Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oedipuscolon
SofoclesOedipuscol 1 · textus-receptusMore by Sofocles
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/sophocles" aria-label="More works by Sofocles"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Οἰδίπουςτέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίναςχώρους ἀφίγμεθ᾽ ἢ τίνων ἀνδρῶν πόλιν; τίς τὸν πλανήτην Οἰδίπουν καθ᾽ ἡμέραντὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν; σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δ᾽ ἔτιμεῖον φέροντα, καὶ τόδ᾽ ἐξαρκοῦν ἐμοί: στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼνμακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. ἀλλ᾽, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπειςἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθαὅπου ποτ᾽ ἐσμέν: μανθάνειν γὰρ ἥκομενξένοι πρὸς ἀστῶν, ἃν δ᾽ ἀκούσωμεν τελεῖν. Ἀντιγόνηπάτερ ταλαίπωρ᾽ Οἰδίπους, πύργοι μέν, οἳπόλιν στέγουσιν, ὡς ἀπ᾽ ὀμμάτων, πρόσω: χῶρος δ᾽ ὅδ᾽ ἱερός, ὡς ἀπεικάσαι, βρύωνδάφνης, ἐλαίας, ἀμπέλου: πυκνόπτεροι δ᾽ εἴσω κατ᾽ αὐτὸν εὐστομοῦσ᾽ ἀηδόνες: οὗ κῶλα κάμψον τοῦδ᾽ ἐπ᾽ ἀξέστου πέτρου: μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. Οἰδίπουςκάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. Ἀντιγόνηχρόνου μὲν οὕνεκ᾽ οὐ μαθεῖν με δεῖ τόδε. Οἰδίπουςἔχεις διδάξαι δή μ᾽ ὅποι καθέσταμεν; Ἀντιγόνητὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ. Οἰδίπουςπᾶς γάρ τις ηὔδα τοῦτό γ᾽ ἡμὶν ἐμπόρων. Ἀντιγόνηἀλλ᾽ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι; Οἰδίπουςναί, τέκνον, εἴπερ ἐστί γ᾽ ἐξοικήσιμος. Ἀντιγόνηἀλλ᾽ ἐστὶ μὴν οἰκητός: οἴομαι δὲ δεῖνοὐδέν: πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ. Οἰδίπουςἦ δεῦρο προσστείχοντα κἀξορμώμενον; Ἀντιγόνηκαὶ δὴ μὲν οὖν παρόντα: χὤ τί σοι λέγεινεὔκαιρόν ἐστιν, ἔννεφ᾽, ὡς ἀνὴρ ὅδε.
1.2
Οἰδίπουςὦ ξεῖν᾽, ἀκούων τῆσδε τῆς ὑπέρ τ᾽ ἐμοῦαὑτῆς θ᾽ ὁρώσης, οὕνεχ᾽ ἡμὶν αἴσιοςσκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι— Ξένοςπρὶν νῦν τὰ πλείον᾽ ἱστορεῖν, ἐκ τῆσδ᾽ ἕδραςἔξελθ᾽: ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν. Οἰδίπουςτίς δ᾽ ἔσθ᾽ ὁ χῶρος; τοῦ θεῶν νομίζεται; Ξένοςἄθικτος οὐδ᾽ οἰκητός: αἱ γὰρ ἔμφοβοιθεαί σφ᾽ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι. Οἰδίπουςτίνων τὸ σεμνὸν ὄνομ᾽ ἂν εὐξαίμην κλύων; Ξένοςτὰς πάνθ᾽ ὁρώσας Εὐμενίδας ὅ γ᾽ ἐνθάδ᾽ ἂνεἴποι λεώς νιν: ἄλλα δ᾽ ἀλλαχοῦ καλά. Οἰδίπουςἀλλ᾽ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο: ὡς οὐχ ἕδρας γῆς τῆσδ᾽ ἂν ἐξέλθοιμ᾽ ἔτι. Ξένοςτί δ᾽ ἐστὶ τοῦτο; Οἰδίπουςξυμφορᾶς ξύνθημ᾽ ἐμῆς. Ξένοςἀλλ᾽ οὐδ᾽ ἐμοί τοι τοὐξανιστάναι πόλεωςδίχ᾽ ἐστὶ θάρσος, πρίν γ᾽ ἂν ἐνδείξω τί δρῶ. Οἰδίπουςπρός νυν θεῶν, ὦ ξεῖνε, μή μ᾽ ἀτιμάσῃς, τοιόνδ᾽ ἀλήτην, ὧν σε προστρέπω φράσαι. Ξένοςσήμαινε, κοὐκ᾽ ἄτιμος ἔκ γ᾽ ἐμοῦ φανεῖ. Οἰδίπουςτίς ἔσθ᾽ ὁ χῶρος δῆτ᾽, ἐν ᾧ βεβήκαμεν; Ξένοςὅσ᾽ οἶδα κἀγὼ πάντ᾽ ἐπιστήσει κλύων: χῶρος μὲν ἱερὸς πᾶς ὅδ᾽ ἔστ᾽: ἔχει δέ νινσεμνὸς Ποσειδῶν: ἐν δ᾽ ὁ πυρφόρος θεὸςΤιτὰν Προμηθεύς: ὃν δ᾽ ἐπιστείβεις τόπον, χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός, ἔρεισμ᾽ Ἀθηνῶν: οἱ δὲ πλησίοι γύαιτόνδ᾽ ἱππότην Κολωνὸν εὔχονται σφίσινἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνοματὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι. τοιαῦτά σοι ταῦτ᾽ ἐστίν, ὦ ξέν᾽, οὐ λόγοιςτιμώμεν᾽, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον. Οἰδίπουςἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους; Ξένοςκαὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ᾽ ἐπώνυμοι. Οἰδίπουςἄρχει τις αὐτῶν ἢ' πὶ τῷ πλήθει λόγος; Ξένοςἐκ τοῦ κατ᾽ ἄστυ βασιλέως τάδ᾽ ἄρχεται. Οἰδίπουςοὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ; ΞένοςΘησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος. Οἰδίπουςἆρ᾽ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι; Ξένοςὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν; Οἰδίπουςὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα. Ξένοςκαὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις; Οἰδίπουςὅσ᾽ ἂν λέγωμεν πάνθ᾽ ὁρῶντα λέξομεν.
1.3
Ξένοςοἶσθ᾽, ὦ ξέν᾽, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰγενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος, αὐτοῦ μέν᾽ οὗπερ κἀφάνης, ἕως ἐγὼτοῖς ἐνθάδ᾽ αὐτοῦ μὴ κατ᾽ ἄστυ δημόταιςλέξω τάδ᾽ ἐλθών: οἵδε γὰρ κρινοῦσί σοιεἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. Οἰδίπουςὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος; Ἀντιγόνηβέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ, ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας. Οἰδίπουςὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδραςπρώτων ἐφ᾽ ὑμῶν τῆσδε γῆς ἔκαμψ᾽ ἐγώ, Φοίβῳ τε κἀμοὶ μὴ γένησθ᾽ ἀγνώμονες, ὅς μοι, τὰ πόλλ᾽ ἐκεῖν᾽ ὅτ᾽ ἐξέχρη κακά, ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ, ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶνσεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, ἄτην δὲ τοῖς πέμψασιν, οἵ μ᾽ ἀπήλασαν: σημεῖα δ᾽ ἥξειν τῶνδέ μοι παρηγγύα, ἢ σεισμὸν ἢ βροντήν τιν᾽ ἢ Διὸς σέλας, ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸνοὐκ ἔσθ᾽ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸνἐξήγαγ᾽ εἰς τόδ᾽ ἄλσος: οὐ γὰρ ἄν ποτεπρώταισιν ὑμῖν ἀντέκυρσ᾽ ὁδοιπορῶν, νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμηνβάθρον τόδ᾽ ἀσκέπαρνον. ἀλλά μοι, θεαί, βίου κατ᾽ ὀμφὰς τὰς Ἀπόλλωνος δότεπέρασιν ἤδη καὶ καταστροφήν τινα, εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶμόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. ἴτ᾽, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, ἴτ᾽, ὦ μεγίστης Παλλάδος καλούμεναιπασῶν Ἀθῆναι τιμιωτάτη πόλις, οἰκτίρατ᾽ ἀνδρὸς Οἰδίπου τόδ᾽ ἄθλιονεἴδωλον: οὐ γὰρ δὴ τόδ᾽ ἀρχαῖον δέμας. Ἀντιγόνησίγα: πορεύονται γὰρ οἵδε δή τινεςχρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι. Οἰδίπουςσιγήσομαί τε καὶ σύ μ᾽ ἐξ ὁδοῦ πόδακρύψον κατ᾽ ἄλσος, τῶνδ᾽ ἕως ἂν ἐκμάθωτίνας λόγους ἐροῦσιν: ἐν γὰρ τῷ μαθεῖνἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.
1.4
Χορόςὅρα. τίς ἄρ᾽ ἦν; ποῦ ναίει; ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντωνὁ πάντων ἀκορέστατος; προσδέρκου λεῦσσέ νιν, προσπεύθου πανταχῇ. πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδ᾽ ἔγχωρος: προσέβα γὰρ οὐκἄν ποτ᾽ ἀστιβὲς ἄλσος ἐςτᾶνδ᾽ ἀμαιμακετᾶν κορᾶν, ἃς τρέμομεν λέγεινκαὶ παραμειβόμεσθ᾽ ἀδέρκτως, ἀφώνως, ἀλόγως τὸ τᾶς. εὐφάμου στόμα φροντίδοςἱέντες, τὰ δὲ νῦν τιν᾽ ἥκεινλόγος οὐδὲν ἅζονθ᾽, ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπωδύναμαι τέμενοςγνῶναι ποῦ μοί ποτε ναίει. Οἰδίπουςὅδ᾽ ἐκεῖνος ἐγώ: φωνῇ γὰρ ὁρῶ, τὸ φατιζόμενον. Χορόςἰὼ ἰώ, δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν. Οἰδίπουςμή μ᾽, ἱκετεύω, προσίδητ᾽ ἄνομον. ΧορόςΖεῦ ἀλεξῆτορ, τίς ποθ᾽ ὁ πρέσβυς; Οἰδίπουςοὐ πάνυ μοίρας εὐδαιμονίσαιπρώτης, ὦ τῆσδ᾽ ἔφοροι χώρας. δηλῶ δ᾽: οὐ γὰρ ἂν ὧδ᾽ ἀλλοτρίοιςὄμμασιν εἷρπονκἀπὶ σμικροῖς μέγας ὥρμουν.
1.5
Χορόςἐή, ἀλαῶν ὀμμάτωνἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίωνμακραίων γ᾽, ὅσ᾽ ἐπεικάσαι. ἀλλ᾽ οὐ μὰν ἔν γ᾽ ἐμοὶπροσθήσει τάσδ᾽ ἀράς. περᾷς γάρ, περᾷς: ἀλλ᾽ ἵνα τῷδ᾽ ἐν ἀ- φθέγκτῳ μὴ προπέσῃς νάπειποιάεντι, κάθυδρος οὗκρατὴρ μειλιχίων ποτῶνῥεύματι συντρέχει, τόν, ξένε πάμμορ᾽, εὖ φύλαξαι; μετάσταθ᾽ ἀπόβαθι. πολ- λὰ κέλευθος ἐρατύει: κλύεις, ὦ πολύμοχθ᾽ ἀλᾶτα; λόγον εἴ τιν᾽ οἴσειςπρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, ἵνα πᾶσι νόμος, φώνει: πρόσθεν δ᾽ ἀπερύκου. Οἰδίπουςθύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; Ἀντιγόνηὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν, εἴκοντας ἃ δεῖ κἀκούοντας. Οἰδίπουςπρόσθιγέ νύν μου. Ἀντιγόνηψαύω καὶ δή. Οἰδίπουςὦ ξένε, μὴ δῆτ᾽ ἀδικηθῶ σοὶπιστεύσας καὶ μεταναστάς.
1.6
Χορόςοὔ τοι μήποτέ σ᾽ ἐκ τῶνδ᾽ ἑδράνων, ὦ γέρον, ἄκοντά τις ἄξει. Οἰδίπουςἔτ᾽ οὖν; Χορόςἔτι βαῖνε πόρσω. Οἰδίπουςἔτι; Χορόςπροβίβαζε, κούρα, πόρσω: σὺ γὰρ ἀΐεις. Ἀντιγόνη* Οἰδίπους* Ἀντιγόνη* ἕπεο μάν, ἕπε᾽ ὧδ᾽ ἀμαυρῷκώλῳ, πάτερ, ᾇ σ᾽ ἄγω. Οἰδίπους* Χορόςτόλμα ξεῖνος ἐπὶ ξένης, ὦ τλάμων, ὅ τι καὶ πόλιςτέτροφεν ἄφιλον ἀποστυγεῖνκαὶ τὸ φίλον σέβεσθαι. Οἰδίπουςἄγε νυν σύ με, παῖ, ἵν᾽ ἂν εὐσεβίας ἐπιβαίνοντεςτὸ μὲν εἴποιμεν, τὸ δ᾽ ἀκούσαιμεν, καὶ μὴ χρείᾳ πολεμῶμεν.
