Historia Arcana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/procopius" aria-label="More works by Procopius">
—
⋯
Original / primary: Pg Scrape Grc
8.7.1
Πολλὰ δὲ ῥίπτειν καὶ ἐς θαλαττίους οἰκοδομίας τινὰς ἠξίου, βιαζόμενος τὸ τῶν
8.7.2
κυμάτων ἐς ἀεὶ ῥόθιον. 8. 8 ἐκ γὰρ τῆς ἠιόνος ταῖς τῶν λίθων ἐπιβολαῖς ἐπίπροσθεν
8.7.3
ᾔει φιλονείκως ταῖς ἐκ τοῦ πόντου ἐπιρροαῖς ἔχων καὶ καθάπερ ἐξουσίᾳ πλούτου
8.7.4
πρὸς τὴν 8. 9 τῆς θαλάσσης ἀντιφιλοτιμούμενος δύναμιν. τάς τε τῶνῬωμαίων ἰδίας
8.7.5
ἑκάστων οὐσίας ἐκ πάσης γῆς ἐς αὐτὸν ἤγειρε, τοῖς μὲν ὅ τι δὴ ἔγκλημα οὐχ
8.7.6
ἁμαρτηθὲν ἐπικαλέσας, τῶν δὲ καὶ τὴν γνώμην ἅτε αὐτὸν 8. 10 δεδωρημένων
8.7.7
τερατευσάμενος. πολλοὶ δὲ φόνων τε καὶ ἄλλων ἐγκλημάτων τοιούτων ἁλόντες,
8.7.8
εἶτα ἐξιστάμενοι αὐτῷ τῶν πάντων χρημάτων διέφυγον ὧν τον μὴ δοῦναι
8.7.9
τὴν δίκην· ἕτεροι δὲ χωρίων, οὐ δέον, τοῖς πέλας τινῶν, ἂν οὕτω τύχοι,
8.7.10
ἀμφισβητοῦντες, ἐπεὶ καταδιαιτήσασθαι τῶν ἀντιδίκων οὐδαμῆ εἶχον τοῦ νόμου
8.7.11
σφίσιν ἀντιστατοῦντος, οἱ δὲ τούτοις δὴ τοῖς ἀντιλεγομένοις αὐτὸν δωρησάμενοι
8.7.12
ἀπηλλάσσοντο, αὐτοὶ μὲν χάριτι ἀζημίῳ κερδάναντες τὸ γνώριμοι γεγονέναι τῷ
8.7.13
ἀνδρὶ τούτῳ, τρόπῳ δὲ παρανομωτάτῳ καταδικάσασθαι τῶν ἀντιδίκων ἰσχύσαντες.
8.12.1
Οὐκ ἄπο δὲ καιροῦ ἡγοῦμαι εἶναι καὶ τὸ εἶδος τούτου δὴ τοῦ ἀνθρώπου σημῆναι.
8.12.2
τὸ μὲν οὖν σῶμα οὔτε μακρὸς οὔτε κολοβὸς ἄγαν, ἀλλὰ μέτριος ἦν, οὐ μέντοι
8.12.3
ἰσχνὸς, ἀλλὰ κατὰ βραχὺ εὔσαρκος, τὴν δὲ δὴ ὄψιν στρογγύλος τε καὶ οὐκ ἄμορφος·
8.12.4
ἐπυρρία γὰρ 8. 13 καὶ δυοῖν ἡμέραιν ἀπόσιτος ὤν. ὅπως δὲ ἅπαν αὐτοῦ τὸ εἶδος
8.12.5
συλλήβδην σημήνω, Δομετιανῷ τῷ Οὐεσπασιανοῦ παιδὶ ἐκ τοῦ ἐπὶ πλεῖστον
8.12.6
ἐμφερέστερος ἦν, οὗπερῬωμαῖοι τῆς κακοτροπίας ἐς τοσόνδε ἀπώναντο ὥστε οὐδὲ
8.12.7
κρεουργήσαντες ὅλον ἐκλῦσαι τὴν ἐς αὐτὸν ὀργὴν ἔγνωσαν, ἀλλὰ δόγμα ἐγεγόνει
8.12.8
τῆς συγκλήτου βουλῆς μηδὲ ὄνομα τοῦ βασιλέως τούτου ἐν γράμμασιν 8. 14 εἶναι
8.12.9
μηδ' εἰκόνα ἡντιναοῦν αὐτοῦ διασώζεσθαι. τό τε γοῦν ὄνομα τοῦτο πανταχόσε ἐπὶ
8.12.10
τῶν τῆςῬώμης γραμμάτων καὶ εἴ που ἄλλῃ τοῦτο γεγράφθαι ξυνέβη
8.12.11
ἐκκεκολαμμένον ἰδεῖν μεταξὺ τῶν ἄλλων πάρεστι μόνον, καί τις αὐτοῦ εἰκὼν
8.12.12
οὐδαμῆ φαίνεται οὖσα τῆςῬωμαίων ἀρχῆς, ὅτι μὴ χαλκῆ μία ἐξ αἰτίας τοιᾶσδε. 8. 15
8.12.13
ἦν τῷ Δομετιανῷ γυνὴ ἐλευθέριος καὶ ἄλλως κοσμία, καὶ οὔτε αὐτὴ κακόν τι οὐδένα
8.12.14
εἰργάσατο πώποτε τῶν πάντων ἀνθρώπων, οὔτε τις αὐτῇ τῶν τοῦ ἀνδρὸς 8. 16
8.12.15
πράξεων ἤρεσκε. διόπερ αὐτὴν ἄγαν ἀγαπωμένην ἡ βουλὴ τότε μεταπεμψαμένη
8.12.16
αἰτεῖσθαι ὅ τι ἂν αὐτῇ 8. 17 βουλομένῃ εἴη ἐκέλευεν. ἡ δὲ τοῦτο μόνον ἱκέτευε, τό τε
8.12.17
Δομετιανοῦ σῶμα λαβοῦσα θάψαι καὶ μίαν αὐτῷ 8. 18 ἀναθεῖναι εἰκόνα χαλκῆν, ὅποι
8.12.18
