Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On
SolonOn 1 · textus-receptusMore by Solon
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/solon" aria-label="More works by Solon"> —
⋯
More
Original / primary: Textus receptus
1.1.13
Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένωι· ὄλβον μοι πρὸς θεῶν μακάρων δότε, καὶ πρὸς ἁπάντων ἀνθρώπων αἰεὶ δόξαν ἔχειν ἀγαθήν· 5εἶναι δὲ γλυκὺν ὧδε φίλοις, ἐχθροῖσι δὲ πικρόν, τοῖσι μὲν αἰδοῖον, τοῖσι δὲ δεινὸν ἰδεῖν. χρήματα δ' ἱμείρω μὲν ἔχειν, ἀδίκως δὲ πεπᾶσθαι οὐκ ἐθέλω· πάντως ὕστερον ἦλθε δίκη. πλοῦτον δ' ὃν μὲν δῶσι θεοί, παραγίγνεται ἀνδρὶ 10 ἔμπεδος ἐκ νεάτου πυθμένος ἐς κορυφήν· ὃν δ' ἄνδρες τιμῶσιν ὑφ' ὕβριος, οὐ κατὰ κόσμον ἔρχεται, ἀλλ' ἀδίκοις ἔργμασι πειθόμενοςοὐκ ἐθέλων ἕπεται, ταχέως δ' ἀναμίσγεται ἄτηι· ἀρχῆς δ' ἐξ ὀλίγης γίγνεται ὥστε πυρός, 15φλαύρη μὲν τὸ πρῶτον, ἀνιηρὴ δὲ τελευτᾶι· οὐ γὰρ δὴ‹ ν› θνητοῖς ὕβριος ἔργα πέλει, ἀλλὰ Ζεὺς πάντων ἐφορᾶι τέλος, ἐξαπίνης δὲ ὥστ' ἄνεμος νεφέλας αἶψα διεσκέδασενἠρινός, ὃς πόντου πολυκύμονος ἀτρυγέτοιο 20 πυθμένα κινήσας, γῆν κάτα πυροφόρονδηιώσας καλὰ ἔργα θεῶν ἕδος αἰπὺν ἱκάνει οὐρανόν, αἰθρίην δ' αὖτις ἔθηκεν ἰδεῖν, λάμπει δ' ἠελίοιο μένος κατὰ πίονα γαῖαν καλόν, ἀτὰρ νεφέων οὐδ' ἓν ἔτ' ἐστὶν ἰδεῖν. 25τοιαύτη Ζηνὸς πέλεται τίσις· οὐδ' ἐφ' ἑκάστωι ὥσπερ θνητὸς ἀνὴρ γίγνεται ὀξύχολος, αἰεὶ δ' οὔ ἑ λέληθε διαμπερές, ὅστις ἀλιτρὸν θυμὸν ἔχει, πάντως δ' ἐς τέλος ἐξεφάνη· ἀλλ' ὁ μὲν αὐτίκ' ἔτεισεν, ὁ δ' ὕστερον· οἳ δὲ φύγωσιν 30 αὐτοί, μηδὲ θεῶν μοῖρ' ἐπιοῦσα κίχηι, ἤλυθε πάντως αὖτις· ἀναίτιοι ἔργα τίνουσιν ἢ παῖδες τούτων ἢ γένος ἐξοπίσω. θνητοὶ δ' ὧδε νοέομεν ὁμῶς ἀγαθός τε κακός τε, εὖ ῥεῖν ἣν αὐτὸς δόξαν ἕκαστος ἔχει, 35πρίν τι παθεῖν· τότε δ' αὖτις ὀδύρεται· ἄχρι δὲ τούτου χάσκοντες κούφαις ἐλπίσι τερπόμεθα. χὤστις