1.7
Χορόςαὐτοῦ: μηκέτι τοῦδ᾽ αὐτοπέτρουβήματος ἔξω πόδα κλίνῃς. Οἰδίπουςοὕτως; Χορόςἅλις, ὡς ἀκούεις. Οἰδίπουςἦ ἑσθῶ; Χορόςλέχριός γ᾽ ἐπ᾽ ἄκρουλᾶος βραχὺς ὀκλάσας. Ἀντιγόνηπάτερ, ἐμὸν τόδ᾽: ἐν ἁσυχαίᾳΟἰδίπουςἰώ μοί μοι. Ἀντιγόνηβάσει βάσιν ἅρμοσαι, γεραὸν ἐς χέρα σῶμα σὸνπροκλίνας φιλίαν ἐμάν. Οἰδίπουςὤμοι δύσφρονος ἄτας. Χορόςὦ τλάμων, ὅτε νῦν χαλᾷς, αὔδασον, τίς ἔφυς βροτῶν; τίς ὁ πολύπονος ἄγει; τίν᾽ ἂνσοῦ πατρίδ᾽ ἐκπυθοίμαν;
1.8
Οἰδίπουςὦ ξένοι, ἀπόπτολις: ἀλλὰ μὴΧορόςτί τόδ᾽ ἀπεννέπεις, γέρον; Οἰδίπουςμὴ μὴ μή μ᾽ ἀνέρῃ τίς εἰμι, μηδ᾽ ἐξετάσῃς πέρα ματεύων. Χορόςτί τόδ᾽; Οἰδίπουςαἰνὰ φύσις. Χορόςαὔδα. Οἰδίπουςτέκνον, ὤμοι, τί γεγώνω; Χορόςτίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν. Οἰδίπουςὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν; Ἀντιγόνηλέγ᾽, ἐπείπερ ἐπ᾽ ἔσχατα βαίνεις. Οἰδίπουςἀλλ᾽ ἐρῶ: οὐ γὰρ ἔχω κατακρυφάν. Χορόςμακρὰ μέλλετον, ἀλλὰ τάχυνε. ΟἰδίπουςΛαΐου ἴστε τιν᾽; Χορόςὢ ἰοὺ ἰού. Οἰδίπουςτό τε Λαβδακιδᾶν γένος; Χορόςὦ Ζεῦ. Οἰδίπουςἄθλιον Οἰδιπόδαν; Χορόςσὺ γὰρ ὅδ᾽ εἶ; Οἰδίπουςδέος ἴσχετε μηδὲν ὅσ᾽ αὐδῶ. Χορόςἰὼ ὢ ὤ. Οἰδίπουςδύσμορος. Χορόςὢ ὤ. Οἰδίπουςθύγατερ, τί ποτ᾽ αὐτίκα κύρσει; Χορόςἔξω πόρσω βαίνετε χώρας. Οἰδίπουςἃ δ᾽ ὑπέσχεο ποῖ καταθήσεις, Χορόςοὐδενὶ μοιριδία τίσις ἔρχεταιἃν προπάθῃ τὸ τίνειν: ἀπάτα δ᾽ ἀπά- ταις ἑτέραις ἑτέρα παραβαλλομέ- να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ- χειν. σὺ δὲ τῶνδ᾽ ἑδράνων πάλιν ἔκτοποςαὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε, μή τι πέρα χρέοςἐμᾷ πόλει προσάψῃς. Ἀντιγόνηὦ ξένοιαἰδόφρονες, ἀλλ᾽ ἐπεὶγεραὸν πατέρα τόνδ᾽ ἐμὸνοὐκ ἀνέτλατ᾽, ἔργωνἀκόντων ἀΐοντες αὐδάν, ἀλλ᾽ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθ᾽, ἃπατρὸς ὑπὲρ τοὐμοῦ μόνουἄντομαι οὐκ ἀλαοῖς προσορωμέναὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ᾽ αἵματοςὑμετέρου προφανεῖσα, τὸν ἄθλιοναἰδοῦς κῦρσαι: ἐν ὔμμι γὰρ ὡς θεῷκείμεθα τλάμονες. ἀλλ᾽ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν: πρός σ᾽ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός: οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν, εἰ θεὸς ἄγοι, ἐκφυγεῖν δύναιτο.
1.9
Χορόςἀλλ᾽ ἴσθι, τέκνον Οἰδίπου, σέ τ᾽ ἐξ ἴσουοἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν: τὰ δ᾽ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂνφωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων. Οἰδίπουςτί δῆτα δόξης ἢ τί κληδόνος καλῆςμάτην ῥεούσης ὠφέλημα γίγνεται, εἰ τάς γ᾽ Ἀθήνας φασὶ θεοσεβεστάταςεἶναι, μόνας δὲ τὸν κακούμενον ξένονσῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν; κἄμοιγε ποῦ τοῦτ᾽ ἐστίν, οἵτινες βάθρωνἐκ τῶνδέ μ᾽ ἐξάραντες εἶτ᾽ ἐλαύνετε, ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γεσῶμ᾽ οὐδὲ τἄργα τἄμ᾽: ἐπεὶ τά γ᾽ ἔργα μουπεπονθότ᾽ ἐστὶ μᾶλλον ἢ δεδρακότα, εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν, ὧν οὕνεκ᾽ ἐκφοβεῖ με: τοῦτ᾽ ἐγὼ καλῶςἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν, ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ᾽ εἰ φρονῶνἔπρασσον, οὐδ᾽ ἂν ὧδ᾽ ἐγιγνόμην κακός; νῦν δ᾽ οὐδὲν εἰδὼς ἱκόμην ἵν᾽ ἱκόμην, ὑφ᾽ ὧν δ᾽ ἔπασχον, εἰδότων ἀπωλλύμην. ἀνθ᾽ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, ὥσπερ με κἀνεστήσαθ᾽, ὧδε σώσατε, καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺςμοίρας ποιεῖσθε μηδαμῶς: ἡγεῖσθε δὲβλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν, βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ τουμήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν. ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμοναςἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν, ἀλλ᾽ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον, ῥύου με κἀκφύλασσε: μηδέ μου κάρατὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς, ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρωνὄνησιν ἀστοῖς τοῖσδ᾽: ὅταν δ᾽ ὁ κύριοςπαρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών, τότ᾽ εἰσακούων πάντ᾽ ἐπιστήσει: τὰ δὲμεταξὺ τούτου μηδαμῶς γίγνου κακός. Χορόςταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματαπολλή' στ᾽ ἀνάγκη τἀπὸ σοῦ: λόγοισι γὰροὐκ ὠνόμασται βραχέσι: τοὺς δὲ τῆσδε γῆςἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.
1.10
Οἰδίπουςκαὶ ποῦ' σθ᾽ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι; Χορόςπατρῷον ἄστυ γῆς ἔχει: σκοπὸς δέ νιν, ὃς κἀμὲ δεῦρ᾽ ἔπεμψεν, οἴχεται στελῶν. Οἰδίπουςἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν᾽ ἐντροπὴνἢ φροντίδ᾽, ἕξειν, αὐτὸν ὥστ᾽ ἐλθεῖν πέλας; Χορόςκαὶ κάρθ᾽, ὅταν περ τοὔνομ᾽ αἴσθηται τὸ σόν. Οἰδίπουςτίς δ᾽ ἔσθ᾽ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν; Χορόςμακρὰ κέλευθος: πολλὰ δ᾽ ἐμπόρων ἔπηφιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων, θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸνὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺςεὕδει, κλύων σοῦ δεῦρ᾽ ἀφίξεται ταχύς. Οἰδίπουςἀλλ᾽ εὐτυχὴς ἵκοιτο τῇ θ᾽ αὑτοῦ πόλειἐμοί τε: τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος; Ἀντιγόνηὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ; Οἰδίπουςτί δ᾽ ἔστι, τέκνον Ἀντιγόνη; Ἀντιγόνηγυναῖχ᾽ ὁρῶστείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶπώλου βεβῶσαν: κρατὶ δ᾽ ἡλιοστεγὴςκυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει. τί φῶ; ἆρ᾽ ἔστιν; ἆρ᾽ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ; καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ. τάλαινα. οὐκ ἔστιν ἄλλη: φαιδρὰ γοῦν ἀπ᾽ ὀμμάτωνσαίνει με προσστείχουσα: σημαίνει δ᾽ ὅτιμόνης τόδ᾽ ἐστὶ δῆλον Ἰσμήνης κάρα. Οἰδίπουςπῶς εἶπας, ὦ παῖ; Ἀντιγόνηπαῖδα σήν, ἐμὴν δ᾽ ὁρᾶνὅμαιμον: αὐδῇ δ᾽ αὐτίκ᾽ ἔξεστιν μαθεῖν. Ἰσμήνηὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶἥδιστα προσφωνήμαθ᾽, ὡς ὑμᾶς μόλιςεὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω. Οἰδίπουςὦ τέκνον, ἥκεις; Ἰσμήνηὦ πάτερ δύσμοιρ᾽ ὁρᾶν. Οἰδίπουςτέκνον, πέφηνας; Ἰσμήνηοὐκ ἄνευ μόχθου γέ μοι. Οἰδίπουςπρόσψαυσον, ὦ παῖ. Ἰσμήνηθιγγάνω δυοῖν ὁμοῦ. Οἰδίπουςὦ σπέρμ᾽ ὅμαιμον. Ἰσμήνηὦ δυσάθλιαι τροφαί. Οἰδίπουςἦ τῆσδε κἀμοῦ; Ἰσμήνηδυσμόρου τ᾽ ἐμοῦ τρίτης. Οἰδίπουςτέκνον, τί δ᾽ ἦλθες; Ἰσμήνησῇ, πάτερ, προμηθίᾳ. Οἰδίπουςπότερα πόθοισι; Ἰσμήνηκαὶ λόγων γ᾽ αὐτάγγελος, ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ. Οἰδίπουςοἱ δ᾽ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν; Ἰσμήνηεἴσ᾽ οὗπέρ εἰσι: δεινὰ τἀν κείνοις τανῦν.
1.11
Οἰδίπουςὦ πάντ᾽ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοιςφύσιν κατεικασθέντε καὶ βίου τροφάς: ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγαςθακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοιτἄξω βίου τροφεῖα πορσύνουσ᾽ ἀεί. σφῷν δ᾽, ὦ τέκν᾽, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε, κατ᾽ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι, σφὼ δ᾽ ἀντ᾽ ἐκείνων τἀμὰ δυστήνου κακὰὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέαςτροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας, ἀεὶ μεθ᾽ ἡμῶν δύσμορος πλανωμένηγερονταγωγεῖ, πολλὰ μὲν κατ᾽ ἀγρίανὕλην ἄσιτος νηλίπους τ᾽ ἀλωμένη, πολλοῖσι δ᾽ ὄμβροις ἡλίου τε καύμασινμοχθοῦσα τλήμων δεύτερ᾽ ἡγεῖται τὰ τῆςοἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι. σὺ δ᾽, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶμαντεῖ᾽ ἄγουσα πάντα, Καδμείων λάθρᾳ, ἃ τοῦδ᾽ ἐχρήσθη σώματος, φύλαξ τέ μουπιστὴ κατέστης, γῆς ὅτ᾽ ἐξηλαυνόμην: νῦν δ᾽ αὖ τίν᾽ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶφέρουσα; τίς σ᾽ ἐξῆρεν οἴκοθεν στόλος; ἥκεις γὰρ οὐ κενή γε, τοῦτ᾽ ἐγὼ σαφῶςἔξοιδα, μὴ οὐχὶ δεῖμ᾽ ἐμοὶ φέρουσά τι. Ἰσμήνηἐγὼ τὰ μὲν παθήμαθ᾽ ἅπαθον, πάτερ, ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν, παρεῖσ᾽ ἐάσω: δὶς γὰρ οὐχὶ βούλομαιπονοῦσά τ᾽ ἀλγεῖν καὶ λέγουσ᾽ αὖθις πάλιν. ἃ δ᾽ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰνῦν ἐστι, ταῦτα σημανοῦσ᾽ ἐλήλυθα. πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τεθρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν, λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν, οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον: νῦν δ᾽ ἐκ θεῶν του κἀλιτηρίου φρενὸςεἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή, ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ. χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼςτὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνωνἀποστερίσκει, κἀξελήλακεν πάτρας. ὁ δ᾽, ὡς καθ᾽ ἡμᾶς ἔσθ᾽ ὁ πληθύων λόγος, τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνεικῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλουςὡς αὐτίκ᾽ Ἄργος ἢ τὸ Καδμείων πέδοντιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν. ταῦτ᾽ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων, ἀλλ᾽ ἔργα δεινά: τοὺς δὲ σοὺς ὅπου θεοὶπόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.
1.12
Οἰδίπουςἤδη γὰρ ἔσχες ἐλπίδ᾽ ὡς ἐμοῦ θεοὺςὤραν τιν᾽ ἕξειν, ὥστε σωθῆναί ποτε; Ἰσμήνηἔγωγε τοῖς νὺν γ᾽, ὦ πάτερ, μαντεύμασιν. Οἰδίπουςποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον; Ἰσμήνησὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲθανόντ᾽ ἔσεσθαι ζῶντά τ᾽ εὐσοίας χάριν. Οἰδίπουςτίς δ᾽ ἂν τοιοῦδ᾽ ὑπ᾽ ἀνδρὸς εὖ πράξειεν ἄν; Ἰσμήνηἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη. Οἰδίπουςὅτ᾽ οὐκέτ᾽ εἰμί, τηνικαῦτ᾽ ἄρ᾽ εἴμ᾽ ἀνήρ; Ἰσμήνηνῦν γὰρ θεοί σ᾽ ὀρθοῦσι, πρόσθε δ᾽ ὤλλυσαν. Οἰδίπουςγέροντα δ᾽ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. Ἰσμήνηκαὶ μὴν Κρέοντά γ᾽ ἴσθι σοι τούτων χάρινἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου. Οἰδίπουςὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι. Ἰσμήνηὥς σ᾽ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπωςκρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ' μβαίνῃς ὅρων. Οἰδίπουςἡ δ᾽ ὠφέλησις τίς θύρασι κειμένου; Ἰσμήνηκείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς. Οἰδίπουςκἄνευ θεοῦ τις τοῦτό γ᾽ ἂν γνώμῃ μάθοι. Ἰσμήνητούτου χάριν τοίνυν σε προσθέσθαι πέλαςχώρας θέλουσι, μηδ᾽ ἵν᾽ ἂν σαυτοῦ κρατοῖς. Οἰδίπουςἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει; Ἰσμήνηἀλλ᾽ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σ᾽, ὦ πάτερ. Οἰδίπουςοὐκ ἆρ᾽ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. Ἰσμήνηἔσται ποτ᾽ ἆρα τοῦτο Καδμείοις βάρος. Οἰδίπουςποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς; Ἰσμήνητῆς σῆς ὑπ᾽ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις. Οἰδίπουςἃ δ᾽ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον; Ἰσμήνηἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ᾽ ἑστίας. Οἰδίπουςκαὶ ταῦτ᾽ ἐφ᾽ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ; Ἰσμήνηὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον. Οἰδίπουςπαίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε; Ἰσμήνηἄμφω γ᾽ ὁμοίως, κἀξεπίστασθον καλῶς. Οἰδίπουςκᾆθ᾽ οἱ κάκιστοι τῶνδ᾽ ἀκούσαντες, πάροςτοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα; Ἰσμήνηἀλγῶ κλύουσα ταῦτ᾽ ἐγώ, φέρω δ᾽ ὅμως.