ἂν ἐθέλοι. καὶ ἡ μὲν βουλὴ ξυνεχώρει ταῦτα· ἡ δὲ γυνὴ τῆς ἀπανθρωπίας τῶν τὸν
8.12.19
ἄνδρα κρεουργησάντων ἀπολεῖψαι βουλομένη 8. 19 μνημεῖα τῷ ὄπισθεν χρόνῳ
8.12.20
ἐπενόει τάδε. τὰ Δομετιανοῦ ξυλλεξαμένη κρέα, ξυνθεῖσά τε αὐτὰ ἐς τὸ ἀκριβὲς καὶ
8.12.21
ἐναρμοσαμένη ἐς ἄλληλα κατέρραψε μὲν τὸ σῶμα ὅλον, τοῖς δὲ πλάσταις
8.12.22
ἐνδειξαμένη ἐν εἰκόνι χαλκῇ 8. 20 τὸ πάθος ἀπομιμεῖσθαι τοῦτο ἐκέλευεν. οἱ μὲν οὖν
8.12.23
τεχνῖται τὴν εἰκόνα εὐθὺς ἐποίουν. λαβοῦσα δὲ ἡ γυνὴ ἔστησεν ἐπὶ τῆς ἐς τὸ
8.12.24
Καπιτώλιον φερούσης ἀνόδου ἐν δεξιᾷ ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι, εἶδός τε τὸ
8.12.25
Δομετιανοῦ καὶ τὸ πάθος δηλοῦσαν ἐς τόδε τοῦ 8. 21 χρόνου. εἰκάσειεν ἄν τις τό τε
8.12.26
ἄλλοἸουστινιανοῦ σῶμα καὶ τὴν ὄψιν αὐτὴν καὶ τὰ τοῦ προσώπου ἅπαντα ἤθη ἐν
8.12.27
ταύτῃ τῇ εἰκόνι διαφανῶς εἶναι. 8. 22 Τὸ μὲν οὖν εἶδος τοιοῦτός τις ἦν· τὸν δὲ τρόπον
8.12.28
ἐς μὲν τὸ ἀκριβὲς οὐκ ἂν φράσαιμι. ἦν γὰρ οὗτος ἀνὴρ κακοῦργός τε καὶ
8.12.29
εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσιν, οὔτε αὐτὸς ἀληθιζόμενος τοῖς
8.12.30
ἐντυγχάνουσιν, ἀλλὰ νῷ δολερῷ ἅπαντα ἐς ἀεὶ καὶ λέγων καὶ πράττων, καὶ τοῖς
8.12.31
ἐξαπατᾶν ἐθέλουσιν ἀποκείμενος 8. 23 οὐδενὶ πόνῳ. καί τις ἀήθης κρᾶσις ἐν αὐτῷ
8.12.32
ἐπεφύκει ἔκ τε ἀνοίας καὶ κακοτροπίας ξυγκεκραμένη. καὶ τάχα τοῦτο ἦν ὅπερ ἐν
8.12.33
τοῖς ἄνω χρόνοις τῶν τις ἐκ τοῦ περιπάτου φιλοσόφων ἀπεφθέγξατο, ὡς καὶ τὰ
8.12.34
ἐναντιώτατα ἐν ἀνθρώπου φύσει ξυμβαίνει εἶναι, ὥσπερ 8. 24 ἐν τῶν χρωμάτων τῇ
8.12.35
μίξει. γράφω μέντοι ὧν μοι ἐφικέσθαι οὐ δυνατὸν γέγονεν. ἦν τοίνυν ὁ βασιλεὺς
8.12.36
οὗτος εἴρων, δολερὸς, κατάπλαστος, σκότιος ὀργὴν, διπλοῦς, ἄνθρωπος δεινὸς,
8.12.37
ὑποκρίνασθαι γνώμην τελεώτατος, καὶ δάκρυα οὐχ ὑφ' ἡδονῆς τινος ἢ πάθους
8.12.38
ἐκφέρων, ἀλλὰ τεχνάζων ἐπὶ καιροῦ κατὰ τὸ τῆς χρείας παρὸν, ψευδόμενος ἐς ἀεὶ,
8.12.39
οὐκ εἰκῆ μέντοι, ἀλλὰ καὶ γράμματα καὶ ὅρκους δεινοτάτους ἐπὶ τοῖς ξυγκειμένοις
8.12.40
πεποιημένος, καὶ ταῦτα πρὸς τοὺς κατηκόους τοὺς τοῦ. ἀνεχώρει δὲ τῶν τε
8.12.41
ὡμολογημένων καὶ ὀμωμοσμένων εὐθὺς, ὥσπερ τῶν ἀνδραπόδων τὰ χείριστα, δέει
8.12.42
τῶν ἐγκειμένων σφίσι βασάνων διώμοτα εἰς τὴν 8. 26 ὁμολογίαν ἠγμένα. φίλος
8.12.43
ἀβέβαιος, ἐχθρὸς ἄσπονδος, φόνων τε καὶ χρημάτων διάπυρος ἐραστὴς, δύσερίς τε
8.12.44
καὶ νεωτεροποιὸς μάλιστα, ἐς μὲν τὰ κακὰ εὐπαράγωγος, ἐς δὲ τὰ ἀγαθὰ οὐδεμιᾷ
8.12.45
ξυμβουλῇ ἥκων, ἐπινοῆσαι μὲν τὰ φαῦλα καὶ ἐπιτελέσαι ὀξὺς, τῶν δὲ δὴ ἀγαθῶν καὶ
8.12.46
αὐτήν που τὴν ἀκοὴν ἁλμυρὰν εἶναι οἰόμενος. 8. 27 πῶς ἄν τις τῶνἸουστινιανοῦ
8.12.47
τρόπων ἐφικέσθαι τῷ λόγῳ δυνατὸς εἴη; ταῦτά τε καὶ πολλὰ ἔτι μείζω κακὰ οὐ κατὰ
8.12.48
ἄνθρωπον ἔχων ἐφαίνετο, ἀλλὰ πᾶσαν ἡ φύσις ἐδόκει τὴν κακοτροπίαν ἀφελομένη
8.12.49
τοὺς ἄλλους πους ἐν τῇ τοῦδε τοῦ ἀνδρὸς καταθέσθαι ψυχῇ. ἦν δὲ πρὸς
