1 Clement
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pseudo-clement" aria-label="More works by Clement of Rome">
—
⋯
Original / primary: Textus receptus
54.0.1
Τίς οὖν ἐν ὑμῖν γενναῖοσ, τίς εὔσπλαγχνος, τίς πεπληροφορημένος ἀγάπης;
54.0.2
εἰπάτω· Εἰ δι’ ἐμὲ στάσις καὶ ἔρις καὶ σχίσματα, ἐκχωρῶ, ἄπειμι, οὗ ἐὰν βούλησθε, καὶ ποιῶ τὰ ποίμνιον τοῦ Χριστοῦ εἰρηνευέτω μετὰ τῶν καθεσταμένων πρεσβυτέρων.
54.0.3
τοῦτο ὁ ποιήσας ἑαυτῷ μέγα κλέος ἐν Χριστῷ περιποιήσεται, καὶ πᾶς τόπος δέξεται αὐτόν, τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
54.0.4
ταῦτα οἱ πολιτευόμενοι τὴν ἀμεταμέλητον πολιτείαν τοῦ θεοῦ ἐποίησαν καὶ ποιήσουσιν.