικιζόμενος 6. 19 μάλιστα. ἀδελφιδοῦς δὲ
5.13.121
αὐτῷἸουστινιανὸς νέος ὢν ἔτι διῳκεῖτο τὴν ἀρχὴν ξύμπασαν καὶ γέγονεῬωμαίοις
5.13.122
ξυμφορῶν αἴτιος, οἵας τε καὶ ὅσας ἐς τὸν ἅπαντα να οὐδείς που πρότερον
5.13.123
ἀκοῇ ἔλαβεν. ἔς τε γὰρ ἀνθρώπων ἄδικον φόνον καὶ χρημάτων ἁρπαγὴν ἀλλοτρίων
5.13.124
ῥᾷστα ἐχώρει, καὶ οὐδὲν ἦν αὐτῷ μυριάδας πολλὰς ἐξ ἀνθρώπων ἀφανισθῆναι,
5.13.125
καίπερ αὐτῷ αἰτίαν 6. 21 οὐδεμίαν παρασχομένων. καὶ φυλάσσειν μὲν τῶν
5.13.126
καθεσταμένων οὐδὲν ἠξίου, ἅπαντα δὲ νεοχμοῦν ἐς ἀεὶ ἤθελε, καὶ τὸ ξύμπαν εἰπεῖν,
5.13.127
μέγιστος δὴ οὗτος ἦν 6. 22 διαφθορεὺς τῶν εὖ καθεστώτων. τὸν μὲν οὖν λοιμὸν,
5.13.128
ὅσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καίπερ ἐπισκήψαντα εἰς τὴν γῆν
5.13.129
ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ἢ ὅσοις διαφθαρῆναι τετύχηκεν, ἢ
5.13.130
οὐδαμῆ τῇ νόσῳ ἁλόντες ἢ περιγενόμενοι, ἐπειδὴ 6. 23 σφίσιν ἁλῶναι ξυνέβη. ἄνδρα
5.13.131
δὲ τοῦτον διαφυγεῖν ἀνθρώπῳ γε ὄντιῬωμαίῳ τῶν πάντων οὐδενὶ ξυνηνέχθη, ἀλλ'
5.13.132
ὥσπερ τι ἄλλο ἐξ οὐρανοῦ πάθος ὅλῳ τῷ γένει ἐπεισπεσὸν ἀνέπαφον οὐδένα
5.13.133
παντελῶς εἴασε. 6. 24 τοὺς μὲν γὰρ ἔκτεινεν οὐδενὶ λόγῳ, τοὺς δὲ πενίᾳ μαχομένους
5.13.134
ἀφεὶς ἀθλιωτέρους τῶν τετελευτηκότων εἰργάζετο, εὐχομένους τὰ παρόντα σφίσι
5.13.135
διαλῦσαι θανάτῳ οἰκτίστῳ. τινῶν μέντοι ξὺν τοῖς χρήμασι καὶ 6. 25 τὰς ψυχὰς εἷλεν.
5.13.136
ἐπεὶ δὲ οὐδὲν ἦν αὐτῷ μόνην καταλῦσαι τὴνῬωμαίων ἀρχὴν, Λιβύης τε καὶἸταλίας
5.13.137
οὐκ ἄλλου του ἕνεκα πεποιῆσθαι τὴν ἐπικράτησιν ἴσχυσεν ἢ ὥστε ξὺν τοῖς πρότερον
5.13.138
ὑφ' αὑτῷ οὖσι διολέσαι 6. 26 τοὺς ταύτῃ ἀνθρώπους. οὔπω γοῦν δεκαταῖος εἰς τὴν
5.13.139
δύναμιν γεγονὼςἈμάντιον τῶν ἐν Παλατίῳ εὐνούχων ἄρχοντα ξὺν ἑτέροις τισὶν ἐξ
5.13.140
αἰτίας οὐδεμιᾶς ἔκτεινεν, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκὼν, πλήν γε δὴ ὅτι
5.13.141
ἐςἸωάννην τὸν τῆς πόλεως ἀρχιερέα λόγον 6. 27 τινὰ προπετῆ εἴποι. καὶ ἀπ' αὐτοῦ
5.13.142
φοβερώτατος γέγονεν ἀνθρώπων ἁπάντων. αὐτίκα δὲ καὶ Βιταλιανὸν τὸν τύραννον
5.13.143
μετεπέμψατο, ᾧ δὴ τὰ πιστὰ πρότερον ὑπὲρ τῆς ἀσφαλείας παρέσχετο, διαλαχὼν
5.13.144
αὐτῷ τῶν ἐν 6. 28 Χριστιανοῖς μυστηρίων. ὀλίγῳ τε ὕστερον ἐξ ὑποψίας αὐτῷ
5.13.145
προσκεκρουκότα ξὺν τοῖς ἐπιτηδείοις ἐν Παλατίῳ λόγῳ οὐδενὶ διεχρήσατο, πίστεις
5.13.146
οὕτω δεινοτάτας ἐμπεδῶσαι οὐδαμῆ ἀξιώσας. 7. 1 Τοῦ δὲ δήμου ἐκ παλαιοῦ ἐς μοίρας
5.13.147
δύο διεστηκότος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, μίαν αὐτὸς τὴν
5.13.148
Βενέτων ἑταιρισάμενος, ἥ οἱ καὶ τὸ πρότερον κατεσπουδασμένη ἐτύγχανε, ξυγχεῖν τε
5.13.149
καὶ ξυνταράξαι ἅπαντα ἴσχυσε. καὶ ἀπ' αὐτοῦ ἐς γόνυ 7. 2 ἐλθεῖνῬωμαίοις τὴν
5.13.150
πολιτείαν πεποίηκεν. οὐχ ἅπαντες δὲ οἱ Βένετοι ἐπισπέσθαι τῇ τοῦδε τοῦ ἀνδρὸς
5.13.151
γνώμῃ 7. 3 ἔγνωσαν, ἀλλ' ὅσοι στασιῶται ὄντες ἐτύγχανον. καὶ αὐτοὶ μέντοι
5.13.152
προϊόντος ἤδη τοῦ δεινοῦ στατοι ἔδοξαν εἶναι ἀνθρώπων ἁπάντων.
5.13.153
ἐνδεεστέρως γὰρ ἢ κατὰ τὴν ἐξουσίαν ἡμάρτανον. οὐ μὴν οὐδὲ τῶν Πρασίνων οἱ
5.13.154
στασιῶται ἡσυχῆ ἔμενον, ἀλλὰ καὶ αὐτοὶ ἔπρασσον ἀεὶ τὰ ἐγκλήματα ἐς ὅσον σφίσι
5.13.155
δυνατὰ ἐγεγόνει, καίπερ κατὰ μόνας διηνεκὲς νοι. ὅπερ αὐτοὺς ἐς τὸ
5.13.156
θρασύνεσθαι πολλῷ ἔτι μᾶλλον ἐς ἀεὶ ἦγεν. ἀδικούμενοι γὰρ εἰώθασιν ἐς ἀπόνοιαν