1.13
Οἰδίπουςἀλλ᾽ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένηνἔριν κατασβέσειαν, ἔν τ᾽ ἐμοὶ τέλοςαὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι, ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ: ὡς οὔτ᾽ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχειμείνειεν οὔτ᾽ ἂν οὑξεληλυθὼς πάλινἔλθοι ποτ᾽ αὖθις: οἵ γε τὸν φύσαντ᾽ ἐμὲοὕτως ἀτίμως πατρίδος ἐξωθούμενονοὐκ ἔσχον οὐδ᾽ ἤμυναν, ἀλλ᾽ ἀνάστατοςαὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς. εἴποις ἂν ὡς θέλοντι τοῦτ᾽ ἐμοὶ τότεπόλις τὸ δῶρον εἰκότως κατῄνεσεν. οὐ δῆτ᾽, ἐπεί τοι τὴν μὲν αὐτίχ᾽ ἡμέραν, ὁπηνίκ᾽ ἔζει θυμός, ἥδιστον δέ μοιτὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, οὐδεὶς ἔρωτ᾽ ἐς τόνδ᾽ ἐφαίνετ᾽ ὠφελῶν: χρόνῳ δ᾽, ὅτ᾽ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοιμείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, τὸ τηνίκ᾽ ἤδη τοῦτο μὲν πόλις βίᾳἤλαυνέ μ᾽ ἐκ γῆς χρόνιον, οἱ δ᾽ ἐπωφελεῖν, οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶνοὐκ ἠθέλησαν, ἀλλ᾽ ἔπους σμικροῦ χάρινφυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί. ἐκ ταῖνδε δ᾽, οὔσαιν παρθένοιν, ὅσον φύσιςδίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίουκαὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν: τὼ δ᾽ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνουςκαὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός. ἀλλ᾽ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲὄνησις ἥξει: τοῦτ᾽ ἐγῷδα, τῆσδέ τεμαντεῖ᾽ ἀκούων συννοῶν τε τἀξ ἐμοῦπαλαίφαθ᾽ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε. πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦμαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει. ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθ᾽ ὁμοῦπροστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖςἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγανσωτῆρ᾽ ἀρεῖσθε, τοῖς δ᾽ ἐμοῖς ἐχθροῖς πόνους.
1.14
Χορόςἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι, αὐτός τε παῖδές θ᾽ αἵδ᾽: ἐπεὶ δὲ τῆσδε γῆςσωτῆρα σαυτὸν τῷδ᾽ ἐπεμβάλλεις λόγῳ, παραινέσαι σοι βούλομαι τὰ σύμφορα. Οἰδίπουςὦ φίλταθ᾽, ὡς νῦν πᾶν τελοῦντι προξένει. Χορόςθοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ᾽ ἃςτὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον. Οἰδίπουςτρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε. Χορόςπρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰςκρήνης ἐνεγκοῦ, δι᾽ ὁσίων χειρῶν θιγών. Οἰδίπουςὅταν δὲ τοῦτο χεῦμ᾽ ἀκήρατον λάβω; Χορόςκρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, ὧν κρᾶτ᾽ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους. Οἰδίπουςθαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ; Χορόςοἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. Οἰδίπουςεἶεν: τὸ δ᾽ ἔνθεν ποῖ τελευτῆσαί με χρή; Χορόςχοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω. Οἰδίπουςἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε; Χορόςτρισσάς γε πηγάς: τὸν τελευταῖον δ᾽ ὅλον. Οἰδίπουςτοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε. Χορόςὕδατος, μελίσσης: μηδὲ προσφέρειν μέθυ. Οἰδίπουςὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ; Χορόςτρὶς ἐννέ᾽ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖντιθεὶς ἐλαίας τάσδ᾽ ἐπεύχεσθαι λιτάς. Οἰδίπουςτούτων ἀκοῦσαι βούλομαι: μέγιστα γάρ. Χορόςὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶνστέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον, αἰτοῦ σύ τ᾽ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ, ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν: ἔπειτ᾽ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοιδράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ: ἄλλως δὲ δειμαίνοιμ᾽ ἄν, ὦ ξέν᾽, ἀμφὶ σοι. Οἰδίπουςὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων; Ἀντιγόνηἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν. Οἰδίπουςἐμοὶ μὲν οὐχ ὁδωτά: λείπομαι γὰρ ἐντῷ μὴ δύνασθαι μήδ᾽ ὁρᾶν, δυοῖν κακοῖν: σφῷν δ᾽ ἁτέρα μολοῦσα πραξάτω τάδε. ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίανψυχὴν τάδ᾽ ἐκτίνουσαν, ἢν εὔνους παρῇ. ἀλλ᾽ ἐν τάχει τι πράσσετον: μόνον δέ μεμὴ λείπετ᾽: οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμαςἔρημον ἕρπειν οὐδ᾽ ὑφηγητοῦ δίχα. Ἰσμήνηἀλλ᾽ εἶμ᾽ ἐγὼ τελοῦσα: τὸν τόπον δ᾽ ἵναχρῆσταί μ᾽ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν. Χορόςτοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ᾽: ἢν δέ τουσπάνιν τιν᾽ ἴσχῃς, ἔστ᾽ ἔποικος ὃς φράσει. Ἰσμήνηχωροῖμ᾽ ἂν ἐς τόδ᾽: Ἀντιγόνη, σὺ δ᾽ ἐνθάδεφύλασσε πατέρα τόνδε: τοῖς τεκοῦσι γὰροὐδ᾽ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.
1.15
Χορόςδεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν᾽, ἐπεγείρειν: ὅμως δ᾽ ἔραμαι πυθέσθαιΟἰδίπουςτί τοῦτο; Χορόςτᾶς δειλαίας ἀπόρου φανείσαςἀλγηδόνος, ᾇ ξυνέστας. Οἰδίπουςμὴ πρὸς ξενίας ἀνοίξῃςτᾶς σᾶς ἃ πέπονθ᾽ ἀναιδῆ. Χορόςτό τοι πολὺ καὶ μηδαμὰ λῆγονχρῄζω, ξεῖν᾽, ὀρθὸν ἄκουσμ᾽ ἀκοῦσαι. Οἰδίπουςὤμοι. Χορόςστέρξον, ἱκετεύω. Οἰδίπουςφεῦ φεῦ. Χορόςπείθου: κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.
1.16
Οἰδίπουςἤνεγκ᾽ οὖν κακότατ᾽, ὦ ξένοι, ἤνεγκ᾽ ἀέκων μέν, θεὸς ἴστω, τούτων δ᾽ αὐθαίρετον οὐδέν. Χορόςἀλλ᾽ ἐς τί; Οἰδίπουςκακᾷ μ᾽ εὐνᾷ πόλις οὐδὲν ἴδρινγάμων ἐνέδησεν ἄτᾳ. Χορόςἦ ματρόθεν, ὡς ἀκούω, δυσώνυμα λέκτρ᾽ ἐπλήσω; Οἰδίπουςὤμοι θάνατος μὲν τάδ᾽ ἀκούειν, ὦ ξεῖν᾽: αὗται δὲ δύ᾽ ἐξ ἐμοῦ μὲνΧορόςπῶς φῄς; Οἰδίπουςπαῖδε, δύο δ᾽ ἄταΧορόςὦ Ζεῦ. Οἰδίπουςματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.
1.17
Χορόςσαί τ᾽ εἴσ᾽ ἄρ᾽ ἀπόγονοί τε καὶΟἰδίπουςκοιναί γε πατρὸς ἀδελφεαί. Χορόςἰώ. Οἰδίπουςἰὼ δῆτα μυρίων γ᾽ ἐπιστροφαὶ κακῶν. ΧορόςἔπαθεςΟἰδίπουςἔπαθον ἄλαστ᾽ ἔχειν. ΧορόςἔρεξαςΟἰδίπουςοὐκ ἔρεξα. Χορόςτί γάρ; Οἰδίπουςἐδεξάμηνδῶρον, ὃ μήποτ᾽ ἐγὼ ταλακάρδιοςἐπωφέλησας πόλεος ἐξελέσθαι.
1.18
Χορόςδύστανε, τί γάρ; ἔθου φόνονΟἰδίπουςτί τοῦτο; τί δ᾽ ἐθέλεις μαθεῖν; Χορόςπατρός; Οἰδίπουςπαπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον, ΧορόςἔκανεςΟἰδίπουςἔκανον. ἔχει δέ μοιΧορόςτί τοῦτο; Οἰδίπουςπρὸς δίκας τι. Χορόςτί γάρ; Οἰδίπουςἐγὼ φράσω. καὶ γὰρ ἄν, οὓς ἐφόνευσ᾽, ἔμ᾽ ἀπώλεσαν: νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδ᾽ ἦλθον.
1.19
Χορόςκαὶ μὴν ἄναξ ὅδ᾽ ἡμὶν Αἰγέως γόνοςΘησεὺς κατ᾽ ὀμφὴν σὴν ἐφ᾽ ἁστάλη πάρα. Θησεύςπολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳτὰς αἱματηρὰς ὀμμάτων διαφθορὰςἔγνωκά σ᾽, ὦ παῖ Λαΐου, τανῦν θ᾽ ὁδοῖςἐν ταῖσδ᾽ ἀκούων μᾶλλον ἐξεπίσταμαι. σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάραδηλοῦτον ἡμῖν ὄνθ᾽ ὃς εἶ, καί σ᾽ οἰκτίσαςθέλω' περέσθαι, δύσμορ᾽ Οἰδίπους, τίναπόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ᾽ ἔχων, αὐτός τε χἠ σὴ δύσμορος παραστάτις. δίδασκε: δεινὴν γάρ τιν᾽ ἂν πρᾶξιν τύχοιςλέξας ὁποίας ἐξαφισταίμην ἐγώ, ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος, ὥσπερ σύ, χὢς εἷς πλεῖστ᾽ ἀνὴρ ἐπὶ ξένηςἤθλησα κινδυνεύματ᾽ ἐν τὠμῷ κάρᾳ: ὥστε ξένον γ᾽ ἂν οὐδέν᾽ ὄνθ᾽, ὥσπερ σὺ νῦν, ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν: ἐπεὶἔξοιδ᾽ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριονοὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας. ΟἰδίπουςΘησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳπαρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι. σὺ γάρ μ᾽ ὅς εἰμι κἀφ᾽ ὅτου πατρὸς γεγὼςκαὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς: ὥστ᾽ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴνεἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται. Θησεύςτοῦτ᾽ αὐτὸ νῦν δίδασχ᾽, ὅπως ἂν ἐκμάθω. Οἰδίπουςδώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμαςσοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν: τὰ δὲκέρδη παρ᾽ αὐτοῦ κρείσσον᾽ ἢ μορφὴ καλή.
1.20
Θησεύςποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων; Οἰδίπουςχρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που. Θησεύςποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται; Οἰδίπουςὅταν θάνω' γὼ καὶ σύ μου ταφεὺς γένῃΘησεύςτὰ λοίσθι᾽ αἰτεῖ τοῦ βίου, τὰ δ᾽ ἐν μέσῳἢ λῆστιν ἴσχεις ἢ δι᾽ οὐδενὸς ποεῖ. Οἰδίπουςἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. Θησεύςἀλλ᾽ ἐν βραχεῖ δὴ τήνδε μ᾽ ἐξαιτεῖ χάριν. Οἰδίπουςὅρα γε μήν: οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε. Θησεύςπότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;— Οἰδίπουςκεῖνοι κομίζειν κεῖσ᾽ ἄναξ, χρῄζουσί με. Θησεύςἀλλ᾽ εἰ θέλοντά γ᾽ οὐδὲ σοὶ φεύγειν καλόν. Οἰδίπουςἀλλ᾽ οὐδ᾽, ὅτ᾽ αὐτὸς ἤθελον, παρίεσαν. Θησεύςὦ μῶρε, θυμὸς δ᾽ ἐν κακοῖς οὐ ξύμφορον. Οἰδίπουςὅταν μάθῃς μου, νουθέτει, τανῦν δ᾽ ἔα. Θησεύςδίδασκ᾽: ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν. Οἰδίπουςπέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά. Θησεύςἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς; Οἰδίπουςοὐ δῆτ᾽, ἐπεὶ πᾶς τοῦτό γ᾽ Ἑλλήνων θροεῖ. Θησεύςτί γὰρ τὸ μεῖζον ἢ κατ᾽ ἄνθρωπον νοσεῖς; Οἰδίπουςοὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθηνπρὸς τῶν ἐμαυτοῦ σπερμάτων: ἔστιν δέ μοιπάλιν κατελθεῖν μήποθ᾽, ὡς πατροκτόνῳ. Θησεύςπῶς δῆτα σ᾽ ἂν πεμψαίαθ᾽, ὥστ᾽ οἰκεῖν δίχα; Οἰδίπουςτὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα. Θησεύςποῖον πάθος δείσαντας ἐκ χρηστηρίων; Οἰδίπουςὅτι σφ᾽ ἀνάγκη τῇδε πληγῆναι χθονί. Θησεύςκαὶ πῶς γένοιτ᾽ ἂν τἀμὰ κἀκείνων πικρά;
1.21
Οἰδίπουςὦ φίλτατ᾽ Αἰγέως παῖ, μόνοις οὐ γίγνεταιθεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε. τὰ δ᾽ ἄλλα συγχεῖ πάνθ᾽ ὁ παγκρατὴς χρόνος. φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος, θνῄσκει δὲ πίστις, βλαστάνει δ᾽ ἀπιστία, καὶ πνεῦμα ταὐτὸν οὔποτ᾽ οὔτ᾽ ἐν ἀνδράσινφίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει. τοῖς μὲν γὰρ ἤδη, τοῖς δ᾽ ἐν ὑστέρῳ χρόνῳτὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα. καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖκαλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίοςχρόνος τεκνοῦται νύκτας ἡμέρας τ᾽ ἰών, ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματαδόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου: ἵν᾽ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυςψυχρός ποτ᾽ αὐτῶν θερμὸν αἷμα πίεται, εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής. ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ᾽ ἔπη, ἔα μ᾽ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνονπιστὸν φυλάσσων, κοὔποτ᾽ Οἰδίπουν ἐρεῖςἀχρεῖον οἰκητῆρα δέξασθαι τόπωντῶν ἐνθάδ᾽, εἴπερ μὴ θεοὶ ψεύσουσί με. Χορόςἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ᾽ ἔπηγῇ τῇδ᾽ ὅδ᾽ ἁνὴρ ὡς τελῶν ἐφαίνετο. Θησεύςτίς δῆτ᾽ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοιτοιοῦδ᾽, ὅτῳ πρῶτον μὲν ἡ δορύξενοςκοινή παρ᾽ ἡμῖν αἰέν ἐστιν ἑστία; ἔπειτα δ᾽ ἱκέτης δαιμόνων ἀφιγμένοςγῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει. ἁγὼ σεβισθεὶς οὔποτ᾽ ἐκβαλῶ χάριντὴν τοῦδε, χώρᾳ δ᾽ ἔμπολιν κατοικιῶ. εἰ δ᾽ ἐνθάδ᾽ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιντάξω φυλάσσειν, εἴτ᾽ ἐμοῦ στείχειν μέτα, τόδ᾽ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοικρίναντι χρῆσθαι: τῇδε γὰρ ξυνοίσομαι.