8.12.50
τοῖς ἄλλοις ἐς μὲν τὰς διαβολὰς εὔκολος ἄγαν, ἐς δὲ τὰς τιμωρίας ὀξύς. οὐ γάρ τι
8.12.51
πώποτε διερευνησάμενος ἔκρινεν, ἀλλ' ἀκούσας τοῦ τος τὴν γνῶσιν
8.12.52
εὐθὺς ἐξενεγκεῖν ἔγνω. ἔγραφέ τε γράμματα οὐδεμιᾷ ὀκνήσει, χωρίων τε ἁλώσεις
8.12.53
καὶ πόλεων ἐμπρησμοὺς καὶ ὅλων ἐθνῶν ἀνδραποδισμοὺς 8. 30 ἐξ αἰτίας οὐδεμιᾶς
8.12.54
ἔχοντα. ὥστε εἴ τις ἄνωθεν ἅπαντα τὰῬωμαίοις ξυνενεχθέντα σταθμώμενος
8.12.55
ἀντισηκοῦν αὐτὰ τούτοις ἐθέλοι, δοκεῖ μοι ἂν πλείω φόνον εὑρέσθαι ἀνθρώπων
8.12.56
πρὸς τοῦ ἀνδρὸς τοῦδε ξυμβάντα ἢ ἐν 8. 31 τῷ ἄλλῳ παντὶ αἰῶνι γεγενῆσθαι
8.12.57
τετύχηκε. τῶν δὲ ἄλλων χρημάτων ἐς μὲν τὴν ἀναίσθητον κτῆσιν ἀοκνότατος ἦν·
8.12.58
οὐδὲ γὰρ οὐδὲ σκῆψιν ἠξίου τινὰ παραπέτασμα τοῦ δικαίου προβεβλημένος τῶν οὐ
8.12.59
προσηκόντων ἐπιβατεύειν· γενομένων δὲ οἰκείων ἑτοιμότατος ἦν ἀλογίστῳ
8.12.60
φιλοτιμίᾳ περιφρονεῖν τε καὶ τοῖς βάροις προΐεσθαι οὐδενὶ λόγῳ. καὶ τὸ
8.12.61
ξύμπαν εἰπεῖν, χρήματα οὔτε αὐτὸς εἶχεν οὔτε ἄλλον τινὰ ἔχειν τῶν ἁπάντων εἴα,
8.12.62
ὥσπερ οὐ φιλοχρηματίας ἡσσώμενος, ἀλλὰ φθόνῳ ἐς τοὺς ταῦτα κεκτημένους
8.12.63
ἐχόμενος. 8. 33 ἐξοικίσας οὖν ῥᾷστα τὸν πλοῦτον ἐκῬωμαίων τῆς γῆς πενίας
8.12.64
δημιουργὸς ἅπασι γέγονεν. 9. 1Ἰουστινιανῷ μὲν οὖν τὰ ἐς τὸν τρόπον ὅσα γε ἡμᾶς
8.12.65
δύνασθαι φράσαι τῇδέ πη εἶχεν. ἔγημε δὲ γυναῖκα, ἣ ὅντινα τρόπον γενομένη τε καὶ
8.12.66
τραφεῖσα καὶ τῷδε τῷ ἀνθρώπῳ ἐς γάμον ξυναφθεῖσα πρόρριζονῬωμαίοις τὴν
8.12.67
πολιτείαν ἐξέτριψεν, ἐγὼ δηλώσω. 9. 2Ἀκάκιος ἦν τις ἐν Βυζαντίῳ θηριοκόμος τῶν
8.12.68
ἐν κυνηγεσίῳ θηρίων μοίρας Πρασίνων, ὅνπερ ἀρκοτρόφον 9. 3 καλοῦσιν. οὗτος ὁ
8.12.69
ἀνὴρἈναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος ἐτελεύτησε νόσῳ παίδων οἱ
8.12.70
ἀπολελειμμένων τριῶν θήλεος γένους, Κομιτοῦς τε καὶ Θεοδώρας καὶἈναστασίας,
8.12.71
ὧνπερ ἡ πρεσβυτάτη οὔπω ταέτης γεγονυῖα ἐτύγχανεν. ἡ δὲ γυνὴ ἐκπεσοῦσα
8.12.72
ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἦλθεν, ὃς δὴ ξὺν αὐτῇ τῶν τε κατὰ τὴν οἰκίαν καὶ τοῦ ἔργου
8.12.73
τούτου ἐπιμελήσεσθαι 9. 5 τὸ λοιπὸν ἔμελλεν. ὁ δὲ τῶν Πρασίνων ὀρχηστὴςἈστέριος
8.12.74
ὄνομα χρήμασι πρὸς ἑτέρου ἀναπεισθεὶς τούτους μὲν τῆς τιμῆς ταύτης ἀπέστησε, τὸν
8.12.75
δέ οἱ τὰ χρήματα δόντα ἐς αὐτὴν ἀντεκατέστησεν οὐδενὶ πόνῳ. τοῖς γὰρ ὀρχησταῖς
8.12.76
τὰ τοιαῦτα ἐξῆν διοικεῖσθαι κατ' 9. 6 ἐξουσίαν ᾗ βούλοιντο. ἐπεὶ δὲ τὸν δῆμον
8.12.77
ξύμπαντα ἡ γυνὴ ἐν κυνηγεσίῳ ἀγηγερμένον εἶδε, στέμματα ταῖς παισὶν ἔν τε τῇ
8.12.78
κεφαλῇ καὶ ἀμφοτέραις ταῖς χερσὶν 9. 7 ἐνθεμένη ἐς τὴν ἱκετείαν ἐκάθισεν. ἀλλ' οἱ
8.12.79
Πράσινοι μὲν προσίεσθαι τὴν ἱκετείαν οὐδαμῆ ἔγνωσαν, Βένετοι δὲ αὐτὰς ἐπὶ ταύτης
8.12.80
δὴ κατεστήσαντο τῆς τιμῆς, ἐπεὶ 9. 8 ὁ θηριοκόμος ἐτετελευτήκει καὶ αὐτοῖς ἔναγχος.
