Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
1 Clement
Clement of Rome1 Clem 12 · textus-receptusMore by Clement of Rome
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pseudo-clement" aria-label="More works by Clement of Rome"> —
⋯
More
Original / primary: Textus receptus
12.0.1
Διὰ πίστιν καὶ φιλοξενίαν ἐσώθη῾ Ραὰβ ἡ πόρνη.
12.0.2
ἐκπεμφθέντων γὰρ ὑπο Ἰησοῦ τοῦ τοῦ Ναυὴ κατασκόπων εἰς τὴν Ἱεριχώ, ἔγνω ὁ βασιλεὺς τῆς γῆς, ὅτι ἥκασιν κατασκοπεῦσαι τὴν χώραν αὐτῶν, καὶ ἐξέπεμψεν ἄνδρας τοὺς συλλημψομένους αὐτούς, ὅπως συλλημφθέντες θανατωθῶσιν.
12.0.3
ἡ οὖν φιλόξενος῾ Ραὰβ εἰσδεξαμένη αὐτοὺς ἔκρυψεν εἰς τὸ ὑπερῷον ὑπὸ τὴν λινοκαλάμην.
12.0.4
ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων· Πρὸς σὲ εἰσῆλθον οἱ βασιλεὺς οὕτως κελεύει, ἥδε ἀπεκρίθη· Εἰσῆλθον μὲν οἱ ἄνδρες, οὓς ζητεῖτε, πρός με, ἀλλ’ εὐθέως ἀπη̈ λθον καὶ πορεύονται τῇ ὁδῷ· ὐοδεικνύουσα αὐτοῖς ἐναλλάξ.
12.0.5
καὶ εἶπεν πρὸς τοὺς ἄνδρας· Γινώσκοσα γινώσκω ἐγώ, ὅτι κύριος ὁ θεὸς παραδίδωσιν ὑμῖν τὴν τῆν ταύτην· ὁ γὰρ φόβος αὐτήν. ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμᾶς, διασώσατέ με καὶ τὸν οἶκον τοῦ πατρός μου.
12.0.6
καὶ εἶπαν αὐτῇ· Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῖν, ὡς´ πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου, καὶ διασωθήσονται· ὅσοι γὰρ ἐὰν εὑρεθῶσιν ἔξω τῆς οἰκίας, ἀπολοῦνται.
12.0.7
καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον, ὅπως ἐκκρεμάσῃ ἐκ τοῦ οἴκου αὐτῆς κόκκινον, πρόδηλον ποιοῦντες, ὅτι διὰ τοῦ αἵματος τοῦ κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν θεόν.
12.0.8
ὁρᾶτε, ἀγαπητοί, ὅτι οὐ μόνον πίστις, ἀλλὰ καὶ προφητεία ἐν τῇ γυναικὶ γέγονεν.

Intertext edge

Open linked passage

Note