1.22
Οἰδίπουςὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ. Θησεύςτί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς; Οἰδίπουςεἴ μοι θέμις γ᾽ ἦν: ἀλλ᾽ ὁ χῶρός ἐσθ᾽ ὅδε, Θησεύςἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι. Οἰδίπουςἐν ᾧ κρατήσω τῶν ἔμ᾽ ἐκβεβληκότων. Θησεύςμέγ᾽ ἂν λέγοις δώρημα τῆς συνουσίας. Οἰδίπουςεἰ σοί γ᾽ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι. Θησεύςθάρσει τὸ τοῦδέ γ᾽ ἀνδρός: οὔ σε μὴ προδῶ. Οἰδίπουςοὔτοι σ᾽ ὑφ᾽ ὅρκου γ᾽ ὡς κακὸν πιστώσομαι. Θησεύςοὔκουν πέρα γ᾽ ἂν οὐδὲν ἢ λόγῳ φέροις. Οἰδίπουςπῶς οὖν ποήσεις; Θησεύςτοῦ μάλιστ᾽ ὄκνος σ᾽ ἔχει; Οἰδίπουςἥξουσιν ἄνδρεςΘησεύςἀλλὰ τοῖσδ᾽ ἔσται μέλον. Οἰδίπουςὅρα με λείπωνΘησεύςμὴ δίδασχ᾽ ἃ χρή με δρᾶν. Οἰδίπουςὀκνοῦντ᾽ ἀνάγκη. Θησεύςτοὐμὸν οὐκ ὀκνεῖ κέαρ. Οἰδίπουςοὐκ οἶσθ᾽ ἀπειλὰςΘησεύςοἶδ᾽ ἐγώ σε μή τιναἐνθένδ᾽ ἀπάξοντ᾽ ἄνδρα πρὸς βίαν ἐμοῦ. πολλαὶ δ᾽ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπηθυμῷ κατηπείλησαν, ἀλλ᾽ ὁ νοῦς ὅταναὑτοῦ γένηται, φροῦδα τἀπειλήματα. κείνοις δ᾽ ἴσως κεἰ δείν᾽ ἐπερρώσθη λέγειντῆς σῆς ἀγωγῆς, οἶδ᾽ ἐγώ, φανήσεταιμακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον. θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευγνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε: ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ᾽ ὅτιτοὐμὸν φυλάξει σ᾽ ὄνομα μὴ πάσχειν κακῶς.
1.23
Χορόςεὐίππου, ξένε, τᾶσδε χώραςἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, τὸν ἀργῆτα Κολωνόν, ἔνθ᾽ ἁ λίγεια μινύρεταιθαμίζουσα μάλιστ᾽ ἀηδὼνχλωραῖς ὑπὸ βάσσαις, τὸν οἰνωπὸν ἔχουσα κισσὸνκαὶ τὰν ἄβατον θεοῦφυλλάδα μυριόκαρπον ἀνήλιονἀνήνεμόν τε πάντωνχειμώνων: ἵν᾽ ὁ βακχιώταςἀεὶ Διόνυσος ἐμβατεύειθεαῖς ἀμφιπολῶν τιθήναις.
1.24
Χορόςθάλλει δ᾽ οὐρανίας ὑπ᾽ ἄχναςὁ καλλίβοτρυς κατ᾽ ἦμαρ ἀεὶνάρκισσος, μεγάλαιν θεαῖνἀρχαῖον στεφάνωμ᾽, ὅ τεχρυσαυγὴς κρόκος: οὐδ᾽ ἄϋπνοικρῆναι μινύθουσινΚηφισοῦ νομάδες ῥεέθρων, ἀλλ᾽ αἰὲν ἐπ᾽ ἤματιὠκυτόκος πεδίων ἐπινίσσεταιἀκηράτῳ σὺν ὄμβρῳστερνούχου χθονός: οὐδὲ Μουσᾶνχοροί νιν ἀπεστύγησαν οὐδ᾽ ἁ
1.25
Χορόςχρυσάνιος Ἀφροδίτα. ἔστιν δ᾽ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούωοὐδ᾽ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸνφύτευμ᾽ ἀχείρωτον αὐτόποιον, ἐγχέων φόβημα δαΐων, ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ, γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας: τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳσυνναίων ἁλιώσει χερὶ πέρσας: ὁ γὰρ αἰὲν ὁρῶν κύκλοςλεύσσει νιν μορίου Διὸςχἀ γλαυκῶπις Ἀθάνα.
1.26
Χορόςἄλλον δ᾽ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστονδῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον, εὔιππον, εὔπωλον, εὐθάλασσον. ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰςτόδ᾽ εἷσας αὔχημ᾽, ἄναξ Ποσειδάν, ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸνπρώταισι ταῖσδε κτίσας ἀγυιαῖς. ἁ δ᾽ εὐήρετμος ἔκπαγλ᾽ ἁλία χερσὶ παραπτομένα πλάταθρῴσκει, τῶν ἑκατομπόδωνΝηρῄδων ἀκόλουθος.
1.27
Ἀντιγόνηὦ πλεῖστ᾽ ἐπαίνοις εὐλογούμενον πέδον, νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη. Οἰδίπουςτί δ᾽ ἔστιν, ὦ παῖ, καινόν; Ἀντιγόνηἆσσον ἔρχεταιΚρέων ὅδ᾽ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ. Οἰδίπουςὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶφαίνοιτ᾽ ἂν ἤδη τέρμα τῆς σωτηρίας. Χορόςθάρσει, παρέσται: καὶ γὰρ εἰ γέρων ἐγώ, τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος. Κρέωνἄνδρες χθονὸς τῆσδ᾽ εὐγενεῖς οἰκήτορες, ὁρῶ τιν᾽ ὑμᾶς ὀμμάτων εἰληφόταςφόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου, ὃν μήτ᾽ ὀκνεῖτε μήτ᾽ ἀφῆτ᾽ ἔπος κακόν. ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶγέρων μέν εἰμι, πρὸς πόλιν δ᾽ ἐπίσταμαισθένουσαν ἥκων, εἴ τιν᾽ Ἑλλάδος, μέγα. ἀλλ᾽ ἄνδρα τόνδε τηλικόσδ᾽ ἀπεστάληνπείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον, οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλ᾽ ἀνδρῶν ὑπὸπάντων κελευσθείς, οὕνεχ᾽ ἧκέ μοι γένειτὰ τοῦδε πενθεῖν πήματ᾽ εἰς πλεῖστον πόλεως. ἀλλ᾽ ὦ ταλαίπωρ᾽ Οἰδίπους, κλύων ἐμοῦἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼςκαλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ᾽ ἐγώ, ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυνκάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον, ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, ἀεὶ δ᾽ ἀλήτην κἀπὶ προσπόλου μιᾶςβιοστερῆ χωροῦντα: τὴν ἐγὼ τάλαςοὐκ ἄν ποτ᾽ ἐς τοσοῦτον αἰκίας πεσεῖνἔδοξ᾽, ὅσον πέπτωκεν ἥδε δύσμορος, ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάραπτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμωνἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι. ἆρ᾽ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ, ὠνείδισ᾽ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος; ἀλλ᾽ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νινπρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶκρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖντοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλωςεἰπών: ἐπαξία γάρ: ἡ δ᾽ οἴκοι πλέονδίκῃ σέβοιτ᾽ ἄν, οὖσα σὴ πάλαι τροφός.
1.28
Οἰδίπουςὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρωνλόγου δικαίου μηχάνημα ποικίλον, τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλειςἑλεῖν ἐν οἷς μάλιστ᾽ ἂν ἀλγοίην ἁλούς; πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖςνοσοῦνθ᾽, ὅτ᾽ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν: ἀλλ᾽ ἡνίκ᾽ ἤδη μεστὸς ἦ θυμούμενοςκαὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ, τότ᾽ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοιτὸ συγγενὲς τοῦτ᾽ οὐδαμῶς τότ᾽ ἦν φίλον: νῦν τ᾽ αὖθις ἡνίκ᾽ εἰσορᾷς πόλιν τέ μοιξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων. καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν; ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖνμηδὲν διδοίη μηδ᾽ ἐπαρκέσαι θέλοι, πλήρη δ᾽ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότεδωροῖθ᾽, ὅτ᾽ οὐδὲν ἡ χάρις χάριν φέροι: ἆρ᾽ ἂν ματαίου τῆσδ᾽ ἂν ἡδονῆς τύχοις; τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, λόγῳ μὲν ἐσθλά. τοῖσι δ᾽ ἔργοισιν κακά. φράσω δὲ καὶ τοῖσδ᾽, ὥς σε δηλώσω κακόν. ἥκεις ἔμ᾽ ἄξων, οὐχ᾽ ἵν᾽ ἐς δόμους ἄγῃς, ἀλλ᾽ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοικακῶν ἄνατος τῆσδ᾽ ἀπαλλαχθῇ χθονός. οὐκ ἔστι σοι ταῦτ᾽, ἀλλά σοι τάδ᾽ ἔστ᾽, ἐκεῖχώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί: ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆςχθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. ἆρ᾽ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ; πολλῷ γ᾽, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ. τὸ σὸν δ᾽ ἀφῖκται δεῦρ᾽ ὑπόβλητον στόμα, πολλὴν ἔχον στόμωσιν: ἐν δὲ τῷ λέγεινκάκ᾽ ἂν λάβοις τὰ πλείον᾽ ἢ σωτήρια. ἀλλ᾽ οἶδα γάρ σε ταῦτα μὴ τείθων, ἴθι: ἡμᾶς δ᾽ ἔα ζῆν ἐνθάδ᾽: οὐ γὰρ ἂν κακῶςοὐδ᾽ ὧδ᾽ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.
1.29
Κρέωνπότερα νομίζεις δυστυχεῖν ἔμ᾽ ἐς τὰ σά, ἤ σ᾽ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐς τῷ νῦν λόγῳ; Οἰδίπουςἐμοὶ μέν ἐσθ᾽ ἥδιστον, εἰ σὺ μήτ᾽ ἐμὲπείθειν οἷός τ᾽ εἶ μήτε τούσδε τοὺς πέλας. Κρέωνὦ δύσμορ᾽, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖφρένας ποτ᾽ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει; Οἰδίπουςγλώσσῃ σὺ δεινός: ἄνδρα δ᾽ οὐδέν᾽ οἶδ᾽ ἐγὼδίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει. Κρέωνχωρὶς τό τ᾽ εἰπεῖν πολλὰ καὶ τὰ καίρια. Οἰδίπουςὡς δὴ σὺ βραχέα, ταῦτα δ᾽ ἐν καιρῷ λέγεις. Κρέωνοὐ δῆθ᾽ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. Οἰδίπουςἄπελθ᾽, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ μεφύλασσ᾽ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ. Κρέωνμαρτύρομαι τούσδ᾽, οὐ σέ: πρὸς δὲ τοὺς φίλουςοἷ᾽ ἀνταμείβει ῥήματ᾽, ἤν σ᾽ ἕλω ποτέΟἰδίπουςτίς δ᾽ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ; Κρέωνἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει. Οἰδίπουςποίῳ σὺν ἔργῳ τοῦτ᾽ ἀπειλήσας ἔχεις; Κρέωνπαίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼξυναρπάσας ἔπεμψα, τὴν δ᾽ ἄξω τάχα. Οἰδίπουςοἴμοι. Κρέωντάχ᾽ ἕξεις μᾶλλον οἰμώζειν τάδε. Οἰδίπουςτὴν παῖδ᾽ ἔχεις μου; Κρέωντήνδε τ᾽ οὐ μακροῦ χρόνου. Οἰδίπουςἰὼ ξένοι, τί δράσετ᾽; ἦ προδώσετε, κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός; Χορόςχώρει, ξέν᾽, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦνδίκαια πράσσεις οὔθ᾽ ἃ πρόσθεν εἴργασαι. Κρέωνὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγεινἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται. Ἀντιγόνηοἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω θεῶν ἄρηξιν ἢ βροτῶν; Χορόςτί δρᾷς, ξένε; Κρέωνοὐχ ἅψομαι τοῦδ᾽ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. Οἰδίπουςὦ γῆς ἄνακτες. Χορόςὦ ξέν᾽, οὐ δίκαια δρᾷς. Κρέωνδίκαια. Χορόςπῶς δίκαια; Κρέωντοὺς ἐμοὺς ἄγω. Οἰδίπουςἰὼ πόλις. Χορόςτί δρᾷς, ὦ ξέν᾽; οὐκ ἀφήσεις; τάχ᾽ εἰς βάσανον εἶ χερῶν. Κρέωνεἴργου. Χορόςσοῦ μὲν οὔ, τάδε γε μωμένου. Κρέωνπόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ. Οἰδίπουςοὐκ ἠγόρευον ταῦτ᾽ ἐγώ; Χορόςμέθες χεροῖν τὴν παῖδα θᾶσσον. Κρέωνμὴ' πίτασσ᾽ ἃ μὴ κρατεῖς. Χορόςχαλᾶν λέγω σοι. Κρέωνσοὶ δ᾽ ἔγωγ᾽ ὁδοιπορεῖν. Χορόςπρόβαθ᾽ ὧδε, βᾶτε βᾶτ᾽, ἔντοποι: πόλις ἐναίρεται, πόλις ἐμά, σθένει: πρόβαθ᾽ ὧδέ μοι. Ἀντιγόνηἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι. Οἰδίπουςποῦ, τέκνον, εἴ μοι; Ἀντιγόνηπρὸς βίαν πορεύομαι. Οἰδίπουςὄρεξον, ὦ παῖ, χεῖρας. Ἀντιγόνηἀλλ᾽ οὐδὲν σθένω. Κρέωνοὐκ ἄξεθ᾽ ὑμεῖς; Οἰδίπουςὦ τάλας ἐγώ, τάλας.
