Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
1 Clement
Clement of Rome1 Clem 15 · textus-receptusMore by Clement of Rome
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pseudo-clement" aria-label="More works by Clement of Rome"> —
⋯
More
Original / primary: Textus receptus
15.0.1
Τοίνυν κολληθῶμεν τοῖς μετ’ εὐσεβείας ἐρηνεύουσιν, καὶ μὴ τοῖς μεθ’ ὑποκρίσεως βουλομένοις ἐρήνην.
15.0.2
λέγει γάρ που· Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.
15.0.3
καὶ πάλιν· Τῷ στόματι αὐτῶν κατηρῶντο.
15.0.4
καὶ πάλιν λέγει· Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
15.0.5
διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστιν· τίς ἡμῶν κύριος ἐστιν;
15.0.6
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ,
15.0.7
παρρησιάσομαι ἐν αὐτῷ.

Intertext edge

Open linked passage

Note