8.12.81
ἐπεὶ δὲ τὰ παιδία ταῦτα ἐς ἥβην ἦλθε, καθῆκεν αὐτὰ ἐπὶ τῆς ἐνταῦθα σκηνῆς αὐτίκα
8.12.82
ἡ μήτηρ, ἐπεὶ εὐπρεπεῖς τὴν ὄψιν ἦσαν, οὐ μέντοι ὑπὸ χρόνον τὸν αὐτὸν ἁπάσας,
8.12.83
ἀλλ' ὡς ἑκάστη ἔδοξέν οἱ ἐς τὸ ἔργον τοῦτο 9. 9 ὡραία εἶναι. ἡ μὲν οὖν πρώτη
8.12.84
Κομιτὼ ἤδη ἐν ταῖς καθ' αὑτὴν ἑταίραις λαμπρὰ ἐγεγόνει· Θεοδώρα δὲ ἡ μετ' ἐκείνην
8.12.85
χιτωνίσκον χειριδωτὸν ἀμπεχομένη δούλῳ παιδὶ πρέποντα τά τε ἄλλα ὑπηρετοῦσα
8.12.86
εἵπετο καὶ τὸ βάθρον ἐπὶ τῶν ὤμων ἀεὶ ἔφερεν, ἐφ' οὗπερ ἐκείνη 9. 10 ἐν τοῖς
8.12.87
ξυλλόγοις καθῆσθαι εἰώθει. τέως μὲν οὖν ἄωρος οὖσα ἡ Θεοδώρα ἐς κοίτην ἀνδρὶ
8.12.88
ξυνιέναι οὐδαμῆ εἶχεν, οὐδὲ οἷα γυνὴ μίγνυσθαι· ἡ δὲ τοῖς κακοδαιμονοῦσιν
8.12.89
ἀνδρείαν τινὰ μισητίαν ἀνεμίσγετο, καὶ ταῦτα δούλοις, ὅσοι τοῖς κεκτημένοις
8.12.90
ἑπόμενοι ἐς τὸ θέατρον πάρεργον τῆς οὔσης αὐτοῖς εὐκαιρίας τὸν ὄλεθρον τοῦτον
8.12.91
εἰργάζοντο, ἔν τε μαστροπείῳ πολύν τινα χρόνον ἐπὶ ταύτῃ δὴ τῇ παρὰ φύσιν
8.12.92
ἐργασίᾳ τοῦ 9. 11 σώματος διατριβὴν εἶχεν. ἐπειδὴ δὲ τάχιστα ἔς τε τὴν ἥβην ἀφίκετο
8.12.93
καὶ ὡραία ἦν ἤδη, εἰς τὰς ἐπὶ σκηνῆς καθῆκεν αὑτὴν, ἑταίρα τε εὐθὺς ἐγεγόνει,
8.12.94
οἵανπερ 9. 12 οἱ πάλαι ἄνθρωποι ἐκάλουν πεζήν. οὐ γὰρ αὐλήτρια οὐδὲ ψάλτρια ἦν,
8.12.95
οὐ μὴν οὐδὲ τὰ ἐς τὴν ὀρχήστραν αὐτῇ ἤσκητο, ἀλλὰ τὴν ὥραν τοῖς ἀεὶ
8.12.96
περιπίπτουσιν ἀπεδίδοτο μόνον ἐκ παντὸς ἐργαζομένη τοῦ σώματος. 9. 13 εἶτα τοῖς
8.12.97
μίμοις τὰ ἐς τὸ θέατρον πάντα ὡμίλει καὶ τῶν ἐνταῦθα ἐπιτηδευμάτων μετεῖχεν
8.12.98
αὐτοῖς, γελωτοποιοῖς τισι βωμολοχίαις ὑπηρετοῦσα. ἦν γὰρ ἀστεία διαφερόντως καὶ
8.12.99
σκώπτρια, ἀπόβλεπτός τε ἐκ τοῦ ἔργου 9. 14 εὐθὺς ἐγεγόνει. οὐ γάρ τινος αἰδοῦς τῇ
8.12.100
ἀνθρώπῳ μετῆν ἢ διατραπεῖσάν τις αὐτὴν πώποτε εἶδεν, ἀλλ' ἐς ἀναισχύντους
8.12.101
ὑπουργίας οὐδεμιᾷ ὀκνήσει ἐχώρει, καὶ τοιαύτη τις ἦν οἵα ῥαπιζομένη μὲν καὶ κατὰ
8.12.102
κόρρης πατασσομένη χαριεντίζειν τε καὶ μέγιστα ἀνακαγχάζειν, ἀποδυσαμένη τε τά
8.12.103
τε πρόσω καὶ τὰ ὀπίσω τοῖς ἐντυγχάνουσι γυμνὰ ἐπιδεῖξαι, ἃ τοῖς ἀνδράσι θέμις
8.12.104
ἄδηλά τε καὶ ἀφανῆ εἶναι. 9. 15Ἐς δὲ τοὺς ἐραστὰς ἐχλεύαζέ τε βλακεύουσα καὶ
8.12.105
νεωτέραις ἀεὶ τῶν μίξεων ἐνδιαθρυπτομένη ἐπιτεχνήσεσι παραστήσασθαι τὰς τῶν
8.12.106
ἀκολάστων ψυχὰς ἐς ἀεὶ ἴσχυεν, ἐπεὶ οὐδὲ πειρᾶσθαι πρός του τῶν ἐντυγχανόντων
8.12.107
ἠξίου, ἀλλ' ἀνάπαλιν αὐτὴ γελοιάζουσά τε καὶ βωμολόχως ἰσχιάζουσα τοὺς
8.12.108
παραπεπτωκότας ἅπαντας, ἄλλως 9. 16 τε καὶ ἀγενείους ὄντας ἐπείρα. ἥσσων γάρ τις
8.12.109
οὕτως ἡδονῆς ἁπάσης οὐδαμῆ γέγονεν· ἐπεὶ καὶ ἐς ξυναγώγιμον δεῖπνον πολλάκις
8.12.110
ἐλθοῦσα ξὺν νεανίαις δέκα, ἢ τούτων πλείοσιν, ἰσχύϊ τε σώματος ἀκμάζουσι λίαν καὶ
8.12.111