μὲν νούσοισιν ὑπ' ἀργαλέηισι πιεσθῆι, ὡς ὑγιὴς ἔσται, τοῦτο κατεφράσατο· ἄλλος δειλὸς ἐὼν ἀγαθὸς δοκεῖ ἔμμεναι ἀνήρ, 40 καὶ καλὸς μορφὴν οὐ χαρίεσσαν ἔχων· εἰ δέ τις ἀχρήμων, πενίης δέ μιν ἔργα βιᾶται, κτήσασθαι πάντως χρήματα πολλὰ δοκεῖ. σπεύδει δ' ἄλλοθεν ἄλλος· ὁ μὲν κατὰ πόντον ἀλᾶται ἐν νηυσὶν χρήιζων οἴκαδε κέρδος ἄγειν 45ἰχθυόεντ' ἀνέμοισι φορεόμενος ἀργαλέοισιν, φειδωλὴν ψυχῆς οὐδεμίαν θέμενος· ἄλλος γῆν τέμνων πολυδένδρεον εἰς ἐνιαυτὸν λατρεύει, τοῖσιν καμπύλ' ἄροτρα μέλει· ἄλλος Ἀθηναίης τε καὶ Ἡφαίστου πολυτέχνεω 50 ἔργα δαεὶς χειροῖν ξυλλέγεται βίοτον, ἄλλος Ὀλυμπιάδων Μουσέων πάρα δῶρα διδαχθείς, ἱμερτῆς σοφίης μέτρον ἐπιστάμενος· ἄλλον μάντιν ἔθηκεν ἄναξ ἑκάεργος Ἀπόλλων, ἔγνω δ' ἀνδρὶ κακὸν τηλόθεν ἐρχόμενον, 55ὧι συνομαρτήσωσι θεοί· τὰ δὲ μόρσιμα πάντως οὔτε τις οἰωνὸς ῥύσεται οὔθ' ἱερά· ἄλλοι Παιῶνος πολυφαρμάκου ἔργον ἔχοντες ἰητροί· καὶ τοῖς οὐδὲν ἔπεστι τέλος· πολλάκι δ' ἐξ ὀλίγης ὀδύνης μέγα γίγνεται ἄλγος, 60 κοὐκ ἄν τις λύσαιτ' ἤπια φάρμακα δούς· τὸν δὲ κακαῖς νούσοισι κυκώμενον ἀργαλέαις τε ἁψάμενος χειροῖν αἶψα τίθησ' ὑγιῆ. Μοῖρα δέ τοι θνητοῖσι κακὸν φέρει ἠδὲ καὶ ἐσθλόν, δῶρα δ' ἄφυκτα θεῶν γίγνεται ἀθανάτων. 65πᾶσι δέ τοι κίνδυνος ἐπ' ἔργμασιν, οὐδέ τις οἶδεν πῆι μέλλει σχήσειν χρήματος ἀρχομένου· ἀλλ' ὁ μὲν εὖ ἔρδειν πειρώμενος οὐ προνοήσας ἐς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν, τῶι δὲ κακῶς ἔρδοντι θεὸς περὶ πάντα δίδωσιν 70 συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης. πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται· οἳ γὰρ νῦν ἡμέων πλεῖστον ἔχουσι βίον, διπλάσιον σπεύδουσι· τίς ἂν κορέσειεν ἅπαντας; κέρδεά τοι θνητοῖς ὤπασαν ἀθάνατοι, 75ἄτη δ' ἐξ αὐτῶν ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς πέμψηι τεισομένην, ἄλλοτε ἄλλος ἔχει.
