1 Clement
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pseudo-clement" aria-label="More works by Clement of Rome">
—
⋯
Original / primary: Textus receptus
26.0.1
Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁδημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δι’ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ;
26.0.2
λέγει γάρ που· Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί· Ἐκοιμήθην καὶ ἐξηγέρθην, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.
26.0.3
ἀναζωπυρησάτω οὖν ἡ πίστις αὐτοῦ ἐν ὑμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγὺς αὐτῷ ἐστιν.