Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On S
SimonidesOn S 1 · textus-receptusMore by Simonides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/simonides" aria-label="More works by Simonides"> —
⋯
More
Original / primary: Textus receptus
1.15.511
ἀνθρώπων ὀλίγον μὲνκάρτος, ἄπρακτοι δὲ μεληδόνες, αἰῶνι δ' ἐν παύρωι πόνος ἀμφὶ πόνωι· 5ὁ δ' ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος· κείνου γὰρ ἴσον λάχον μέρος οἵ τ' ἀγαθοὶὅστις τε κακός.
1.16.52
ἄνθρωπος ἐὼν μή ποτε φάσηις ὅ τι γίνεται αὔριον, μηδ' ἄνδρα ἰδὼν ὄλβιον ὅσσον χρόνον ἔσσεται· ὠκεῖα γὰρ οὐδὲ τανυπτερύγου μυίαςοὕτως ἁ μετάστασις.
1.17.521
πάντα γὰρ μίαν ἱκνεῖται δασπλῆτα Χάρυβδιν, αἱ μεγάλαι τ' ἀρεταὶ καὶ ὁ πλοῦτος.
1.26.531
τῶν ἐν Θερμοπύλαις θανόντωνεὐκλεὴς μὲν ἁ τύχα, καλὸς δ' ὁ πότμος, βωμὸς δ' ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δ' οἶκτος ἔπαινος· ἐντάφιον δὲ τοιοῦτον οὔτ' εὐρὼςοὔθ' ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος. ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίανἙλλάδος εἵλετο· μαρτυρεῖ δὲ καὶ Λεωνίδας, 10Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼςκόσμον ἀέναόν τε κλέος.
1.37.542
ἄνδρ' ἀγαθὸν μὲν ἀλαθέως γενέσθαιχαλεπὸν χερσίν τε καὶ ποσὶ καὶ νόωι τετράγωνον ἄνευ ψόγου τετυγμένον·[ 5[[[[[ 10[ οὐδέ μοι ἐμμελέως τὸ Πιττάκειοννέμεται, καίτοι σοφοῦ παρὰ φωτὸς εἰρημένον· χαλεπὸν φάτ' ἐσθλὸν ἔμμεναι. θεὸς ἂν μόνος τοῦτ' ἔχοι γέρας, ἄνδρα δ' οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι, 16ὃν ἀμήχανος συμφορὰ καθέληι· πράξας γὰρ εὖ πᾶς ἀνὴρ ἀγαθός, κακὸς δ' εἰ κακῶς[[ ἐπὶ πλεῖστον δὲ καὶ ἄριστοί εἰσιν 20[ οὓς ἂν οἱ θεοὶ φιλῶσιν.] τοὔνεκεν οὔ ποτ' ἐγὼ τὸ μὴ γενέσθαιδυνατὸν διζήμενος κενεὰν ἐς ἄπρακτον ἐλπίδα μοῖραν αἰῶνος βαλέω, πανάμωμον ἄνθρωπον, εὐρυεδέος ὅσοι καρπὸν αἰνύμεθα χθονός· πάντας δ' ἐπαίνημι καὶ φιλέω, ἑκὼν ὅστις ἔρδηιμηδὲν αἰσχρόν· ἀνάγκαι 30δ' οὐδὲ θεοὶ μάχονται.[[[ οὐκ εἰμὶ φιλόψογος, ἐπεὶ ἔμοιγε ἐξαρκεῖὃς ἂν μὴ κακὸς ἦι] μηδ' ἄγαν ἀπάλαμνος εἰδώς γ' ὀνησίπολιν δίκαν, 36ὑγιὴς ἀνήρ· οὐ μὴν† ἐγὼμωμήσομαι· τῶν γὰρ ἠλιθίωνἀπείρων γενέθλα. πάντα τοι καλά, τοῖσίν 40τ' αἰσχρὰ μὴ μέμεικται.
1.38.543
ὅτε λάρνακιἐν δαιδαλέαιἄνεμός τε μην† πνέωνκινηθεῖσά τε λίμνα δείματι 5ἔρειπεν, οὐκ ἀδιάντοισι παρειαῖςἀμφί τε Περσέι βάλλε φίλαν χέραεἶπέν τ'· ὦ τέκος οἷον ἔχω πόνον· σὺ δ' ἀωτεῖς, γαλαθηνῶιδ' ἤθεϊ κνοώσσεις 10ἐν ἀτερπέι δούρατι χαλκεογόμφωι‹ τῶι› δε νυκτιλαμπεῖ, κυανέωι δνόφωι ταθείς· ἄχναν δ' ὕπερθε τεᾶν κομᾶνβαθεῖαν παριόντος 15κύματος οὐκ ἀλέγεις, οὐδ' ἀνέμουφθόγγον, πορφυρέαικείμενος ἐν χλανίδι, πρόσωπον καλόν. εἰ δέ τοι δεινὸν τό γε δεινὸν ἦν, καί κεν ἐμῶν ῥημάτων 20λεπτὸν ὑπεῖχες οὖας. κέλομαι δ', εὗδε βρέφος, εὑδέτω δὲ πόντος, εὑδέτω δ' ἄμετρον κακόν· μεταβουλία δέ τις φανείη, Ζεῦ πάτερ, ἐκ σέο· 25ὅττι δὲ θαρσαλέον ἔπος εὔχομαιἢ νόσφι δίκας, σύγγνωθί μοι
1.62.567
τοῦ καὶ ἀπειρέσιοιπωτῶντ' ὄρνιθες ὑπὲρ κεφαλᾶς, ἀνὰ δ' ἰχθύες ὀρθοὶκυανέου' ξ ὕδατος ἅλλοντο καλᾶι σὺν ἀοιδᾶι.
1.74.579
ἐστί τις λόγοςτὰν Ἀρετὰν ναίειν δυσαμβάτοισ' ἐπὶ πέτραις, νῦν δέ μιν θοαν† χῶρον ἁγνὸν ἀμφέπειν· οὐδὲ πάντων βλεφάροισι θνατῶν 5ἔσοπτος, ὧι μὴ δακέθυμος ἱδρὼςἔνδοθεν μόληι, ἵκηι τ' ἐς ἄκρον ἀνδρείας.
1.76.581
τίς κεν αἰνήσειε νόωι πίσυνος Λίνδου ναέταν Κλεόβουλον, ἀεναοῖς ποταμοῖσ' ἄνθεσι τ' εἰαρινοῖςἀελίου τε φλογὶ χρυσέας τε σελάναςκαὶ θαλασσαίαισι δίναισ' ἀντία θέντα μένος στάλας; 5ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲκαὶ βρότεοι παλάμαι θραύοντι· μωροῦφωτὸς ἅδε βούλα.
1.90.595
οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτατότ' ὦρτ' ἀνέμων, ἅτις κ' ἀπεκώλυεκιδναμένα μελιαδέα γᾶρυνἀραρεῖν ἀκοαῖσι βροτῶν.

Intertext edge

Open linked passage

Note