Oedipusrex
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/sophocles" aria-label="More works by Sofocles">
—
⋯
Original / primary: Textus receptus
1.1
Οἰδίπουςὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, τίνας ποθ᾽ ἕδρας τάσδε μοι θοάζετεἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων: ἁγὼ δικαιῶν μὴ παρ᾽ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ᾽ ἐλήλυθα, ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. ἀλλ᾽ ὦ γεραιέ, φράζ᾽, ἐπεὶ πρέπων ἔφυςπρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂνἐμοῦ προσαρκεῖν πᾶν: δυσάλγητος γὰρ ἂνεἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν.
1.2
Ἱερεύςἀλλ᾽ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθαβωμοῖσι τοῖς σοῖς: οἱ μὲν οὐδέπω μακρὰνπτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τ᾽ ᾐθέωνλεκτοί: τὸ δ᾽ ἄλλο φῦλον ἐξεστεμμένονἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖςναοῖς, ἐπ᾽ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγανἤδη σαλεύει κἀνακουφίσαι κάραβυθῶν ἔτ᾽ οὐχ οἵα τε φοινίου σάλου, φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, φθίνουσα δ᾽ ἀγέλαις βουνόμοις τόκοισί τεἀγόνοις γυναικῶν: ἐν δ᾽ ὁ πυρφόρος θεὸςσκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ᾽ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ᾽ Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σ᾽ ἐγὼοὐδ᾽ οἵδε παῖδες ἑζόμεσθ᾽ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίουκρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς: ὅς γ᾽ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼνσκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, καὶ ταῦθ᾽ ὑφ᾽ ἡμῶν οὐδὲν ἐξειδὼς πλέονοὐδ᾽ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦλέγει νομίζει θ᾽ ἡμὶν ὀρθῶσαι βίον: νῦν τ᾽, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, ἱκετεύομέν σε πάντες οἵδε πρόστροποιἀλκήν τιν᾽ εὑρεῖν ἡμίν, εἴτε του θεῶνφήμην ἀκούσας εἴτ᾽ ἀπ᾽ ἀνδρὸς οἶσθά του: ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰςζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. ἴθ᾽, ὦ βροτῶν ἄριστ᾽, ἀνόρθωσον πόλιν, ἴθ᾽, εὐλαβήθηθ᾽: ὡς σὲ νῦν μὲν ἥδε γῆσωτῆρα κλῄζει τῆς πάρος προθυμίας: ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθαστάντες τ᾽ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. ἀλλ᾽ ἀσφαλείᾳ τήνδ᾽ ἀνόρθωσον πόλιν: ὄρνιθι γὰρ καὶ τὴν τότ᾽ αἰσίῳ τύχηνπαρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ. ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν: ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦςἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
1.3
Οἰδίπουςὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοιπροσήλθεθ᾽ ἱμείροντες: εὖ γὰρ οἶδ᾽ ὅτινοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼοὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν᾽ ἔρχεταιμόνον καθ᾽ αὑτὸν κοὐδέν᾽ ἄλλον, ἡ δ᾽ ἐμὴψυχὴ πόλιν τε κἀμὲ καὶ σ᾽ ὁμοῦ στένει. ὥστ᾽ οὐχ ὕπνῳ γ᾽ εὕδοντά μ᾽ ἐξεγείρετε, ἀλλ᾽ ἴστε πολλὰ μέν με δακρύσαντα δή, πολλὰς δ᾽ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις: ἣν δ᾽ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην, ταύτην ἔπραξα: παῖδα γὰρ ΜενοικέωςΚρέοντ᾽, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰἔπεμψα Φοίβου δώμαθ᾽, ὡς πύθοιθ᾽ ὅ τιδρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. καί μ᾽ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳλυπεῖ τί πράσσει: τοῦ γὰρ εἰκότος πέραἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. ὅταν δ᾽ ἵκηται, τηνικαῦτ᾽ ἐγὼ κακὸςμὴ δρῶν ἂν εἴην πάνθ᾽ ὅσ᾽ ἂν δηλοῖ θεός.