τὸ λαγνεύειν πεποιημένοις ἔργον, ξυνεκοιτάζετο μὲν τοῖς συνδείπνοις ἅπασι τὴν
8.12.112
νύκτα ὅλην, ἐπειδὰν δὲ πρὸς τὸ ἔργον τοῦτο πάντες ἀπείποιεν, ἥδε παρὰ τοὺς
8.12.113
ἐκείνων οἰκέτας ἰοῦσα τριάκοντα ὄντας, ἂν οὕτω τύχοι, ξυνεδυάζετο μὲν αὐτῶν
8.12.114
ἑκάστῳ, κόρον δὲ οὐδ' ὣς ταύτης δὴ τῆς μισητίας ἐλάμβανε. 9. 17 Καί ποτε ἐς τῶν
8.12.115
τινος ἐπιφανῶν οἰκίαν ἐλθοῦσα 9. 17 μεταξὺ τοῦ πότου θεωμένων αὐτὴν, ὥς φασι,
8.12.116
τῶν ξυμποτῶν ἁπάντων, ἐς τὸ προὖχον ἀναβᾶσα τῆς κλίνης ἀμφὶ τὰ πρὸς ποδῶν
8.12.117
ἀνασύρασά τε τὰ ἱμάτια οὐδενὶ κόσμῳ ἐνταῦθα οὐκ ἀπηξίωσε τὴν ἀκολασίαν
8.12.118
σθαι. ἡ δὲ κἀκ τριῶν τρυπημάτων ἐργαζομένη ἐνεκάλει τῇ φύσει,
8.12.119
δυσφορουμένη ὅτι δὴ μὴ καὶ τοὺς τιτθοὺς αὐτῇ εὐρύτερον ἢ νῦν εἰσι τρυπῴη, ὅπως
8.12.120
καὶ 9. 19 ἄλλην ἐνταῦθα μίξιν ἐπιτεχνᾶσθαι δυνατὴ εἴη. καὶ συχνὰ μὲν ἐκύει, πάντα
8.12.121
δὲ σχεδὸν τεχνάζουσα ἐξαμβλίσκειν εὐθὺς ἴσχυε. 9. 20 Πολλάκις δὲ κἀν τῷ θεάτρῳ
8.12.122
ὑπὸ θεατῇ παντὶ τῷ δήμῳ ἀπεδύσατό τε καὶ γυμνὴ διὰ μέσου ἐγένετο, ἀμφὶ τὰ αἰδοῖα
8.12.123
καὶ τοὺς βουβῶνας διάζωμα ἔχουσα μόνον, οὐχ ὅτι μέντοι ᾐσχύνετο καὶ ταῦτα τῷ
8.12.124
δήμῳ δεικνύναι, ἀλλ' ὅτι ἐνταῦθα γυμνῷ παντάπασι παριέναι οὐδενὶ ἔξεστιν ὅτι μὴ
8.12.125
τῷ ἀμφὶ τοὺς βουβῶνας διάζωμα ἔχοντι. οὕτω μέντοι τοῦ σχήματος ἔχουσα, 9. 21
8.12.126
ἀναπεπτωκυῖά τε ἐν τῷ ἐδάφει ὑπτία ἔκειτο. θῆτες δέ τινες, οἷς δὴ τὸ ἔργον τόδε
8.12.127
ἐνέκειτο, κριθὰς αὐτῇ ὕπερθεν τῶν αἰδοίων ἐρρίπτουν, ἃς δὴ οἱ χῆνες, οἳ ἐς τοῦτο
8.12.128
παρεσκευασμένοι ἐτύγχανον, τοῖς στόμασιν 9. 22 ἐνθένδε κατὰ μίαν ἀνελόμενοι
8.12.129
ἤσθιον. ἡ δὲ οὐχ ὅτι οὐκ ἐρυθριῶσα ἐξανίστατο, ἀλλὰ καὶ φιλοτιμουμένῃ ἐπὶ ταύτῃ
8.12.130
δὴ τῇ πράξει ἐῴκει. ἦν γὰρ οὐκ ἀναίσχυντος μόνον, ἀλλὰ καὶ ἀναισχυντοποιὸς
8.12.131
πάντων λιστα. πολλάκις δὲ καὶ ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ
8.12.132
εἱστήκει ἐπὶ τῆς σκηνῆς λορδουμένη τε καὶ τὰ ὀπίσω ἀποκεντῶσα τοῖς τε διάπειραν
8.12.133
αὐτῆς ἔχουσι καὶ τοῖς οὔπω πεπλησιακόσι τὰ ἐκ παλαίστρας τῆς τῇ εἰωθυίας
8.12.134
βρενθυομένη. οὕτω δὲ ἀκολάστως ἐς τὸ σῶμα τὸ αὑτῆς ὕβριζεν, ὥστε τὴν αἰδῶ οὐκ
8.12.135
ἐν τῇ τῆς φύσεως χώρᾳ κατὰ ταὐτὰ ταῖς ἄλλαις γυναιξὶν, ἀλλ' 9. 25 ἐν τῷ προσώπῳ
8.12.136
ἔχειν ἐδόκει. οἱ μὲν οὖν αὐτῇ πλησιάζοντες ἔνδηλοι εὐθὺς ἀπ' αὐτοῦ ἦσαν, ὅτι δὴ οὐ
8.12.137
κατὰ νόμον τῆς φύσεως τὰς μίξεις ποιοῦνται· ὅσοι δὲ αὐτῇ ἐν ἀγορᾷ τῶν
8.12.138
ἐπιεικεστέρων ἐντύχοιεν, ἀποκλινόμενοι σπουδῇ ὑπεχώρουν, μή του τῶν ἱματίων
8.12.139
τῆς ἀνθρώπου ἁψάμενοι μεταλαχεῖν τοῦ μιάσματος τούτου 9. 26 δόξειαν. ἦν γὰρ τοῖς
8.12.140
ὁρῶσιν ἄλλως τε καὶ ἀρχομένης ἡμέρας βλάσφημος οἰωνός. ἐς μέντοι τὰς
8.12.141
συνθεατρίας ἀγριώτατα εἰώθει ἐς ἀεὶ σκορπιαίνεσθαι· βασκανίᾳ γὰρ πολλῇ εἴχετο.