1.30
Κρέωνοὔκουν ποτ᾽ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτιὁδοιπορήσῃς: ἀλλ᾽ ἐπεὶ νικᾶν θέλειςπατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφ᾽ ὧν ἐγὼταχθεὶς τάδ᾽ ἔρδω, καὶ τύραννος ὢν ὅμως, νίκα. χρόνῳ γάρ, οἶδ᾽ ἐγώ, γνώσει τάδε, ὁθούνεκ᾽ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰδρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων, ὀργῇ χάριν δούς, ἥ σ᾽ ἀεὶ λυμαίνεται. Χορόςἐπίσχες αὐτοῦ, ξεῖνε. Κρέωνμὴ ψαύειν λέγω. Χορόςοὔτοι σ᾽ ἀφήσω, τῶνδέ γ᾽ ἐστερημένος. Κρέωνκαὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχαθήσεις: ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν. Χορόςἀλλ᾽ ἐς τί τρέψει; Κρέωντόνδ᾽ ἀπάξομαι λαβών. Χορόςδεινὸν λέγοις ἄν. Κρέωντοῦτο νῦν πεπράξεται. Χορόςἢν μή σ᾽ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ. Οἰδίπουςὦ φθέγμ᾽ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ; Κρέωναὐδῶ σιωπᾶν. Οἰδίπουςμὴ γὰρ αἵδε δαίμονεςθεῖέν μ᾽ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, ὅς μ᾽, ὦ κάκιστε, ψιλὸν ὄμμ᾽ ἀποσπάσαςπρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ. τοιγὰρ σέ τ᾽ αὐτὸν καὶ γένος τὸ σὸν θεῶνὁ πάντα λεύσσων Ἥλιος δοίη βίοντοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε. Κρέωνὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι; Οἰδίπουςὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσ᾽ ὅτιἔργοις πεπονθὼς ῥήμασίν σ᾽ ἀμύνομαι. Κρέωνοὔτοι καθέξω θυμόν, ἀλλ᾽ ἄξω βίᾳκεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς. Οἰδίπουςἰὼ τάλας. Χορόςὅσον λῆμ᾽ ἔχων ἀφίκου, ξέν᾽, εἰ τάδε δοκεῖς τελεῖν. Κρέωνδοκῶ. Χορόςτάνδ᾽ ἄρ᾽ οὐκέτι νεμῶ πόλιν. Κρέωντοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. Οἰδίπουςἀκούεθ᾽ οἷα φθέγγεται; Χορόςτά γ᾽ οὐ τελεῖ. ἴστω μέγας Ζεύς. ΚρέωνΖεύς γ᾽ ἂν εἰδείη, σὺ δ᾽ οὔ. Χορόςἆρ᾽ οὐχ ὕβρις τάδ᾽; Κρέωνὕβρις, ἀλλ᾽ ἀνεκτέα. Χορόςἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι, μόλετε σὺν τάχει, μόλετ᾽, ἐπεὶ πέραν περῶσ᾽ οἵδε δή. Οἰδίπουςτίς ποθ᾽ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲβουθυτοῦντά μ᾽ ἀμφὶ βωμὸν ἔσχετ᾽ ἐναλίῳ θεῷτοῦδ᾽ ἐπιστάτῃ Κολωνοῦ; λέξαθ᾽, ὡς εἰδῶ τὸ πᾶν, οὗ χάριν δεῦρ᾽ ᾖξα θᾶσσον ἢ καθ᾽ ἡδονὴν ποδός. Οἰδίπουςὦ φίλτατ᾽, ἔγνων γὰρ τὸ προσφώνημά σου, πέπονθα δεινὰ τοῦδ᾽ ὑπ᾽ ἀνδρὸς ἀρτίως. Θησεύςτὰ ποῖα ταῦτα, τίς δ᾽ ὁ πημήνας; λέγε. ΟἰδίπουςΚρέων ὅδ᾽, ὃν δέδορκας, οἴχεται τέκνωνἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. Θησεύςπῶς εἶπας; Οἰδίπουςοἷά περ πέπονθ᾽ ἀκήκοας.
1.31
Θησεύςοὔκουν τις ὡς τάχιστα προσπόλων μολὼνπρὸς τούσδε βωμούς, πάντ᾽ ἀναγκάσει λεὼνἄνιππον ἱππότην τε θυμάτων ἄποσπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοιμάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί, ὡς μὴ παρέλθωσ᾽ αἱ κόραι, γέλως δ᾽ ἐγὼξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ. ἴθ᾽, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δ᾽ ἐγώ, εἰ μὲν δι᾽ ὀργῆς ἧκον, ἧς ὅδ᾽ ἄξιος, ἄτρωτον οὐ μεθῆκ᾽ ἂν ἐξ ἐμῆς χερός. νῦν δ᾽ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ᾽ ἔχων, τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται. οὐ γάρ ποτ᾽ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂνκείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων: ἐπεὶ δέδρακας οὔτ᾽ ἐμοῦ καταξίωςοὔθ᾽ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός: ὅστις δίκαι᾽ ἀσκοῦσαν εἰσελθὼν πόλινκἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ᾽ ἀφεὶςτὰ τῆσδε τῆς γῆς κύρι᾽, ὧδ᾽ ἐπεισπεσὼνἄγεις θ᾽ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ, καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰἔδοξας εἶναι κἄμ᾽ ἴσον τῷ μηδενί. καίτοι σε Θῆβαί γ᾽ οὐκ ἐπαίδευσαν κακόν: οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, οὐδ᾽ ἄν σ᾽ ἐπαινέσειαν, εἰ πυθοίατοσυλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳἄγοντα φωτῶν ἀθλίων ἱκτήρια. οὔκουν ἔγωγ᾽ ἂν σῆς ἐπεμβαίνων χθονός, οὐδ᾽ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸςοὔθ᾽ εἷλκον οὔτ᾽ ἂν ἦγον, ἀλλ᾽ ἠπιστάμηνξένον παρ᾽ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών. σὺ δ᾽ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιντὴν αὐτὸς αὑτοῦ, καί σ᾽ ὁ πληθύων χρόνοςγέρονθ᾽ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν, τὰς παῖδας ὡς τάχιστα δεῦρ᾽ ἄγειν τινά, εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλειςεἶναι βίᾳ τε κοὐχ ἑκών: καὶ ταῦτά σοιτῷ νῷ θ᾽ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω. Χορόςὁρᾷς ἵν᾽ ἥκεις, ὦ ξέν᾽; ὡς ἀφ᾽ ὧν μὲν εἶφαίνει δίκαιος, δρῶν δ᾽ ἐφευρίσκει κακά.
1.32
Κρέωνἐγὼ οὔτ᾽ ἄνανδρον τήνδε τὴν πόλιν νέμων, ὦ τέκνον Αἰγέως, οὔτ᾽ ἄβουλον, ὡς σὺ φῄς, τοὔργον τόδ᾽ ἐξέπραξα, γιγνώσκων δ᾽ ὅτιοὐδείς ποτ᾽ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοιζῆλος ξυναίμων, ὥστ᾽ ἐμοῦ τρέφειν βίᾳ. ᾔδη δ᾽ ὁθούνεκ᾽ ἄνδρα καὶ πατροκτόνονκἄναγνον οὐ δεξοίατ᾽, οὐδ᾽ ὅτῳ γάμοιξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων. τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγονἐγὼ ξυνῄδη χθόνιον ὄνθ᾽, ὃς οὐκ ἐᾷτοιούσδ᾽ ἀλήτας τῇδ᾽ ὁμοῦ ναίειν πόλει: ᾧ πίστιν ἴσχων τήνδ᾽ ἐχειρούμην ἄγραν. καὶ ταῦτ᾽ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰςαὐτῷ τ᾽ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει: ἀνθ᾽ ὧν πεπονθὼς ἠξίουν τάδ᾽ ἀντιδρᾶν. θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴνθανεῖν: θανόντων δ᾽ οὐδὲν ἄλγος ἅπτεται. πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς: ἐπεὶἐρημία με, κεἰ δίκαι᾽, ὅμως λέγω, σμικρὸν τίθησι: πρὸς δὲ τὰς πράξεις ὅμως, καὶ τηλικόσδ᾽ ὤν, ἀντιδρᾶν πειράσομαι.
1.33
Οἰδίπουςὦ λῆμ᾽ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε; ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰςτοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλαςἤνεγκον ἄκων: θεοῖς γὰρ ἦν οὕτω φίλον, τάχ᾽ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. ἐπεὶ καθ᾽ αὑτόν γ᾽ οὐκ ἂν ἐξεύροις ἐμοὶἁμαρτίας ὄνειδος οὐδέν, ἀνθ᾽ ὅτουτάδ᾽ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ᾽ ἡμάρτανον. ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶχρησμοῖσιν ἱκνεῖθ᾽ ὥστε πρὸς παίδων θανεῖν, πῶς ἂν δικαίως τοῦτ᾽ ὀνειδίζοις ἐμοί, ὃς οὔτε βλάστας πω γενεθλίους πατρός, οὐ μητρὸς εἶχον, ἀλλ᾽ ἀγέννητος τότ᾽ ἦ; εἰ δ᾽ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ' φάνην, ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ᾽ ἔδρων, πῶς ἂν τό γ᾽ ἆκον πρᾶγμ᾽ ἂν εἰκότως ψέγοις; μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμουςοὔσης ὁμαίμου σῆς μ᾽ ἀναγκάζων λέγειν, οἵους ἐρῶ τάχ᾽: οὐ γὰρ οὖν σιγήσομαι, σοῦ γ᾽ εἰς τόδ᾽ ἐξελθόντος ἀνόσιον στόμα. ἔτικτε γάρ μ᾽ ἔτικτεν, ὤμοι μοι κακῶν, οὐκ εἰδότ᾽ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με, αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι. ἀλλ᾽ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ᾽ ἐμὲκείνην τε ταῦτα δυσστομεῖν: ἐγὼ δέ νινἄκων ἔγημα φθέγγομαί τ᾽ ἄκων τάδε. ἀλλ᾽ οὐ γὰρ οὔτ᾽ ἐν τοῖσδ᾽ ἁλώσομαι κακὸςγάμοισιν οὔθ᾽ οὓς αἰὲν ἐμφορεῖς σύ μοιφόνους πατρῴους ἐξονειδίζων πικρῶς. ἓν γάρ μ᾽ ἄμειψαι μοῦνον ὧν σ᾽ ἀνιστορῶ. εἴ τις σὲ τὸν δίκαιον αὐτίκ᾽ ἐνθάδεκτείνοι παραστάς, πότερα πυνθάνοι᾽ ἂν εἰπατήρ σ᾽ ὁ καίνων ἢ τίνοι᾽ ἂν εὐθέως; δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιοντίνοι᾽ ἂν οὐδὲ τοὔνδικον περιβλέποις. τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά, θεῶν ἀγόντων: οἷς ἐγὼ οὐδὲ τὴν πατρὸςψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί. σὺ δ᾽, εἶ γὰρ οὐ δίκαιος, ἀλλ᾽ ἅπαν καλὸνλέγειν νομίζων ῥητὸν ἄρρητόν τ᾽ ἔπος, τοιαῦτ᾽ ὀνειδίζεις με τῶνδ᾽ ἐναντίον. καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν, καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς: κᾆθ᾽ ὧδ᾽ ἐπαινῶν πολλὰ τοῦδ᾽ ἐκλανθάνει, ὁθούνεκ᾽ εἴ τις γῆ θεοὺς ἐπίσταταιτιμαῖς σεβίζειν, ἥδε τοῦθ᾽ ὑπερφέρει: ἀφ᾽ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ᾽ ἐμὲαὐτόν τ᾽ ἐχειροῦ τὰς κόρας τ᾽ οἴχει λαβών. ἀνθ᾽ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶκαλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖςἐλθεῖν ἀρωγοὺς ξυμμάχους θ᾽, ἵν᾽ ἐκμάθῃςοἵων ὑπ᾽ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.
1.34
Χορόςὁ ξεῖνος, ὦναξ, χρηστός: αἱ δὲ συμφοραὶαὐτοῦ πανώλεις, ἄξιαι δ᾽ ἀμυναθεῖν. Θησεύςἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοισπεύδουσιν, ἡμεῖς δ᾽ οἱ παθόντες ἕσταμεν. Κρέωντί δῆτ᾽ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν; Θησεύςὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ μεχωρεῖν, ἵν᾽, εἰ μὲν ἐν τόποισι τοῖσδ᾽ ἔχειςτὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί: εἰ δ᾽ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν. ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτεχώρας φυγόντες τῆσδ᾽ ἐπεύξωνται θεοῖς. ἀλλ᾽ ἐξυφηγοῦ: γνῶθι δ᾽ ὡς ἔχων ἔχεικαί σ᾽ εἷλε θηρῶνθ᾽ ἡ τύχη: τὰ γὰρ δόλῳτῷ μὴ δικαίῳ κτήματ᾽ οὐχὶ σῴζεται. κοὐκ ἄλλον ἕξεις εἰς τάδ᾽: ὡς ἔξοιδά σεοὐ ψιλὸν οὐδ᾽ ἄσκευον ἐς τοσήνδ᾽ ὕβρινἥκοντα τόλμης τῆς παρεστώσης τανῦν, ἀλλ᾽ ἔσθ᾽ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε. ἃ δεῖ μ᾽ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλινἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν. νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοιδοκεῖ λελέχθαι χὤτε ταῦτ᾽ ἐμηχανῶ; Κρέωνοὐδὲν σὺ μεμπτὸν ἐνθάδ᾽ ὢν ἐρεῖς ἐμοί: οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ᾽ ἃ χρὴ ποεῖν. Θησεύςχωρῶν ἀπείλει νῦν: σὺ δ᾽ ἡμίν, Οἰδίπους, ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι, ἢν μὴ θάνω' γὼ πρόσθεν, οὐχὶ παύσομαιπρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων. Οἰδίπουςὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάρινκαὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.
1.35
Χορόςεἴην ὅθι δαΐωνἀνδρῶν τάχ᾽ ἐπιστροφαὶτὸν χαλκοβόαν Ἄρημείξουσιν, ἢ πρὸς Πυθίαιςἢ λαμπάσιν ἀκταῖς, οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέληθνατοῖσιν, ὧν καὶ χρυσέακλῂς ἐπὶ γλώσσᾳ βέβακεπροσπόλων Εὐμολπιδᾶν: ἔνθ᾽ οἶμαι τὸν ἐγρεμάχανΘησέα καὶ τὰς διστόλουςἀδμῆτας ἀδελφὰςαὐτάρκει τάχ᾽ ἐμμίξειν βοᾷτούσδ᾽ ἀνὰ χώρους:
1.36
Χορόςἤ που τὸν ἐφεσπέρουπέτρας νιφάδος πελῶσ᾽ Οἰάτιδος εἰς νόμον, πώλοισιν ἢ ῥιμφαρμάτοιςφεύγοντες ἁμίλλαις. ἁλώσεται: δεινὸς ὁ προσχώρων Ἄρης, δεινὰ δὲ Θησειδᾶν ἀκμά. πᾶς γὰρ ἀστράπτει χαλινός, πᾶσα δ᾽ ὁρμᾶται καθεῖσ᾽ ἀμπυκτήρια στομίωνἄμβασις, οἳ τὰν ἱππίαντιμῶσιν Ἀθάνανκαὶ τὸν πόντιον γαιάοχονῬέας φίλον υἱόν.