1.3.4
ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτ' ὀλεῖται αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων· τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει· 5αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίηισιν ἀστοὶ βούλονται χρήμασι πειθόμενοι, δήμου θ' ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν· οὐ γὰρ ἐπίστανται κατέχειν κόρον οὐδὲ παρούσας 10 εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίηι......... πλουτέουσιν δ' ἀδίκοις ἔργμασι πειθόμενοι......... οὔθ' ἱερῶν κτεάνων οὔτε τι δημοσίωνφειδόμενοι κλέπτουσιν ἀφαρπαγῆι ἄλλοθεν ἄλλος, οὐδὲ φυλάσσονται σεμνὰ Δίκης θέμεθλα, 15ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τ' ἐόντα, τῶι δὲ χρόνωι πάντως ἦλθ' ἀποτεισομένη, τοῦτ' ἤδη πάσηι πόλει ἔρχεται ἕλκος ἄφυκτον, ἐς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην, ἣ στάσιν ἔμφυλον πόλεμόν θ' εὕδοντ' ἐπεγείρει, 20 ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην· ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ τρύχεται ἐν συνόδοις τοῖς ἀδικέουσι φίλους. ταῦτα μὲν ἐν δήμωι στρέφεται κακά· τῶν δὲ πενιχρῶν ἱκνέονται πολλοὶ γαῖαν ἐς ἀλλοδαπὴν 25πραθέντες δεσμοῖσί τ' ἀεικελίοισι δεθέντες........ οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδ' ἑκάστωι, αὔλειοι δ' ἔτ' ἔχειν οὐκ ἐθέλουσι θύραι, ὑψηλὸν δ' ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως, εἰ καί τις φεύγων ἐν μυχῶι ἦι θαλάμου. 30ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει, ὡς κακὰ πλεῖστα πόλει Δυσνομίη παρέχει· Εὐνομίη δ' εὔκοσμα καὶ ἄρτια πάντ' ἀποφαίνει, καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας· τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ, 35 αὑαίνει δ' ἄτης ἄνθεα φυόμενα, εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τ' ἔργα πραΰνει· παύει δ' ἔργα διχοστασίης, παύει δ' ἀργαλέης ἔριδος χόλον, ἔστι δ' ὑπ' αὐτῆς πάντα κατ' ἀνθρώπους ἄρτια καὶ πινυτά.
1.5
δήμωι μὲν γὰρ ἔδωκα τόσον γέρας ὅσσον ἐπαρκεῖν, τιμῆς οὔτ' ἀφελὼν οὔτ' ἐπορεξάμενος· οἳ δ' εἶχον δύναμιν καὶ χρήμασιν ἦσαν ἀγητοί, καὶ τοῖς ἐφρασάμην μηδὲν ἀεικὲς ἔχειν· 5ἔστην δ' ἀμφιβαλὼν κρατερὸν σάκος ἀμφοτέροισι, νικᾶν δ' οὐκ εἴασ' οὐδετέρους ἀδίκως.
1.10.9
ἐκ νεφέλης πέλεται χιόνος μένος ἠδὲ χαλάζης, βροντὴ δ' ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· ἀνδρῶν δ' ἐκ μεγάλων πόλις ὄλλυται, ἐς δὲ μονάρχου δῆμος ἀϊδρίηι δουλοσύνην ἔπεσεν. 5λίην δ' ἐξάραντ'‹ οὐ› ῥάιδιόν ἐστι κατασχεῖν ὕστερον, ἀλλ' ἤδη χρὴ‹ καλὰ› πάντα νοεῖν.
1.13.23
ὄλβιος, ὧι παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;
1.19.27
παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ' ἔτεσιν. τοὺς δ' ἑτέρους ὅτε δὴ τελέσηι θεὸς ἕπτ' ἐνιαυτούς, ἥβης δὴ φαίνει σήματα γεινομένης. 5τῆι τριτάτηι δὲ γένειον ἀεξομένων ἔτι γυίων λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης. τῆι δὲ τετάρτηι πᾶς τις ἐν ἑβδομάδι μέγ' ἄριστος ἰσχύν, ἧι τ' ἄνδρες πείρατ' ἔχουσ' ἀρετῆς. πέμπτηι δ' ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι 10 καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν. τῆι δ' ἕκτηι περὶ πάντα καταρτύεται νόος ἀνδρός, οὐδ' ἔρδειν ἔθ' ὁμῶς ἔργ' ἀπάλαμνα θέλει. ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ' ἄριστος ὀκτώ τ'· ἀμφοτέρων τέσσαρα καὶ δέκ' ἔτη. 15τῆι δ' ἐνάτηι ἔτι μὲν δύναται, μαλακώτερα δ' αὐτοῦ πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη. τὴν δεκάτην δ' εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο, οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.
