On S
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/semonides" aria-label="More works by Semonides">
—
⋯
Original / primary: Textus receptus
1.1
ὦ παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυποςπάντων ὅσ' ἐστὶ καὶ τίθησ' ὅκηι θέλει, νοῦς δ' οὐκ ἐπ' ἀνθρώποισιν, ἀλλ' ἐπήμεροιἃ δὴ βοτὰ ζόουσιν, οὐδὲν εἰδότες 5ὅκως ἕκαστον ἐκτελευτήσει θεός. ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφειἄπρηκτον ὁρμαίνοντας· οἱ μὲν ἡμέρηνμένουσιν ἐλθεῖν, οἱ δ' ἐτέων περιτροπάς· νέωτα δ' οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν 10Πλούτωι τε κἀγαθοῖσιν ἵξεσθαι φίλος. φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβὸνπρὶν τέρμ' ἵκηται, τοὺς δὲ δύστηνοι βροτῶνφθείρουσι νοῦσοι, τοὺς δ' Ἄρει δεδμημένουςπέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός· 15οἱ δ' ἐν θαλάσσηι λαίλαπι κλονεόμενοικαὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸςθνήσκουσιν, εὖτ' ἂν μὴ δυνήσωνται ζόειν· οἱ δ' ἀγχόνην ἅψαντο δυστήνωι μόρωικαὐτάγρετοι λείπουσιν ἡλίου φάος. 20οὕτω κακῶν ἄπ' οὐδέν, ἀλλὰ μυρίαιβροτοῖσι κῆρες κἀνεπίφραστοι δύαικαὶ πήματ' ἐστίν. εἰ δ' ἐμοὶ πιθοίατο, οὐκ ἂν κακῶν ἐρῶιμεν, οὐδ' ἐπ' ἄλγεσινκακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα.
1.2
τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα, εἴ τι φρονοῖμεν, πλεῖον ἡμέρης μιῆς.
1.6
γυναικὸς οὐδὲν χρῆμ' ἀνὴρ ληΐζεταιἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.
1.7
χωρὶς γυναικὸς θεὸς ἐποίησεν νόοντὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος, τῆι πάντ' ἀν' οἶκον βορβόρωι πεφυρμέναἄκοσμα κεῖται καὶ κυλίνδεται χαμαί· 5αὐτὴ δ' ἄλουτος ἀπλύτοις ἐν εἵμασινἐν κοπρίηισιν ἡμένη πιαίνεται. τὴν δ' ἐξ ἀλιτρῆς θεὸς ἔθηκ' ἀλώπεκοςγυναῖκα πάντων ἴδριν· οὐδέ μιν κακῶνλέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων· 10τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν, τὸ δ' ἐσθλόν· ὀργὴν δ' ἄλλοτ' ἀλλοίην ἔχει. τὴν δ' ἐκ κυνός, λιτοργόν, αὐτομήτορα, ἣ πάντ' ἀκοῦσαι, πάντα δ' εἰδέναι θέλει, πάντηι δὲ παπταίνουσα καὶ πλανωμένη 15λέληκεν, ἢν καὶ μηδέν' ἀνθρώπων ὁρᾶι. παύσειε δ' ἄν μιν οὔτ' ἀπειλήσας ἀνήρ, οὐδ' εἰ χολωθεὶς ἐξαράξειεν λίθωιὀδόντας, οὐδ' ἂν μειλίχως μυθεόμενος, οὐδ' εἰ παρὰ ξείνοισιν ἡμένη τύχηι, 20ἀλλ' ἐμπέδως ἄπρηκτον αὑονὴν ἔχει. τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοιἔδωκαν ἀνδρὶ πηρόν· οὔτε γὰρ κακὸνοὔτ' ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή· ἔργων δὲ μοῦνον ἐσθίειν ἐπίσταται. 25κὤταν κακὸν χειμῶνα ποιήσηι θεός, ῥιγῶσα δίφρον ἄσσον ἕλκεται πυρός. τὴν δ' ἐκ θαλάσσης, ἣ δύ' ἐν φρεσὶν νοεῖ· τὴν μὲν γελᾶι τε καὶ γέγηθεν ἡμέρην· ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών· 30οὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων· τὴν δ' οὐκ ἀνεκτὸς οὐδ' ἐν ὀφθαλμοῖς ἰδεῖνοὔτ' ἄσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότεἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων, 35ἀμείλιχος δὲ πᾶσι κἀποθυμίηἐχθροῖσιν ἶσα καὶ φίλοισι γίνεται· ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴςἕστηκ', ἀπήμων, χάρμα ναύτηισιν μέγα, θέρεος ἐν ὥρηι, πολλάκις δὲ μαίνεται 40βαρυκτύποισι κύμασιν φορεομένη. ταύτηι μάλιστ' ἔοικε τοιαύτη γυνὴὀργήν· φυὴν δὲ πόντος ἀλλοίην ἔχει. τὴν δ' ἔκ τε σποδιῆς† καὶ παλιντριβέος ὄνου, ἣ σύν τ' ἀνάγκηι σύν τ' ἐνιπῆισιν μόγις 45ἔστερξεν ὦν ἅπαντα κἀπονήσατοἀρεστά· τόφρα δ' ἐσθίει μὲν ἐν μυχῶιπρονὺξ προῆμαρ, ἐσθίει δ' ἐπ' ἐσχάρηι. ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιονἐλθόντ' ἑταῖρον ὁντινῶν ἐδέξατο. 50 τὴν δ' ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος· κείνηι γὰρ οὔ τι καλὸν οὐδ' ἐπίμερονπρόσεστιν οὐδὲ τερπνὸν οὐδ' ἐράσμιον. εὐνῆς δ' ἀδηνής ἐστιν ἀφροδισίης, τὸν δ' ἄνδρα τὸν περῶντα ναυσίηι διδοῖ. 55κλέπτουσα δ' ἔρδει πολλὰ γείτονας κακά, ἄθυστα δ' ἱρὰ πολλάκις κατεσθίει. τὴν δ' ἵππος ἁβρὴ χαιτέεσσ' ἐγείνατο, ἣ δούλι' ἔργα καὶ δύην περιτρέπει, κοὔτ' ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον 60ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι, οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλεομένηἵζοιτ'. ἀνάγκηι δ' ἄνδρα ποιεῖται φίλον· λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπονδίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται, 65αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖβαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην. καλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴἄλλοισι, τῶι δ' ἔχοντι γίνεται κακόν, ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ἦι, 70ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται. τὴν δ' ἐκ πιθήκου· τοῦτο δὴ διακριδὸνΖεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν. αἴσχιστα μὲν πρόσωπα· τοιαύτη γυνὴεἶσιν δι' ἄστεος πᾶσιν ἀνθρώποις γέλως· 75ἐπ' αὐχένα βραχεῖα· κινεῖται μόγις· ἄπυγος, αὐτόκωλος. ἆ τάλας ἀνὴρὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται. δήνXα δὲ πάντα καὶ τρόπους ἐπίσταταιὥσπερ πίθηκος· οὐδέ οἱ γέλως μέλει· 80οὐδ' ἄν τιν' εὖ ἔρξειεν, ἀλλὰ τοῦτ' ὁρᾶικαὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται, ὅκως τι κὠς μέγιστον ἔρξειεν κακόν. τὴν δ' ἐκ μελίσσης· τήν τις εὐτυχεῖ λαβών· κείνηι γὰρ οἴηι μῶμος οὐ προσιζάνει, 85θάλλει δ' ὑπ' αὐτῆς κἀπαέξεται βίος, φίλη δὲ σὺν φιλέοντι γηράσκει πόσειτεκοῦσα καλὸν κὠνομάκλυτον γένος. κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίνεταιπάσηισι, θείη δ' ἀμφιδέδρομεν χάρις. 90οὐδ' ἐν γυναιξὶν ἥδεται καθημένηὅκου λέγουσιν ἀφροδισίους λόγους. τοίας γυναῖκας ἀνδράσιν χαρίζεταιΖεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας· τὰ δ' ἄλλα φῦλα ταῦτα μηχανῆι Διὸς 95ἔστιν τε πάντα καὶ παρ' ἀνδράσιν μενεῖ. Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν, γυναῖκας· ἤν τι καὶ δοκέωσιν ὠφελεῖνἔχοντι, τῶι μάλιστα γίνεται κακόν· οὐ γάρ κοτ' εὔφρων ἡμέρην διέρχεται 100ἅπασαν, ὅστις σὺν γυναικὶ πέλεται, οὐδ' αἶψα Λιμὸν οἰκίης ἀπώσεται, ἐχθρὸν συνοικητῆρα, δυσμενέα θεῶν. ἀνὴρ δ' ὅταν μάλιστα θυμηδεῖν δοκῆικατ' οἶκον, ἢ θεοῦ μοῖραν ἢ ἀνθρώπου χάριν, 105εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται. ὅκου γυνὴ γάρ ἐστιν οὐδ' ἐς οἰκίηνξεῖνον μολόντα προφρόνως δεκοίατο. ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ, αὕτη μέγιστα τυγχάνει λωβωμένη· 110κεχηνότος γὰρ ἀνδρός, οἱ δὲ γείτονεςχαίρουσ' ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει. τὴν ἣν δ' ἕκαστος αἰνέσει μεμνημένοςγυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται· ἴσην δ' ἔχοντες μοῖραν οὐ γινώσκομεν. 115Ζεὺς γὰρ μέγιστον τοῦτ' ἐποίησεν κακόν, καὶ δεσμὸν ἀμφέθηκεν ἄρρηκτον πέδην, ἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατογυναικὸς εἵνεκ' ἀμφιδηριωμένους