1.37
ορόςἔρδουσ᾽ ἢ μέλλουσιν; ὡςπρομνᾶταί τί μοιγνώμα τάχ᾽ ἀντάσειντᾶν δεινὰ τλασᾶν, δεινὰ δ᾽ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη. τελεῖ τελεῖ Ζεύς τι κατ᾽ ἆμαρμάντις εἴμ᾽ ἐσθλῶν ἀγώνων. εἴθ᾽ ἀελλαία ταχύρρωστος πελειὰςαἰθερίας νεφέλας κύρσαιμ᾽ ἄνωθ᾽ ἀγώνωναἰωρήσασα τοὐμὸν ὄμμα.
1.38
Χορόςἰὼ θεῶν πάνταρχε, παντ- όπτα Ζεῦ, πόροιςγᾶς τᾶσδε δαμούχοιςσθένει' πινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον, σεμνά τε παῖς Παλλὰς Ἀθάνα. καὶ τὸν ἀγρευτὰν Ἀπόλλωκαὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸνὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰςμολεῖν γᾷ τᾷδε καὶ πολίταις. ὦ ξεῖν᾽ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖςὡς ψευδόμαντις: τὰς κόρας γὰρ εἰσορῶτάσδ᾽ ἆσσον αὖθις ὧδε προσπολουμένας.
1.39
Οἰδίπουςποῦ ποῦ; τί φής; πῶς εἶπας; Ἀντιγόνηὦ πάτερ πάτερ, τίς ἂν θεῶν σοι τόνδ᾽ ἄριστον ἄνδρ᾽ ἰδεῖνδοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι; Οἰδίπουςὦ τέκνον, ἦ πάρεστον; Ἀντιγόνηαἵδε γὰρ χέρεςΘησέως ἔσωσαν φιλτάτων τ᾽ ὀπαόνων. Οἰδίπουςπροσέλθετ᾽ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. Ἀντιγόνηαἰτεῖς ἃ τεύξει: σὺν πόθῳ γὰρ ἡ χάρις. Οἰδίπουςποῦ δῆτα, ποῦ' στόν; Ἀντιγόνηαἵδ᾽ ὁμοῦ πελάζομεν. Οἰδίπουςὦ φίλτατ᾽ ἔρνη. Ἀντιγόνητῷ τεκόντι πᾶν φίλον. Οἰδίπουςὦ σκῆπτρα φωτός. Ἀντιγόνηδυσμόρου γε δύσμορα. Οἰδίπουςἔχω τὰ φίλτατ᾽, οὐδ᾽ ἔτ᾽ ἂν πανάθλιοςθανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί. ἐρείσατ᾽, ὦ παῖ, πλευρὸν ἀμφιδέξιονἐμφύντε τῷ φύσαντι, κἀναπαύσατοντοῦ πρόσθ᾽ ἐρήμου τοῦδε δυστήνου πλάνου. καί μοι τὰ πραχθέντ᾽ εἴπαθ᾽ ὡς βράχιστ᾽, ἐπεὶταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος. Ἀντιγόνηὅδ᾽ ἔσθ᾽ ὁ σώσας: τοῦδε χρὴ κλύειν, πάτερ, οὗ κἄστι τοὔργον: τοὐμὸν ὧδ᾽ ἔσται βραχύ. Οἰδίπουςὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲςτέκν᾽ εἰ φανέντ᾽ ἄελπτα μηκύνω λόγον. ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοιτέρψιν παρ᾽ ἄλλου μηδενὸς πεφασμένην: σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν. καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω, αὐτῷ τε καὶ γῇ τῇδ᾽, ἐπεὶ τό γ᾽ εὐσεβὲςμόνοις παρ᾽ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼκαὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν. εἰδὼς δ᾽ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε: ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν: καί μοι χέρ᾽, ὦναξ, δεξιὰν ὄρεξον, ὡςψαύσω φιλήσω τ᾽, εἰ θέμις, τὸ σὸν κάρα. καίτοι τί φωνῶ; πῶς σ᾽ ἂν ἄθλιος γεγὼςθιγεῖν θελήσαιμ᾽ ἀνδρός, ᾧ τίς οὐκ ἔνικηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε, οὐδ᾽ οὖν ἐάσω: τοῖς γὰρ ἐμπείροις βροτῶνμόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε. σὺ δ᾽ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μουμέλου δικαίως, ὥσπερ ἐς τόδ᾽ ἡμέρας.
1.40
Θησεύςοὔτ᾽ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον, τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω, οὔτ᾽ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδ᾽ ἔπη. βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομενλαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις. δείκνυμι δ᾽: ὧν γὰρ ὤμοσ᾽ οὐκ ἐψευσάμηνοὐδέν σε, πρέσβυ: τάσδε γὰρ πάρειμ᾽ ἄγωνζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων. χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτηνκομπεῖν, ἅ γ᾽ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών; λόγος δ᾽ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶστείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶσμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι: πρᾶγος δ᾽ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών. Οἰδίπουςτί δ᾽ ἔστι, τέκνον Αἰγέως; δίδασκέ μεὡς μὴ εἰδότ᾽ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει. Θησεύςφασίν τιν᾽ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολινοὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πωςβωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ᾽ ᾧθύων ἔκυρον, ἡνίχ᾽ ὡρμώμην ἐγώ. Οἰδίπουςποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι: Θησεύςοὐκ οἶδα πλὴν ἕν: σοῦ γάρ, ὡς λέγουσί μοι, βραχύν τιν᾽ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων. Οἰδίπουςποῖόν τιν᾽; οὐ γὰρ ἥδ᾽ ἕδρα σμικροῦ λόγου. σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνοναἰτεῖν ἀπελθεῖν τ᾽ ἀσφαλῶς τῆς δεῦρ᾽ ὁδοῦ. Οἰδίπουςτίς δῆτ᾽ ἂν εἴη τήνδ᾽ ὁ προσθακῶν ἕδραν; Θησεύςὅρα κατ᾽ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴςἔσθ᾽, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν. Οἰδίπουςὦ φίλτατε, σχὲς οὗπερ εἶ. Θησεύςτί δ᾽ ἔστι σοι; Οἰδίπουςμή μου δεηθῇς. Θησεύςπράγματος ποίου; λέγε. Οἰδίπουςἔξοιδ᾽ ἀκούων τῶνδ᾽ ὅς ἐσθ᾽ ὁ προστάτης. Θησεύςκαὶ τίς ποτ᾽ ἐστὶν ὅν γ᾽ ἐγὼ ψέξαιμί τι; Οἰδίπουςπαῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼἄλγιστ᾽ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων. Θησεύςτί δ᾽; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴχρῄζεις; τί σοι τοῦτ᾽ ἐστὶ λυπηρὸν κλύειν; Οἰδίπουςἔχθιστον, ὦναξ, φθέγμα τοῦθ᾽ ἥκει πατρί: καὶ μή μ᾽ ἀνάγκῃ προσβάλῃς τάδ᾽ εἰκαθεῖν. Θησεύςἀλλ᾽ εἰ τὸ θάκημ᾽ ἐξαναγκάζει, σκόπειμή σοι πρόνοι᾽ ᾖ τοῦ θεοῦ φυλακτέα.
1.41
Ἀντιγόνηπάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω. τὸν ἄνδρ᾽ ἔασον τόνδε τῇ θ᾽ αὑτοῦ φρενὶχάριν παρασχεῖν τῷ θεῷ θ᾽ ἃ βούλεται, καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσειγνώμης, ἃ μή σοι συμφέροντα λέξεται. λόγων δ᾽ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶςηὑρημέν᾽ ἔργα τῷ λόγῳ μηνύεται. ἔφυσας αὐτόν: ὥστε μηδὲ δρῶντά σετὰ τῶν κακίστων δυσσεβέστατ᾽, ὦ πάτερ, θέμις σέ γ᾽ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς. ἀλλ᾽ ἔασον: εἰσὶ χἀτέροις γοναὶ κακαὶκαὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοιφίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. σὺ δ᾽ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπειπατρῷα καὶ μητρῷα πήμαθ᾽ ἅπαθες: κἂν κεῖνα λεύσσῃς, οἶδ᾽ ἐγώ, γνώσει κακοῦθυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται. ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος. ἀλλ᾽ ἡμὶν εἶκε: λιπαρεῖν γὰρ οὐ καλὸνδίκαια προσχρῄζουσιν, οὐδ᾽ αὐτὸν μὲν εὖπάσχειν, παθόντα δ᾽ οὐκ ἐπίστασθαι τίνειν. Οἰδίπουςτέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ μελέγοντες: ἔστω δ᾽ οὖν ὅπως ὑμῖν φίλον. μόνον, ξέν᾽, εἴπερ κεῖνος ὧδ᾽ ἐλεύσεται, μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε. Θησεύςἅπαξ τὰ τοιαῦτ᾽, οὐχὶ δὶς χρῄζω κλύειν, ὦ πρέσβυ. κομπεῖν δ᾽ οὐχὶ βούλομαι: σὺ δ᾽ ὢνσῶς ἴσθ᾽, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.
1.42
Χορόςὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶςζώειν, σκαιοσύναν φυλάσσωνἐν ἐμοὶ κατάδηλος ἔσται. ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴλύπας ἐγγυτέρω, τὰ τέρποντα δ᾽ οὐκ ἂν ἴδοις ὅπου, ὅταν τις ἐς πλέον πέσῃτοῦ δέοντος: ὁ δ᾽ ἐπίκουρος ἰσοτέλεστος, Ἄϊδος ὅτε μοῖρ᾽ ἀνυμέναιοςἄλυρος ἄχορος ἀναπέφηνε, θάνατος ἐς τελευτάν.
1.43
Χορόςμὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον: τὸ δ᾽, ἐπεὶ φανῇ, βῆναι κεῖθεν ὅθεν περ ἥκει, πολὺ δεύτερον, ὡς τάχιστα. ὡς εὖτ᾽ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον, τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι; φθόνος, στάσεις, ἔρις, μάχαικαὶ φόνοι: τό τε κατάμεμπτον ἐπιλέλογχεπύματον ἀκρατὲς ἀπροσόμιλονγῆρας ἄφιλον, ἵνα πρόπαντακακὰ κακῶν ξυνοικεῖ.
1.44
Χορόςἐν ᾧ τλάμων ὅδ᾽, οὐκ ἐγὼ μόνος, πάντοθεν βόρειος ὥς τιςἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται, ὣς καὶ τόνδε κατ᾽ ἄκραςδειναὶ κυματοαγεῖςἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι, αἱ μὲν ἀπ᾽ ἀελίου δυσμᾶν, αἱ δ᾽ ἀνατέλλοντος: αἱ δ᾽ ἀνὰ μέσσαν ἀκτῖν᾽, αἱ δ᾽ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.
1.45
Ἀντιγόνηκαὶ μὴν ὅδ᾽ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένοςἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι᾽ ὄμματοςἀστακτὶ λείβων δάκρυον ὧδ᾽ ὁδοιπορεῖ. Οἰδίπουςτίς οὗτος; Οἰδίπουςὅνπερ καὶ πάλαι κατείχομενγνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε. Πολυνείκηςοἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰπρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ᾽ ὁρῶνπατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸςσὺν σφῷν ἐφηύρηκ᾽ ἐνθάδ᾽ ἐκβεβλημένονἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴςγέρων γέροντι συγκατῴκηκεν πίνοςπλευρὰν μαραίνων, κρατὶ δ᾽ ὀμματοστερεῖκόμη δι᾽ αὔρας ἀκτένιστος ᾁσσεται: ἀδελφὰ δ᾽, ὡς ἔοικε, τούτοισιν φορεῖτὰ τῆς ταλαίνης νηδύος θρεπτήρια. ἁγὼ πανώλης ὄψ᾽ ἄγαν ἐκμανθάνω: καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖςταῖς σαῖσιν ἥκειν: τἀμὰ μὴ' ξ ἄλλων πύθῃ. ἀλλ᾽ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνωνΑἰδὼς ἐπ᾽ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ, παρασταθήτω: τῶν γὰρ ἡμαρτημένωνἄκη μέν ἐστι, προσφορὰ δ᾽ οὐκ ἔστ᾽ ἔτι. τί σιγᾷς; φώνησον, ὦ πάτερ, τι: μή μ᾽ ἀποστραφῇς. οὐδ᾽ ἀνταμείβει μ᾽ οὐδέν, ἀλλ᾽ ἀτιμάσαςπέμψεις ἄναυδος, οὐδ᾽ ἃ μηνίεις φράσας; ὦ σπέρματ᾽ ἀνδρὸς τοῦδ᾽, ἐμαὶ δ᾽ ὁμαίμονες, πειράσατ᾽ ἀλλ᾽ ὑμεῖς γε κινῆσαι πατρὸςτὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα, ὡς μή μ᾽ ἄτιμον, τοῦ θεοῦ γε προστάτην, οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος. Ἀντιγόνηλέγ᾽, ὦ ταλαίπωρ᾽, αὐτὸς ὧν χρείᾳ πάρει: τὰ πολλὰ γάρ τοι ῥήματ᾽ ἢ τέρψαντά τι, ἢ δυσχεράναντ᾽ ἢ κατοικτίσαντά πως, παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.