1.4
Ἱερεύςἀλλ᾽ εἰς καλὸν σύ τ᾽ εἶπας οἵδε τ᾽ ἀρτίωςΚρέοντα προσστείχοντα σημαίνουσί μοι. Οἰδίπουςὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳσωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματιἹερεύςἀλλ᾽ εἰκάσαι μέν, ἡδύς: οὐ γὰρ ἂν κάραπολυστεφὴς ὧδ᾽ εἷρπε παγκάρπου δάφνης. Οἰδίπουςτάχ᾽ εἰσόμεσθα: ξύμμετρος γὰρ ὡς κλύειν. ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, τίν᾽ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων; Κρέωνἐσθλήν: λέγω γὰρ καὶ τὰ δύσφορ᾽, εἰ τύχοικατ᾽ ὀρθὸν ἐξελθόντα, πάντ᾽ ἂν εὐτυχεῖν. Οἰδίπουςἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺςοὔτ᾽ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. Κρέωνεἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. Οἰδίπουςἐς πάντας αὔδα: τῶνδε γὰρ πλέον φέρωτὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. Κρέωνλέγοιμ᾽ ἂν οἷ᾽ ἤκουσα τοῦ θεοῦ πάρα. ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξμίασμα χώρας, ὡς τεθραμμένον χθονὶἐν τῇδ᾽, ἐλαύνειν μηδ᾽ ἀνήκεστον τρέφειν. Οἰδίπουςποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς; Κρέωνἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλινλύοντας, ὡς τόδ᾽ αἷμα χειμάζον πόλιν.
1.5
Οἰδίπουςποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην; Κρέωνἦν ἡμίν, ὦναξ, Λάϊός ποθ᾽ ἡγεμὼνγῆς τῆσδε, πρὶν σὲ τήνδ᾽ ἀπευθύνειν πόλιν. Οἰδίπουςἔξοιδ᾽ ἀκούων: οὐ γὰρ εἰσεῖδόν γέ πω. Κρέωντούτου θανόντος νῦν ἐπιστέλλει σαφῶςτοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. Οἰδίπουςοἳ δ᾽ εἰσὶ ποῦ γῆς; ποῦ τόδ᾽ εὑρεθήσεταιἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; Κρέωνἐν τῇδ᾽ ἔφασκε γῇ: τὸ δὲ ζητούμενονἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον. Οἰδίπουςπότερα δ᾽ ἐν οἴκοις ἢ' ν ἀγροῖς ὁ Λάϊοςἢ γῆς ἐπ᾽ ἄλλης τῷδε συμπίπτει φόνῳ; Κρέωνθεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλινπρὸς οἶκον οὐκέθ᾽ ἵκεθ᾽, ὡς ἀπεστάλη. Οἰδίπουςοὐδ᾽ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦκατεῖδ᾽, ὅτου τις ἐκμαθὼν ἐχρήσατ᾽ ἄν; Κρέωνθνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼνὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ᾽ εἰδὼς φράσαι. Οἰδίπουςτὸ ποῖον; ἓν γὰρ πόλλ᾽ ἂν ἐξεύροι μαθεῖν, ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. Κρέωνλῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. Οἰδίπουςπῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳἐπράσσετ᾽ ἐνθένδ᾽, ἐς τόδ᾽ ἂν τόλμης ἔβη; Κρέωνδοκοῦντα ταῦτ᾽ ἦν: Λαΐου δ᾽ ὀλωλότοςοὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. Οἰδίπουςκακὸν δὲ ποῖον ἐμποδών, τυραννίδοςοὕτω πεσούσης, εἶργε τοῦτ᾽ ἐξειδέναι; Κρέωνἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖνμεθέντας ἡμᾶς τἀφανῆ προσήγετο.