1.22.20.21
‹' ἑξηκονταέτη μοῖρα κίχοι θανάτου'.› ἀλλ' εἴ μοι καὶ νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο‑ μηδὲ μέγαιρ', ὅτι σέο λῶιον ἐπεφρασάμην‑ 5καὶ μεταποίησον Λιγιαστάδη, ὧδε δ' ἄειδε·' ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου'. μηδέ μοι ἄκλαυτος θάνατος μόλοι, ἀλλὰ φίλοισι καλλείποιμι θανὼν ἄλγεα καὶ στοναχάς,
1.23.33
οὐκ ἔφυ Σόλων βαθύφρων οὐδὲ βουλήεις ἀνήρ· ἐσθλὰ γὰρ θεοῦ διδόντος αὐτὸς οὐκ ἐδέξατο· περιβαλὼν δ' ἄγρην ἀγασθεὶς οὐκ ἐπέσπασεν μέγαδίκτυον, θυμοῦ θ' ἁμαρτῆι καὶ φρενῶν ἀποσφαλείς· 5ἤθελον γάρ κεν κρατήσας, πλοῦτον ἄφθονον λαβὼνκαὶ τυραννεύσας Ἀθηνέων μοῦνον ἡμέρην μίαν, ἀσκὸς ὕστερον δεδάρθαι κἀπιτετρίφθαι γένος.
1.24.36
ἐγὼ δὲ τῶν μὲν οὕνεκα ξυνήγαγονδῆμον, τί τούτων πρὶν τυχεῖ̣ ν̣ ἐ̣ παυσάμην; συμμαρτυροίη ταῦτ' ἂν ἐν δίκηι Χρόνουμήτηρ μεγίστη δαιμόνων Ὀλυμπίων 5ἄριστα, Γῆ μέλαινα, τῆς ἐγώ ποτεὅρους ἀνεῖλον πολλαχῆι πεπηγότας, πρόσθεν δὲ δουλεύουσα, νῦν ἐλευθέρη. πολλοὺς δ' Ἀθήνας πατρίδ' ἐς θεόκτιτονἀνήγαγον πραθέντας, ἄλλον ἐκδίκως, 10ἄλλον δικαίως, τοὺς δ' ἀναγκαίης ὑπὸχρειοῦς φυγόντας, γλῶσσαν οὐκέτ' Ἀττικὴνἱέντας, ὡς δὴ πολλαχῆι πλανωμένους· τοὺς δ' ἐνθάδ' αὐτοῦ δουλίην ἀεικέαἔχοντας, ἤθη δεσποτέων τρομεομένους, 15ἐλευθέρους ἔθηκα. ταῦτα μὲν κράτειὁμοῦ βίην τε καὶ δίκην ξυναρμόσαςἔρεξα, καὶ διῆλθον ὡς ὑπεσχόμην· θεσμοὺς δ' ὁμοίως τῶι κακῶι τε κἀγαθῶιεὐθεῖαν εἰς ἕκαστον ἁρμόσας δίκην 20ἔγραψα. κέντρον δ' ἄλλος ὡς ἐγὼ λαβών, κακοφραδής τε καὶ φιλοκτήμων ἀνήρ, οὐκ ἂν κατέσχε δῆμον· εἰ γὰρ ἤθελονἃ τοῖς ἐναντίοισιν ἥνδανεν τότε, αὖτις δ' ἃ τοῖσιν οὕτεροι φρασαίατο, 25πολλῶν ἂν ἀνδρῶν ἥδ' ἐχηρώθη πόλις. τῶν οὕνεκ' ἀλκὴν πάντοθεν ποιεόμενοςὡς ἐν κυσὶν πολλῆισιν ἐστράφην λύκος.

Intertext edge

Open linked passage

Note