8.12.142
9. 27Ἑκηβόλῳ δὲ ὕστερον Τυρίῳ ἀνδρὶ τὴν ἀρχὴν παραλαβόντι Πενταπόλεως ἐς τὰ
8.12.143
αἴσχιστα ὑπηρετήσουσα εἵπετο, ἀλλά τι τῷ ἀνθρώπῳ προσκεκρουκυῖα ἐνθένδε ὅτι
8.12.144
τάχιστα ἀπηλαύνετο· διὸ δὴ αὐτῇ ἀπορεῖσθαι τῶν ἀναγκαίων ξυνέπεσεν, ἅπερ τὸ
8.12.145
λοιπὸν ἐπορίζετο τὴν ἐς τὸ σῶμα παρανομίαν, ᾗπερ εἴθιστο, ἐργαζομένη. 9. 28 ἐς μὲν
8.12.146
οὖνἈλεξάνδρειαν τὰ πρῶτα ἧκεν. ἔπειτα δὲ πᾶσαν τὴν ἕω περιελθοῦσα ἐς Βυζάντιον
8.12.147
ἐπανῆκεν, ἐργασίᾳ χρωμένη ἐν πόλει ἑκάστῃ, ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ
8.12.148
ἄν ποτε ἵλεως ὁ θεὸς εἴη, ὥσπερ οὐκ ἀνεχομένου τοῦ δαίμονος χῶρόν τινα τῆς
8.12.149
Θεοδώρας ἀκολασίας ἀγνῶτα εἶναι. 9. 29 Οὕτω μὲν οὖν τετέχθαι τε τῇδε τῇ γυναικὶ
8.12.150
καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ 9. 30 γεγενῆσθαι καὶ ἐς
8.12.151
πάντας ἀνθρώπους. ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον αὖθις, ἠράσθη αὐτῆςἸουστινιανὸς
8.12.152
ἔρωτα ἐξαίσιον οἷον, καὶ τὰ πρῶτα ἐπλησίαζεν ὡς ἐρωμένῃ, καίπερ αὐτὴν ἀναγαγὼν
8.12.153
ἐς τὸ τῶν πατρικίων 9. 31 ἀξίωμα. δύναμιν τοίνυν ἐξαισίαν τινὰ καὶ χρήματα
8.12.154
ἐπιεικῶς μεγάλα περιβαλέσθαι ἡ Θεοδώρα εὐθὺς ἴσχυσε. πάντων γὰρ ἥδιστον τῷ
8.12.155
ἀνθρώπῳ ἐφαίνετο, ὃ δὴ ξυμβαίνειν τοῖς ἐκτόπως ἐρῶσι φιλεῖ, χάριτάς τε πάσας καὶ
8.12.156
χρήματα πάντα τῇ ἐρωμένῃ χαρίζεσθαι. 9. 32 ἐγίνετό τε ἡ πολιτεία τοῦ ἔρωτος τοῦδε
8.12.157
ὑπέκκαυμα. ξὺν αὐτῇ τοίνυν πολλῷ ἔτι μᾶλλον τὸν δῆμον διέφθειρεν οὐκ ἐνταῦθα
8.12.158
μόνον, ἀλλ' ἀνὰ πᾶσαν μαίων ἀρχήν. ἄμφω γὰρ μοίρας τῆς Βενέτων ἐκ
8.12.159
παλαιοῦ ὄντες ἐν πολλῇ ἐξουσίᾳ τούτοις δὴ τοῖς σιώταις τὰ ἐς τὴν πολιτείαν
8.12.160
πράγματα ἔθεντο. χρόνῳ δὲ πολλῷ ὕστερον τὸ πλεῖστον τοῦ κακοῦ ἐλελωφήκει
8.12.161
τρόπῳ τοιῷδε. 9. 35Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ
8.12.162
ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι· οἱ μέντοι
8.12.163
στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τιναὙπάτιον οὐκ ἀφανῆ ἄνδρα δι'
8.12.164
ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ χρήσαντο. ἐξειργασμένου δὲ τοῦ κακοῦ ἡ τοῦ
8.12.165
ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ' αὐτὸν ἕκαστος, ἐπεὶ τῆςἸουστινιανοῦ
8.12.166
ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ
8.12.167
ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι 9. 37 τετύχηκε. τότε δὴ ὁ
8.12.168
βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι
8.12.169
τὰς τίσεις. ἦν δὲ οὗτος ὁ ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ 9. 38 Κολοκύνθιον ἐπίκλησιν
8.12.170
ἐκάλουν. καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ
8.12.171
διαχρήσασθαι νόμῳ ἴσχυσε πολλοὶ δὲ καὶ διαλαθόντες 9. 39 ἐσώθησαν. μεταξὺ γὰρ
8.12.172
ἐπιαπολέσθαι αὐτοὺς πράγμασιῬωμαίων ἔδει. ὁ δὲ παράδοξον διασωθεὶς ἐξάπινα
8.12.173
σωτηρίαν καὶ τὸν Θεόδοτον κτεῖναι ἅτε κέα καὶ μάγον εὐθὺς ἐνεχείρει.