1.6
Οἰδίπουςἀλλ᾽ ἐξ ὑπαρχῆς αὖθις αὔτ᾽ ἐγὼ φανῶ: ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺπρὸ τοῦ θανόντος τήνδ᾽ ἔθεσθ᾽ ἐπιστροφήν: ὥστ᾽ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχονγῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ᾽ ἅμα. ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλ᾽ αὐτὸς αὑτοῦ τοῦτ᾽ ἀποσκεδῶ μύσος. ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχ᾽ ἂνκἄμ᾽ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθ᾽ ἕλοι. κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. ἀλλ᾽ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρωνἵστασθε, τούσδ᾽ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδ᾽ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος: ἢ γὰρ εὐτυχεῖςσὺν τῷ θεῷ φανούμεθ᾽ ἢ πεπτωκότες. Ἱερεύςὦ παῖδες, ἱστώμεσθα: τῶνδε γὰρ χάρινκαὶ δεῦρ᾽ ἔβημεν ὧν ὅδ᾽ ἐξαγγέλλεται. Φοῖβος δ᾽ ὁ πέμψας τάσδε μαντείας ἅμασωτήρ δ᾽ ἵκοιτο καὶ νόσου παυστήριος.
1.7
Χορόςὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσουΠυθῶνος ἀγλαὰς ἔβαςΘήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, ἰήιε Δάλιε Παιάν, ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέονἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος. εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
1.8
Χορόςπρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτ᾽ Ἀθάναγαιάοχόν τ᾽ ἀδελφεὰνἌρτεμιν, ἃ κυκλόεντ᾽ ἀγορᾶς θρόνον εὐκλέαθάσσει, καὶ Φοῖβον ἑκαβόλον, ἰὼτρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι, εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλειἠνύσατ᾽ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
1.9
Χορόςὦ πόποι, ἀνάριθμα γὰρ φέρωπήματα: νοσεῖ δέ μοι πρόπας στόλος, οὐδ᾽ ἔνι φροντίδος ἔγχοςᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονακλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισινἰηίων καμάτων ἀνέχουσι γυναῖκες: ἄλλον δ᾽ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνινκρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενονἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
1.10
Χορόςὧν πόλις ἀνάριθμος ὄλλυται: νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως: ἐν δ᾽ ἄλοχοι πολιαί τ᾽ ἔπι ματέρεςἀχὰν παραβώμιον ἄλλοθεν ἄλλανλυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν. παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλοςὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, εὐῶπα πέμψον ἀλκάν.
1.11
ΧορόςἌρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδωνφλέγει με περιβόατον, ἀντιάζωπαλίσσυτον δράμημα νωτίσαι πάτραςἔπουρον, εἴτ᾽ ἐς μέγαν θάλαμον Ἀμφιτρίταςεἴτ᾽ ἐς τὸν ἀπόξενον ὅρμωνΘρῄκιον κλύδωνα: τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, τοῦτ᾽ ἐπ᾽ ἦμαρ ἔρχεται: τόν, ὦ τᾶν πυρφόρωνἀστραπᾶν κράτη νέμων, ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
1.12
