Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
2 Clement
Pseudo Clement2 Clem 9 · textus-receptusMore by Pseudo Clement
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/pseudo-clement" aria-label="More works by Pseudo Clement"> —
⋯
More
Original / primary: Textus receptus
9.1
Καὶ μὴ λεγέτω τις ὑμῶν, ὅτι αὕτη ἡ σὰρξ οὖ κρίνεται οὐδὲ ἀνίταται.
9.2
γνῶτε· ἐν τίνι ἐσώθητε, ἐν τίνι ἀνελέψατε, εἰ μὴ ἐν τῇ σαρκὶ ταύτῃ ὄντες;
9.3
δεῖ οὖν ἡμᾶς ὡς ναὸν θεοῦ φυλάσσειν τὴν σαπρκα·
9.4
ὃν τρόπον γὰρ ἐν τῇ σαρκὶ ἐκλήθητε, καὶ ἐν τῇ σαρκὶ ἐλεύσεσθε.
9.5
εἰ Χριστός, ὁ κύριος ὁ σώσας ἡμᾶς, ὢν μὲν τὸ πρῶτον πνεῦμα, ἐγένετο σὰρξ καὶ οὕτως ἡμᾶς ἐκάλεσεν· οὕτως καὶ ἡμεῖς ἐ ταύτῃ τῇ σαρκὶ ἀποληψόμεθα τὸν μισθόν.
9.6
ἀγαπῶμεν οὖν ἀλλήλους, ὅπως ἔλθωμεν´ πάντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
9.7
ὡς ἔχομεν καιρὸν τοῦ ἰαθῆναι, ἐπιδῶμεν ἑαυτοὺς τῷ θεραπεύοντι θεῷ, ἀντιμισθίαν αὐτῷ διδόντες.
9.8
ποίαν; τὸ μετανοῆσαι ἐξ εἰλικρινοῦς καρδίας.
9.9
προγνώστης γάρ ἐστιν τῶν πάντων καὶ εἰδὼς ἡμῶν τὰ ἐν καρδίᾳ.
9.10
δῶμεν οὖν αὐτῷ αἶνον, μὴ ἀπὸ στόματος μόνον, ἀλλὰ καὶ ἀπὸ καρδίας, ἵνα ἡμᾶς προσδέξηται ὡς υἱούς.
9.11
καὶ γὰρ εἶπεν ὁ κύριος· Ἀδελφοί μου οὗτοί εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.

Intertext edge

Open linked passage

Note