8.12.174
ἐπεὶ δὲ οὐκ εἶχεν ὅτῳ ποτὲ προσχήματι χρώμενος τὸν ἄνθρωπον διαφθείρειε, τῶν οἱ
8.12.175
ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος ἠνάγκαζε λόγους ὡς ἥκιστα ὑγιεῖς ἐπ'
8.12.176
αὐτῷ 9. 41 φθέγγεσθαι. πάντων δέ οἱ ἐκποδὼν ἱσταμένων καὶ σιωπῇ τὴν ἐς τὸν
8.12.177
Θεόδοτον ὀδυρομένων ἐπιβουλὴν, μόνος ὁ Πρόκλος τὴν τοῦ καλουμένου
8.12.178
κοιαίστωρος ἔχων ἀρχὴν καθαρὸν ἀπέφαινε τοῦ ἐγκλήματος εἶναι 9. 42 τὸν
8.12.179
ἄνθρωπον καὶ θανάτου οὐδαμῆ ἄξιον. διὸ δὴ ὁ Θεόδοτος ἐς τὰἹεροσόλυμα βασιλέως
8.12.180
κομίζεται γνώμῃ. γνοὺς δὲ ἥκειν τινὰς ἐνταῦθα, οἵπερ αὐτὸν διαφθεροῦσιν, ἐν τῷ
8.12.181
ἱερῷ ἦν κρυπτόμενος τὸν ἅπαντα χρόνον, οὕτω τε διαβιοὺς ἐτελεύτησε. 9. 43 Τὰ μὲν
8.12.182
οὖν ἀμφὶ Θεοδότῳ ταύτῃ πη ἔσχεν. οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν
8.12.183
ἐγένοντο θρώπων ἁπάντων. οὐ γὰρ ἔτι τὰ τοιαῦτα ἐξαμαρτάνειν ἠνείχοντο,
8.12.184
καίπερ σφίσι παρὸν ἀδεέστερον τῇ 9. 45 ἐς τὴν δίαιταν παρανομίᾳ χρῆσθαι.
8.12.185
τεκμήριον δέ· ὀλίγων γάρ τινων ὕστερον τόλμαν τὴν ὁμοίαν ξαμένων
8.12.186
τίσις οὐδεμία ἐς αὐτοὺς γέγονεν. οἱ γὰρ τοῦ κολάζειν τὴν ἐξουσίαν ἀεὶ ἔχοντες
8.12.187
παρρησίαν τοῦ διαλανθάνειν τοῖσδε τὰ δεινὰ εἰργασμένοις παρείχοντο, ταύτῃ
8.12.188
αὐτοὺς τῇ ξυγχωρήσει ἐς τὸ τοῖς νόμοις ἐπεμβαίνειν ἐνάγοντες. 9. 47Ἕως μὲν οὖν ἡ
8.12.189
βασιλὶς περιῆν ἔτι, γυναῖκα ἐγγυητὴνἸουστινιανὸς τὴν Θεοδώραν ποιήσασθαι
8.12.190
οὐδεμιᾷ μηχανῇ εἶχεν. ἐν τούτῳ γὰρ μόνον ἀπ' ἐναντίας αὐτῷ 9. 48 ἐχώρει, καίπερ
8.12.191
ἀντιστατοῦσα τῶν ἄλλων οὐδέν. πονηρίας μὲν γὰρ ἡ γυνὴ ἀπωτάτω οὖσα
8.12.192
ἐτύγχανεν, ἄγροικος δὲ ἦν κομιδῆ καὶ βάρβαρος γένος, ὥσπερ μοι 9. 49 εἴρηται.