ΧορόςΛύκει᾽ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπ᾽ ἀγκυλᾶνβέλεα θέλοιμ᾽ ἂν ἀδάματ᾽ ἐνδατεῖσθαιἀρωγὰ προσταχθέντα τάς τε πυρφόρουςἈρτέμιδος αἴγλας, ξὺν αἷς Λύκι᾽ ὄρεα διᾴσσει: τὸν χρυσομίτραν τε κικλήσκω, τᾶσδ᾽ ἐπώνυμον γᾶς, οἰνῶπα Βάκχον εὔιον, Μαινάδων ὁμόστολον, πελασθῆναι φλέγοντ᾽ ἀγλαῶπιπεύκᾳ' πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
1.13
Οἰδίπουςαἰτεῖς: ἃ δ᾽ αἰτεῖς, τἄμ᾽ ἐὰν θέλῃς ἔπηκλύων δέχεσθαι τῇ νόσῳ θ᾽ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν: ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ᾽ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος: οὐ γὰρ ἂν μακρὰνἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, νῦν δ᾽ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε: ὅστις ποθ᾽ ὑμῶν Λάϊον τὸν Λαβδάκουκάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί: κεἰ μὲν φοβεῖται, τοὐπίκλημ᾽ ὑπεξελεῖναὐτὸν καθ᾽ αὑτοῦ: πείσεται γὰρ ἄλλο μὲνἀστεργὲς οὐδέν. γῆς δ᾽ ἄπεισιν ἀσφαλής. εἰ δ᾽ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸςτὸν αὐτόχειρα, μὴ σιωπάτω: τὸ γὰρκέρδος τελῶ' γὼ χἠ χάρις προσκείσεται. εἰ δ᾽ αὖ σιωπήσεσθε, καί τις ἢ φίλουδείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. τὸν ἄνδρ᾽ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆςτῆσδ᾽, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω, μήτ᾽ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, μήτ᾽ ἐν θεῶν εὐχαῖσι μήτε θύμασινκοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν: ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων πάντας, ὡς μιάσματοςτοῦδ᾽ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦμαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονιτῷ τ᾽ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω: κατεύχομαι δὲ τὸν δεδρακότ᾽, εἴτε τιςεἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον: ἐπεύχομαι δ᾽, οἴκοισιν εἰ ξυνέστιοςἐν τοῖς ἐμοῖς γένοιτ᾽ ἐμοῦ συνειδότος, παθεῖν ἅπερ τοῖσδ᾽ ἀρτίως ἠρασάμην. ὑμῖν δὲ ταῦτα πάντ᾽ ἐπισκήπτω τελεῖν, ὑπέρ τ᾽ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τεγῆς ὧδ᾽ ἀκάρπως κἀθέως ἐφθαρμένης.
1.14
οὐδ᾽ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γ᾽ ἀρίστου βασιλέως τ᾽ ὀλωλότος, ἀλλ᾽ ἐξερευνᾶν: νῦν δ᾽ ἐπεὶ κυρῶ γ᾽ ἐγὼἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχ᾽ ὁμόσπορον, κοινῶν τε παίδων κοίν᾽ ἄν, εἰ κείνῳ γένοςμὴ' δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα: νῦν δ᾽ ἐς τὸ κείνου κρᾶτ᾽ ἐνήλαθ᾽ ἡ τύχη: ἀνθ᾽ ὧν ἐγὼ τάδ᾽, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶτοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ᾽ Ἀγήνορος. καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺςμήτ᾽ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰμήτ᾽ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳτῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ᾽ ἐχθίονι: ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοιςτάδ᾽ ἔστ᾽ ἀρέσκονθ᾽, ἥ τε σύμμαχος Δίκηχοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί.