1.46
Πολυνείκηςἀλλ᾽ ἐξερῶ: καλῶς γὰρ ἐξηγεῖ σύ μοι: πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενοςἀρωγόν, ἔνθεν μ᾽ ὧδ᾽ ἀνέστησεν μολεῖνὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶλέξαι τ᾽ ἀκοῦσαί τ᾽ ἀσφαλεῖ σὺν ἐξόδῳ. καὶ ταῦτ᾽ ἀφ᾽ ὑμῶν, ὧ ξένοι, βουλήσομαικαὶ ταῖνδ᾽ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί. ἃ δ᾽ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ. γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς, τοῖς σοῖς πανάρχοις οὕνεκ᾽ ἐνθακεῖν θρόνοιςγονῇ πεφυκὼς ἠξίουν γεραίτερος. ἀνθ᾽ ὧν μ᾽ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳοὔτ᾽ εἰς ἔλεγχον χειρὸς οὐδ᾽ ἔργου μολών, πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲντὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω. ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω. ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν, λαβὼν Ἄδραστον πενθερόν, ξυνωμόταςἔστησ᾽ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίαςπρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει, ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλονξὺν τοῖσδ᾽ ἀγείρας ἢ θάνοιμι πανδίκωςἢ τοὺς τάδ᾽ ἐκπράξαντας ἐκβάλοιμι γῆς. εἶεν: τί δῆτα νῦν ἀφιγμένος κυρῶ; σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχωναὐτός τ᾽ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τελόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν: οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲνδόρει κρατύνων, πρῶτα δ᾽ οἰωνῶν ὁδοῖς: ὁ δεύτερος δ᾽ Αἰτωλὸς Οἰνέως τόκοςΤυδεύς. τρίτος δ᾽ Ἐτέοκλος, Ἀργεῖος γεγώς: τέταρτον Ἱππομέδοντ᾽ ἀπέστειλεν πατὴρΤαλαός: ὁ πέμπτος δ᾽ εὔχεται κατασκαφῇΚαπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί: ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳμητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος: ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦπότμου φυτευθείς, σός γέ τοι καλούμενος, ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν. οἵ σ᾽ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ, ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοιμῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳτῷδ᾽ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν, ὅς μ᾽ ἐξέωσε κἀπεσύλησεν πάτρας. εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων, οἷς ἂν σὺ προσθῇ, τοῖσδ᾽ ἔφασκ᾽ εἶναι κράτος. πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίωναἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶπτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ. ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τεκἀγώ, τὸν αὐτὸν δαίμον᾽ ἐξειληχότες. ὁ δ᾽ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ, κοινῇ καθ᾽ ἡμῶν ἐγγελῶν ἁβρύνεται: ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί, βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ. ὥστ᾽ ἐν δόμοισι τοῖσι σοῖς στήσω σ᾽ ἄγων. στήσω δ᾽ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ. καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοικομπεῖν, ἄνευ σοῦ δ᾽ οὐδὲ σωθῆναι σθένω.
1.47
Χορόςτὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκ᾽, Οἰδίπουςεἰπὼν ὁποῖα ξύμφορ᾽ ἔκπεμψαι πάλιν. Οἰδίπουςἀλλ᾽ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονόςμὴ' τύγχαν᾽ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶΘησεύς, δικαιῶν ὥστ᾽ ἐμοῦ κλύειν λόγους, οὔ τἄν ποτ᾽ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο: νῦν δ᾽ ἀξιωθεὶς εἶσι κἀκούσας γ᾽ ἐμοῦτοιαῦθ᾽ ἃ τὸν τοῦδ᾽ οὔ ποτ᾽ εὐφρανεῖ βίον: ὅς γ᾽, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων, ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδ᾽ ἀπήλασαςκἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν, ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ᾽ ἐν πόνῳταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί. οὐ κλαυστὰ δ᾽ ἐστίν, ἀλλ᾽ ἐμοὶ μὲν οἰστέατάδ᾽, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος: σὺ γάρ με μόχθῳ τῷδ᾽ ἔθηκας ἔντροφον, σύ μ᾽ ἐξέωσας, ἐκ σέθεν δ᾽ ἀλώμενοςἄλλους ἐπαιτῶ τὸν καθ᾽ ἡμέραν βίον. εἰ δ᾽ ἐξέφυσα τάσδε μὴ' μαυτῷ τροφοὺςτὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος: νῦν δ᾽ αἵδε μ᾽ ἐκσῴζουσιν, αἵδ᾽ ἐμαὶ τροφοί, αἵδ᾽ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν: ὑμεῖς δ᾽ ἀπ᾽ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον. τοιγάρ σ᾽ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πωὡς αὐτίκ᾽, εἴπερ οἵδε κινοῦνται λόχοιπρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθ᾽ ὅπως πόλινκείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματιπεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου. τοιάσδ᾽ ἀρὰς σφῷν πρόσθε τ᾽ ἐξανῆκ᾽ ἐγὼνῦν τ᾽ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί, ἵν᾽ ἀξιῶτον τοὺς φυτεύσαντας σέβεινκαὶ μὴ' ξατιμάζητον, εἰ τυφλοῦ πατρὸςτοιώδ᾽ ἐφύτην: αἵδε γὰρ τάδ᾽ οὐκ ἔδρων. τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνουςκρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατοςΔίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις. σὺ δ᾽ ἔρρ᾽ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ, κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς, ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίουδόρει κρατῆσαι μήτε νοστῆσαί ποτετὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶθανεῖν κτανεῖν θ᾽ ὑφ᾽ οὗπερ ἐξελήλασαι. τοιαῦτ᾽ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρουστυγνὸν πατρῷον ἔρεβος, ὥς σ᾽ ἀποικίσῃ, καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ᾽ Ἄρητὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα. καὶ ταῦτ᾽ ἀκούσας στεῖχε, κἀξάγγελλ᾽ ἰὼνκαὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θ᾽ ἅμαπιστοῖσι συμμάχοισιν, οὕνεκ᾽ Οἰδίπουςτοιαῦτ᾽ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.
1.48
ΧορόςΠολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖςξυνήδομαί σοι, νῦν τ᾽ ἴθ᾽ ὡς τάχος πάλιν. Πολυνείκηςοἴμοι κελεύθου τῆς τ᾽ ἐμῆς δυσπραξίας, οἴμοι δ᾽ ἑταίρων: οἷον ἆρ᾽ ὁδοῦ τέλοςἌργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ, τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινιἔξεσθ᾽ ἑταίρων, οὐδ᾽ ἀποστρέψαι πάλιν, ἀλλ᾽ ὄντ᾽ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ. ὦ τοῦδ᾽ ὅμαιμοι παῖδες, ἀλλ᾽ ὑμεῖς, ἐπεὶτὰ σκληρὰ πατρὸς κλύετε ταῦτ᾽ ἀρωμένου, μή τοί με πρὸς θεῶν σφώ γ᾽, ἐὰν αἱ τοῦδ᾽ ἀραὶπατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμουςνόστος γένηται, μή μ᾽ ἀτιμάσητέ γε, ἀλλ᾽ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν. καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετοντοῦδ᾽, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσοναἔτ᾽ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας. ἈντιγόνηΠολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι. Πολυνείκηςὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε. Ἀντιγόνηστρέψαι στράτευμ᾽ ἐς Ἄργος ὡς τάχιστά γε, καὶ μὴ σέ τ᾽ αὐτὸν καὶ πόλιν διεργάσῃ. Πολυνείκηςἀλλ᾽ οὐχ οἷόν τε: πῶς γὰρ αὖθις ἂν πάλινστράτευμ᾽ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας; Ἀντιγόνητί δ᾽ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοιπάτραν κατασκάψαντι κέρδος ἔρχεται; Πολυνείκηςαἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ᾽ ἐμὲοὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα. Ἀντιγόνηὁρᾷς τὰ τοῦδ᾽ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρειμαντεύμαθ᾽, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ; Πολυνείκηςχρῄζει γάρ: ἡμῖν δ᾽ οὐχὶ συγχωρητέα. Ἀντιγόνηοἴμοι τάλαινα: τίς δὲ τολμήσει κλύωντὰ τοῦδ᾽ ἕπεσθαι τἀνδρός, οἷ᾽ ἐθέσπισεν; Πολυνείκηςοὐκ ἀγγελοῦμεν φλαῦρ᾽: ἐπεὶ στρατηλάτουχρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.
1.49
Ἀντιγόνηοὕτως ἄρ᾽, ὦ παῖ, ταῦτά σοι δεδογμένα; Πολυνείκηςκαὶ μή μ᾽ ἐπίσχῃς γ᾽: ἀλλ᾽ ἐμοὶ μὲν ἥδ᾽ ὁδὸςἔσται μέλουσα δύσποτμός τε καὶ κακὴπρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ᾽ ἐρινύων: σφῷν δ᾽ εὖ διδοίη Ζεύς, τάδ᾽ εἰ θανόντι μοιτελεῖτ᾽, ἐπεὶ οὔ μοι ζῶντί γ᾽ αὖθις ἕξετον. μέθεσθε δ᾽ ἤδη χαίρετόν τ᾽: οὐ γάρ μ᾽ ἔτι βλέποντ᾽ ἐσόψεσθ᾽ αὖθις. Ἀντιγόνηὦ τάλαιν᾽ ἐγώ. Πολυνείκηςμή τοί μ᾽ ὀδύρου. Ἀντιγόνηκαὶ τίς ἄν σ᾽ ὁρμώμενονεἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι; Πολυνείκηςεἰ χρή, θανοῦμαι. Ἀντιγόνημὴ σύ γ᾽, ἀλλ᾽ ἐμοὶ πιθοῦ. Πολυνείκηςμὴ πεῖθ᾽ ἃ μὴ δεῖ. Ἀντιγόνηδυστάλαινά τἄρ᾽ ἐγώ, εἴ σου στερηθῶ. Πολυνείκηςταῦτα δ᾽ ἐν τῷ δαίμονικαὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δ᾽ οὖν ἐγὼθεοῖς ἀρῶμαι μή ποτ᾽ ἀντῆσαι κακῶν: ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
1.50
Χορόςνέα τάδε νεόθεν ἦλθέ μοικακὰ βαρύποτμὰ παρ᾽ ἀλαοῦ ξένου, εἴ τι μοῖρα μὴ κιγχάνει. μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι. ὁρᾷ ὁρᾷ ταῦτ᾽ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα, τὰ δὲ παρ᾽ ἦμαρ αὖθις αὔξων ἄνω. ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ. Οἰδίπουςὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος, τὸν πάντ᾽ ἄριστον δεῦρο Θησέα πόροι; Ἀντιγόνηπάτερ, τί δ᾽ ἐστὶ τἀξίωμ᾽ ἐφ᾽ ᾧ καλεῖς; ΟἰδίπουςΔιὸς πτερωτὸς ἥδε μ᾽ αὐτίκ᾽ ἄξεταιβροντὴ πρὸς Ἅιδην: ἀλλὰ πέμψαθ᾽ ὡς τάχος.
1.51
Χορόςμέγας, ἴδε, μάλ᾽ ὅδ᾽ ἐρείπεταικτύπος ἄφατος διόβολος: ἐς δ᾽ ἄκρανδεῖμ᾽ ὑπῆλθε κρατὸς φόβαν. ἔπτηξα θυμόν: οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν. τί μὰν ἀφήσει τέλος; δέδοικα δ᾽: οὐ γὰρ ἅλιονἀφορμᾷ ποτ᾽, οὐκ ἄνευ ξυμφορᾶς. ὦ μέγας αἰθήρ, ὦ Ζεῦ. Οἰδίπουςὦ παῖδες, ἥκει τῷδ᾽ ἐπ᾽ ἀνδρὶ θέσφατοςβίου τελευτὴ κοὐκέτ᾽ ἔστ᾽ ἀποστροφή. Ἀντιγόνηπῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις; Οἰδίπουςκαλῶς κάτοιδ᾽: ἀλλ᾽ ὡς τάχιστά μοι μολὼνἄνακτα χώρας τῆσδέ τις πορευσάτω.
1.52
Χορόςἔα ἔα, ἰδοὺ μάλ᾽ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος. ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷματέρι τυγχάνεις ἀφεγγὲς φέρων. ἐναισίου δὲ σοῦ τύχοιμι, μηδ᾽ ἄλαστον ἄνδρ᾽ ἰδὼνἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ. Οἰδίπουςἆρ᾽ ἐγγὺς ἁνήρ; ἆρ᾽ ἔτ᾽ ἐμψύχου, τέκνα, κιχήσεταί μου καὶ κατορθοῦντος φρένα; Ἀντιγόνητί δ᾽ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί; Οἰδίπουςἀνθ᾽ ὧν ἔπασχον εὖ, τελεσφόρον χάρινδοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.
1.53
Χορόςἰὼ ἰὼ παῖ, βᾶθι βᾶθ᾽, εἴτ᾽ ἄκρα, περὶ γύαλ᾽ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνειςβούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ. ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖδικαίαν χάριν παρασχεῖν παθών. σπεῦσον ἄϊσσ᾽, ὦναξ.
1.54
Θησεύςτίς αὖ παρ᾽ ὑμῶν κοινὸς ἠχεῖται κτύπος, σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου; μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρίαχάλαζ᾽ ἐπιρράξασα; πάντα γὰρ θεοῦτοιαῦτα χειμάζοντος εἰκάσαι πάρα. Οἰδίπουςἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶντύχην τις ἐσθλὴν τῆσδ᾽ ἔθηκε τῆς ὁδοῦ. Θησεύςτί δ᾽ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ; Οἰδίπουςῥοπὴ βίου μοι: καί σ᾽ ἅπερ ξυνῄνεσαθέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν. Θησεύςτῷ δ᾽ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ; Οἰδίπουςαὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι, ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων. Θησεύςπῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε; Οἰδίπουςαἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τεστράψαντα χειρὸς τῆς ἀνικήτου βέλη. Θησεύςπείθεις με: πολλὰ γάρ σε θεσπίζονθ᾽ ὁρῶκοὐ ψευδόφημα: χὤ τι χρὴ ποιεῖν λέγε. Οἰδίπουςἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοιγήρως ἄλυπα τῇδε κείσεται πόλει. χῶρον μὲν αὐτὸς αὐτίκ᾽ ἐξηγήσομαι, ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν. τοῦτον δὲ φράζε μή ποτ᾽ ἀνθρώπων τινί, μήθ᾽ οὗ κέκευθε μήτ᾽ ἐν οἷς κεῖται τόποις: ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδεδορός τ᾽ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ. ἃ δ᾽ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ, αὐτὸς μαθήσει, κεῖσ᾽ ὅταν μόλῃς μόνος: ὡς οὔτ᾽ ἂν ἀστῶν τῶνδ᾽ ἂν ἐξείποιμί τῳοὔτ᾽ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως. ἀλλ᾽ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλοςτοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳσήμαιν᾽, ὁ δ᾽ αἰεὶ τὠπιόντι δεικνύτω. χοὔτως ἀδῇον τήνδ᾽ ἐνοικήσεις πόλινσπαρτῶν ἀπ᾽ ἀνδρῶν: αἱ δὲ μυρίαι πόλεις, κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν. θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ᾽ εἰσορῶσ᾽, ὅταντὰ θεῖ᾽ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ: ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν. τὰ μὲν τοιαῦτ᾽ οὖν εἰδότ᾽ ἐκδιδάσκομεν. χῶρον δ᾽, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, στείχωμεν ἤδη μηδ᾽ ἔτ᾽ ἐντρεπώμεθα. ὦ παῖδες, ὧδ᾽ ἕπεσθ᾽: ἐγὼ γὰρ ἡγεμὼνσφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί. χωρεῖτε καὶ μὴ ψαύετ᾽, ἀλλ᾽ ἐᾶτέ μεαὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵναμοῖρ᾽ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί. τῇδ᾽ ὧδε, τῇδε βᾶτε: τῇδε γάρ μ᾽ ἄγειἙρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός. ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ᾽ ἦσθ᾽ ἐμόν, νῦν δ᾽ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας. ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίονκρύψων παρ᾽ Ἅιδην. ἀλλά, φίλτατε ξένων, αὐτός τε χώρα θ᾽ ἥδε πρόσπολοί τε σοὶεὐδαίμονες γένοισθε, κἀπ᾽ εὐπραξίᾳμέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.