8.12.193
ἀντιλαβέσθαι τε ἀρετῆς οὐδαμῆ ἴσχυσεν, ἀλλ' ἀπειροτάτη οὖσα διατετέλεκε τῶν
8.12.194
κατὰ τὴν πολιτείαν πραγμάτων, ἥ γε οὐδὲ ξὺν τῷ ὀνόματι τῷ αὐτῆς ἰδίῳ ἅτε
8.12.195
καταγελάστῳ ὄντι ἐς Παλάτιον ἦλθεν, ἀλλ' Εὐφημία ἐπικληθεῖσα. χρόνῳ δὲ ὕστερον
8.12.196
τῇ βασιλίδι 9. 50 μὲν ἀπογενέσθαι ξυνέπεσεν. ὁ δὲ ἠλιθιάζων τε καὶ κομιδῆ
8.12.197
ἐσχατογέρων γενόμενος, πρὸς τῶν ἀρχομένων γέλωτα ὦφλεν, ὀλιγωρίᾳ τε πολλῇ ἐς
8.12.198
αὐτὸν
8.12.199
ἐχόμενοι
8.12.200
ἅπαντες
8.12.201
ἅτε
8.12.202
τῶν
8.12.203
πρασσομένων
8.12.204
οὐ
8.12.205
ξυνιέντος ,
8.12.206
ὑπερεώρων, Ἰουστινιανὸν δὲ ξὺν δέει πολλῷ ἐθεράπευον. κυκῶν γὰρ ἀεὶ καὶ
8.12.207
ξυνταράσσων ἀνεσόβει ἐφεξῆς ἅπαντα. 9. 51 τότε δὴ τὴν ἐγγύην πρὸς τὴν Θεοδώραν
8.12.208
ἐνεχείρει ποιεῖν. ἀδύνατον δὲ ὂν ἄνδρα ἐς ἀξίωμα βουλῆς ἥκοντα ἑταίρᾳ γυναικὶ
8.12.209
ξυνοικίζεσθαι, νόμοις ἄνωθεν τοῖς παλαιοτάτοις ἀπορρηθὲν, λῦσαί τε τοὺς νόμους
8.12.210
τὸν βασιλέα νόμῳ ἑτέρῳ ἠνάγκασε καὶ τὸ ἐνθένδε ἅτε γαμετῇ τῇ Θεοδώρᾳ
8.12.211
ξυνῴκησε, καὶ τοῖς ἄλλοις ἅπασι βάσιμον κατεστήσατο τὴν πρὸς τὰς ἑταίρας ἐγγύην,
8.12.212
τυραννῶν τε αὐτίκα ἐπεβάτευε τῆς τοῦ αὐτοκράτορος τιμῆς προσχήματι
8.12.213
συμπεπλασμένῳ τῆς πράξεως καλύπτων τὸ βίαιον. ἀνεῖπον γὰρ αὐτὸν
8.12.214
βασιλέα ξὺν τῷ θείῳ τῶνῬωμαίων, εἴ τι δόκιμον ἦν, των περιουσίᾳ ἐπὶ
8.12.215
ταύτην ἠγμένοι τὴν ψῆφον. παρέλαβον τοίνυν τὴν βασιλείανἸουστινιανός τε καὶ
8.12.216
Θεοδώρα πρότερον τῆς Πασχαλίας ἑορτῆς ἡμέραις τρισὶν, ὅτε δὴ οὔτε ἀσπάσασθαι
8.12.217
τῶν φίλων τινὰ οὔτε 9. 54 εἰρηναῖα προσειπεῖν ἔξεστιν. ἡμέραις δὲ οὐ πολλαῖς
8.12.218
ὕστερονἸουστῖνος μὲν ἐτελεύτησε νόσῳ, τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη ἐννέα, μόνος
8.12.219
δὲἸουστινιανὸς ξὺν Θεοδώρᾳ τὴν βασιλείαν ἔσχεν. 10. 1 Οὕτω γοῦν ἡ Θεοδώρα,
8.12.220
ὥσπερ ἐρρήθη, τεχθεῖσά τε καὶ τεθραμμένη καὶ παιδευθεῖσα ἐς βασιλείας 10. 2 ἀξίωμα
8.12.221
τρόπῳ οὐδενὶ ἐμποδισθεῖσα ἦλθεν. οὐδὲ γὰρ τῷ γήμαντι ὕβρεώς τις οἴησις γέγονεν,
8.12.222
εἴ οἱ παρὸν ἐκ πάσης ἀπολεξαμένῳ τῆςῬωμαίων ἀρχῆς γαμετὴν γυναῖκα ποιήσασθαι
8.12.223
τὴν πασῶν γυναικῶν μάλιστα εὖ τε γεγονυῖαν καὶ τροφῆς κρυφαίου μεταλαχοῦσαν,
8.12.224
τοῦ τε αἰδεῖσθαι οὐκ ἀμελέτητον γεγενημένην, καὶ σωφροσύνῃ ξυνῳκισμένην, πρὸς
8.12.225
δὲ τῷ κάλλει ὑπερφυᾶ καὶ παρθένον τινὰ καὶ τὸ δὴ λεγόμενον τιτθον
8.12.226
οὖσαν. ὁ δὲ τὸ κοινὸν ἄγος ἁπάντων ἀνθρώπων αὑτοῦ ἴδιον πεποιῆσθαι οὐκ
8.12.227
ἀπηξίου, ἐπ' οὐδενὶ τῶν προδεδηλωμένων καταδυόμενος, καὶ γυναικὶ πλησιάζειν
8.12.228
ἄλλα τε περιβεβλημένῃ μεγάλα μιάσματα καὶ παιδοκτονίας πολλὰς ἐθελουσίων
8.12.229
ἀμβλώσεων. ἄλλο τέ μοι ἐνδεῖν ἤθους πέρι μνημονεῦσαι τοῦδε τοῦ 10. 4 ἀνθρώπου
8.12.230
οὐδ' ὁτιοῦν οἶμαι. ἅπαντα γὰρ αὐτοῦ τὰ τῆς ψυχῆς πάθη οὗτος ἂν ἀξιόχρεως ὁ γάμος
8.12.231
σημῆναι διαρκῶς εἴη, ἑρμηνεύς τε καὶ μάρτυς τοῦ τρόπου καὶ 10. 5 λογογράφος
8.12.232
γινόμενος. ἐπεὶ ὅστις ἀλογήσας τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην οὐκ ἀπαξιοῖ
8.12.233
τοῖς ἐντυγχάνουσι βδελυρὸς φαίνεσθαι, τούτῳ δὴ οὐδεμία παρανομίας ἀτραπὸς
8.12.234
ἄβατος, ἀλλὰ τὴν ἀναίδειαν ἀεὶ τοῦ μετώπου προβεβλημένος ῥᾷστά τε καὶ οὐδενὶ
8.12.235
πόνῳ ἐς 10. 6 τῶν πράξεων τὰς μιαρωτάτας χωρεῖ. οὐ μὴν οὐδέ τις ἐκ τῆς συγκλήτου
8.12.236
βουλῆς τὸ αἶσχος τοῦτο ἀναδουμένην τὴν πολιτείαν ὁρῶν δυσφορεῖσθαί τε καὶ τὴν
8.12.237
πρᾶξιν ἀπειπεῖν ἔγνω, καίπερ αὐτὴν ἅπαντες ἴσα θεῷ 10. 7 προσκυνήσοντες. ἀλλ'
8.12.238
οὐδέ τις ἱερεὺς δεινοπαθῶν ἔνδηλος γέγονε, καὶ ταῦτα δέσποιναν αὐτὴν προσερεῖν