1.55
Χορόςεἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸνκαὶ σὲ λιταῖς σεβίζειν, ἐννυχίων ἄναξ, Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαιἄπονα μήτ᾽ ἐπὶ βαρυαχεῖξένον ἐξανύσαιμόρῳ τὰν παγκευθῆ κάτωνεκρῶν πλάκα καὶ Στύγιον δόμον. πολλῶν γὰρ ἂν καὶ μάτανπημάτων ἱκνουμένωνπάλιν σφε δαίμων δίκαιος αὔξοι.
1.56
Χορόςὦ χθόνιαι θεαὶ σῶμά τ᾽ ἀνικάτουθηρός, ὃν ἐν πύλαισιταῖσι πολυξένοιςεὐνᾶσθαι κνυζεῖσθαί τ᾽ ἐξ ἄντρωνἀδάματον φύλακα παρ᾽ Ἁίδᾳλόγος αἰὲν ἔχει: τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου, κατεύχομαι ἐν καθαρῷ βῆναιὁρμωμένῳ νερτέραςτῷ ξένῳ νεκρῶν πλάκας: σέ τοι κικλήσκω τὸν αἰένυπνον.
1.57
Ἄγγελοςἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂντύχοιμι λέξας Οἰδίπουν ὀλωλότα: ἃ δ᾽ ἦν τὰ πραχθέντ᾽, οὔθ᾽ ὁ μῦθος ἐν βραχεῖφράσαι πάρεστιν οὔτε τἄργ᾽ ὅσ᾽ ἦν ἐκεῖ. Χορόςὄλωλε γὰρ δύστηνος; Ἄγγελοςὡς λελοιπότακεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο. Χορόςπῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ; ἈγγελοςἌγγελοςταῦτ᾽ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον. ὡς μὲν γὰρ ἐνθένδ᾽ εἷρπε, καὶ σύ που παρὼνἔξοισθ᾽, ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλ᾽ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος. ἐπεὶ δ᾽ ἀφῖκτο τὸν καταρράκτην ὀδὸνχαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον, ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ, κοίλου πέλας κρατῆρος, οὗ τὰ ΘησέωςΠερίθου τε κεῖται πίστ᾽ ἀεὶ ξυνθήματα. ἀφ᾽ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρουκοίλης τ᾽ ἀχέρδου κἀπὸ λαΐνου τάφου, καθέζετ᾽: εἶτ᾽ ἔλυσε δυσπινεῖς στολάς. κἄπειτ᾽ ἀΰσας παῖδας ἠνώγει ῥυτῶνὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν: τὼ δ᾽ εὐχλόου Δήμητρος εἰς προσόψιονπάγον μολοῦσαι τάσδ᾽ ἐπιστολὰς πατρὶταχεῖ' πόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νινἐσθῆτί τ᾽ ἐξήσκησαν ᾗ νομίζεται. ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴνκοὐκ ἦν ἔτ᾽ οὐδὲν ἀργὸν ὧν ἐφίετο, κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοιῥίγησαν, ὡς ἤκουσαν: ἐς δὲ γούναταπατρὸς πεσοῦσαι' κλαιον οὐδ᾽ ἀνίεσανστέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους. ὁ δ᾽ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ᾽ αὐταῖς χεῖρας εἶπεν: ὦ τέκνα, οὐκ ἔστ᾽ ἔθ᾽ ὑμῖν τῇδ᾽ ἐν ἡμέρᾳ πατήρ. ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτιτὴν δυσπόνητον ἕξετ᾽ ἀμφ᾽ ἐμοὶ τροφήν: σκληρὰν μέν, οἶδα, παῖδες: ἀλλ᾽ ἓν γὰρ μόνοντὰ πάντα λύει ταῦτ᾽ ἔπος μοχθήματα. τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέονἢ τοῦδε τἀνδρὸς ἔσχεθ᾽, οὗ τητώμεναιτὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.
1.58
τοιαῦτ᾽ ἐπ᾽ ἀλλήλοισιν ἀμφικείμενοιλύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλοςγόων ἀφίκοντ᾽ οὐδ᾽ ἔτ᾽ ὠρώρει βοή, ἦν μὲν σιωπή: φθέγμα δ᾽ ἐξαίφνης τινὸςθώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίαςστῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας, καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός: ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομενχωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται. ὁ δ᾽ ὡς ἐπῄσθετ᾽ ἐκ θεοῦ καλούμενος, αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα. κἀπεὶ προσῆλθεν, εἶπεν: ὦ φίλον κάρα, δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις, ὑμεῖς τε, παῖδες, τῷδε: καὶ καταίνεσονμήποτε προδώσειν τάσδ᾽ ἑκών, τελεῖν δ᾽ ὅσ᾽ ἂνμέλλῃς φρονῶν εὖ ξυμφέροντ᾽ αὐτοῖς ἀεί. ὁ δ᾽, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτακατῄνεσεν τάδ᾽ ὅρκιος δράσειν ξένῳ. ὅπως δὲ ταῦτ᾽ ἔδρασεν, εὐθὺς Οἰδίπουςψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει: ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶχωρεῖν τόπων ἐκ τῶνδε, μηδ᾽ ἃ μὴ θέμιςλεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν, ἀλλ᾽ ἕρπεθ᾽ ὡς τάχιστα: πλὴν ὁ κύριοςΘησεὺς παρέστω μανθάνων τὰ δρώμενα. τοσαῦτα φωνήσαντος εἰσηκούσαμενξύμπαντες: ἀστακτὶ δὲ σὺν ταῖς παρθένοιςστένοντες ὡμαρτοῦμεν. ὡς δ᾽ ἀπήλθομεν, χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεντὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ᾽ ἔτι, ἄνακτα δ᾽ αὐτὸν ὀμμάτων ἐπίσκιονχεῖρ᾽ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινοςφόβου φανέντος οὐδ᾽ ἀνασχετοῦ βλέπειν. ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθ᾽ ἅμακαὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ. μόρῳ δ᾽ ὁποίῳ κεῖνος ὤλετ᾽, οὐδ᾽ ἂν εἷςθνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα. οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦκεραυνὸς ἐξέπραξεν οὔτε ποντίαθύελλα κινηθεῖσα τῷ τότ᾽ ἐν χρόνῳ, ἀλλ᾽ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρωνεὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον. ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοιςἀλγεινὸς ἐξεπέμπετ᾽, ἀλλ᾽ εἴ τις βροτῶνθαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν, οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. Χορόςποῦ δ᾽ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων; Ἄγγελοςαἵδ᾽ οὐχ ἑκάς: γόων γὰρ οὐκ ἀσήμονεςφθόγγοι σφε σημαίνουσι δεῦρ᾽ ὁρμωμένας.
1.59
Ἀντιγόνηαἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴοὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτονἄλαστον αἷμα δυσμόροιν στενάζειν, ᾧτινι τὸν πολὺνἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν, ἐν πυμάτῳ δ᾽ ἀλόγιστα παροίσομενἰδόντε καὶ παθόντε. Χορόςτί δ᾽ ἔστιν; Ἀντιγόνηἔστιν μὲν εἰκάσαι, φίλοι. Χορόςβέβηκεν; Ἀντιγόνηὡς μάλιστ᾽ ἂν ἐν πόθῳ λάβοις. τί γάρ, ὅτῳ μήτ᾽ Ἄρηςμήτε πόντος ἀντέκυρσεν, ἄσκοποι δὲ πλάκες ἔμαρψανἐν ἀφανεῖ τινι μόρῳ φερόμενον. τάλαινα: νῶν δ᾽ ὀλεθρίανὺξ ἐπ᾽ ὄμμασιν βέβακε. πῶς γὰρ ἤ τιν᾽ ἀπίανγᾶν ἢ πόντιον κλύδων᾽ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν; Ἰσμήνηοὐ κάτοιδα. κατά με φόνιοςἈΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷτάλαιναν, ὡς ἔμοιγ᾽ ὁ μέλλων βίος οὐ βιωτός. Χορόςὦ διδύμα τέκνων ἀρίστα, τὸ φέρον ἐκ θεοῦ φέρειν, μηδὲν ἄγαν φλέγεσθον: οὔ τοι κατάμεμπτ᾽ ἔβητον.
1.60
Ἀντιγόνηπόθος τοὶ καὶ κακῶν ἄρ᾽ ἦν τις. καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον, ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον. ὦ πάτερ, ὦ φίλος, ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος: οὐδέ γ᾽ ἔνερθ᾽ ἀφίλητος ἐμοί ποτεκαὶ τᾷδε μὴ κυρήσῃς. Χορόςἔπραξεν; Ἀντιγόνηἔπραξεν οἷον ἤθελεν. Χορόςτὸ ποῖον; Ἀντιγόνηἇς ἔχρῃζε γᾶς ἐπὶ ξέναςἔθανε: κοίταν δ᾽ ἔχεινέρθεν εὐσκίαστον αἰέν, οὐδὲ πένθος ἔλιπ᾽ ἄκλαυτον. ἀνὰ γὰρ ὄμμα σε τόδ᾽, ὦ πάτερ, ἐμὸνστένει δακρῦον, οὐδ᾽ ἔχωπῶς με χρὴ τὸ σὸν τάλαινανἀφανίσαι τοσόνδ᾽ ἄχος. ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλ᾽ ἔρημος ἔθανες ὧδέ μοι. Ἰσμήνηὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδ᾽* ἐπαμμένει σέ τ᾽, ὦ φίλα, τὰς πατρὸς ὧδ᾽ ἐρήμας; Χορόςἀλλ᾽ ἐπεὶ ὀλβίως γ᾽ ἔλυσεντὸ τέλος, ὦ φίλαι, βίου, λήγετε τοῦδ᾽ ἄχους: κακῶν γὰρ δυσάλωτος οὐδείς.
1.61
Ἀντιγόνηπάλιν, φίλα, συθῶμεν. Ἰσμήνηὡς τί ῥέξομεν; Ἀντιγόνηἵμερος ἔχει με. Ἰσμήνητίς; Ἀντιγόνητὰν χθόνιον ἑστίαν ἰδεῖνἸσμήνητίνος; Ἀντιγόνηπατρός, τάλαιν᾽ ἐγώ. Ἰσμήνηθέμις δὲ πῶς τάδ᾽ ἐστί; μῶν οὐχ ὁρᾷς; Ἀντιγόνητί τόδε ἐπέπληξας; Ἰσμήνηκαὶ τόδ᾽, ὡςἈντιγόνητί τόδε μάλ᾽ αὖθις; Ἰσμήνηἄταφος ἔπιτνε δίχα τε παντός. Ἀντιγόνηἄγε με, καὶ τότ᾽ ἐπενάριξον. Ἰσμήνηαἰαῖ, δυστάλαινα, ποῦ δῆτ᾽ αὖθις ὧδ᾽ ἔρημος ἄποροςαἰῶνα τλάμον᾽ ἕξω;
1.62
Χορόςφίλαι, τρέσητε μηδέν. Ἀντιγόνηἀλλὰ ποῖ φύγω; Χορόςκαὶ πάρος ἀπέφυγεἈντιγόνητί; Χορόςτὰ σφῷν τὸ μὴ πίτνειν κακῶς. Ἀντιγόνηφρονῶ. Χορόςτί δῆθ᾽ ὅπερ νοεῖς; Ἀντιγόνηὅπως μολούμεθ᾽ ἐς δόμους οὐκ ἔχω. Χορόςμηδέ γε μάτευε. Ἀντιγόνημόγος ἔχει. Χορόςκαὶ πάρος ἐπεῖχε. Ἀντιγόνητοτὲ μὲν ἄπορα, τοτὲ δ᾽ ὕπερθεν. Χορόςμέγ᾽ ἄρα πέλαγος ἐλάχετόν τι. Ἀντιγόνηναὶ ναί. Χορόςξύμφημι καὐτός. Ἀντιγόνηαἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ; ἐλπίδων γὰρ ἐς τίν᾽ ἔτι μεδαίμων τανῦν γ᾽ ἐλαύνει;
1.63
Θησεύςπαύετε θρήνων, παῖδες: ἐν οἷς γὰρχάρις ἡ χθονία ξύν᾽ ἀπόκειται, πενθεῖν οὐ χρή: νέμεσις γάρ. Ἀντιγόνηὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι. Θησεύςτίνος, ὦ παῖδες, χρείας ἀνύσαι; Ἀντιγόνητύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου. Θησεύςἀλλ᾽ οὐ θεμιτόν. Ἀντιγόνηπῶς εἶπας, ἄναξ, κοίραν᾽ Ἀθηνῶν; Θησεύςὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνοςμήτε πελάζειν ἐς τούσδε τόπουςμήτ᾽ ἐπιφωνεῖν μηδένα θνητῶνθήκην ἱεράν, ἣν κεῖνος ἔχει. καὶ ταῦτά μ᾽ ἔφη πράσσοντα καλῶςχώραν ἕξειν αἰὲν ἄλυπον. ταῦτ᾽ οὖν ἔκλυεν δαίμων ἡμῶνχὠ πάντ᾽ ἀΐων Διὸς Ὅρκος. Ἀντιγόνηἀλλ᾽ εἰ τάδ᾽ ἔχει κατὰ νοῦν κείνῳ, ταῦτ᾽ ἂν ἀπαρκοῖ: Θήβας δ᾽ ἡμᾶςτὰς ὠγυγίους πέμψον, ἐάν πωςδιακωλύσωμεν ἰόντα φόνοντοῖσιν ὁμαίμοις. Θησεύςδράσω καὶ τάδε καὶ πάνθ᾽ ὁπόσ᾽ ἂνμέλλω πράσσειν πρόσφορά θ᾽ ὑμῖνκαὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει, πρὸς χάριν: οὐ δεῖ μ᾽ ἀποκάμνειν. Χορόςἀλλ᾽ ἀποπαύετε μηδ᾽ ἐπὶ πλείωθρῆνον ἐγείρετε: πάντως γὰρ ἔχει τάδε κῦρος.

Intertext edge

Open linked passage

Note