1.15
Χορόςὥσπερ μ᾽ ἀραῖον ἔλαβες, ὧδ᾽, ἄναξ, ἐρῶ. οὔτ᾽ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ᾽ ἔχωδεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦνΦοίβου τόδ᾽ εἰπεῖν, ὅστις εἴργασταί ποτε. Οἰδίπουςδίκαι᾽ ἔλεξας: ἀλλ᾽ ἀναγκάσαι θεοὺςἃν μὴ θέλωσιν οὐδ᾽ ἂν εἷς δύναιτ᾽ ἀνήρ. Χορόςτὰ δεύτερ᾽ ἐκ τῶνδ᾽ ἂν λέγοιμ᾽ ἁμοὶ δοκεῖ. Οἰδίπουςεἰ καὶ τρίτ᾽ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. Χορόςἄνακτ᾽ ἄνακτι ταὔθ᾽ ὁρῶντ᾽ ἐπίσταμαιμάλιστα Φοίβῳ Τειρεσίαν, παρ᾽ οὗ τις ἂνσκοπῶν τάδ᾽, ὦναξ, ἐκμάθοι σαφέστατα. Οἰδίπουςἀλλ᾽ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ᾽ ἐπραξάμην. ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦςπομπούς: πάλαι δὲ μὴ παρῶν θαυμάζεται. Χορόςκαὶ μὴν τά γ᾽ ἄλλα κωφὰ καὶ παλαί᾽ ἔπη. Οἰδίπουςτὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. Χορόςθανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. Οἰδίπουςἤκουσα κἀγώ. τὸν δ᾽ ἰδόντ᾽ οὐδεὶς ὁρᾷ. Χορόςἀλλ᾽ εἴ τι μὲν δὴ δείματός γ᾽ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ᾽ ἀράς, Οἰδίπουςᾧ μή' στι δρῶντι τάρβος, οὐδ᾽ ἔπος φοβεῖ. Χορόςἀλλ᾽ οὑξελέγξων αὐτὸν ἔστιν: οἵδε γὰρτὸν θεῖον ἤδη μάντιν ὧδ᾽ ἄγουσιν, ᾧτἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ.
1.16
Οἰδίπουςὦ πάντα νωμῶν Τειρεσία, διδακτά τεἄρρητά τ᾽, οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ᾽ ὅμωςοἵᾳ νόσῳ σύνεστιν: ἧς σὲ προστάτηνσωτῆρά τ᾽, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσινμόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖκτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. σύ νυν φθονήσας μήτ᾽ ἀπ᾽ οἰωνῶν φάτινμήτ᾽ εἴ τιν᾽ ἄλλην μαντικῆς ἔχεις ὁδόν, ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ᾽ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος. ἐν σοὶ γὰρ ἐσμέν: ἄνδρα δ᾽ ὠφελεῖν ἀφ᾽ ὧνἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. Τειρεσίαςφεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέληλύῃ φρονοῦντι: ταῦτα γὰρ καλῶς ἐγὼεἰδὼς διώλεσ᾽: οὐ γὰρ ἂν δεῦρ᾽ ἱκόμην. Οἰδίπουςτί δ᾽ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. Τειρεσίαςἄφες μ᾽ ἐς οἴκους: ῥᾷστα γὰρ τὸ σόν τε σὺκἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. Οἰδίπουςοὔτ᾽ ἔννομ᾽ εἶπας οὔτε προσφιλῆ πόλειτῇδ᾽, ἥ σ᾽ ἔθρεψε, τήνδ᾽ ἀποστερῶν φάτιν. Τειρεσίαςὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ᾽ ἰὸνπρὸς καιρόν: ὡς οὖν μηδ᾽ ἐγὼ ταὐτὸν πάθω— Οἰδίπουςμὴ πρὸς θεῶν φρονῶν γ᾽ ἀποστραφῇς, ἐπεὶπάντες σε προσκυνοῦμεν οἵδ᾽ ἱκτήριοι. Τειρεσίαςπάντες γὰρ οὐ φρονεῖτ᾽: ἐγὼ δ᾽ οὐ μή ποτετἄμ᾽, ὡς ἂν εἴπω μὴ τὰ σ᾽, ἐκφήνω κακά.
1.17
ΟἰδίπουςΤί φῄς; Ξυνειδὼς οὐ φράσεις, ἀλλ’ ἐννοεῖς 330ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; ΤειρεσίαςἘγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ· τί ταῦτ’ ἄλλως ἐλέγχεις; Οὐ γὰρ ἂν πύθοιό μου. ΟἰδίπουςΟὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρουφύσιν σύ γ’ ὀργάνειας, ἐξερεῖς ποτε, 335ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτελεύτητος φανῇ; ΤειρεσίαςὈργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ ὁμοῦναίουσαν οὐ κατεῖδες, ἀλλ’ ἐμὲ ψέγεις. ΟἰδίπουςΤίς γὰρ τοιαῦτ’ ἂν οὐκ ἂν ὀργίζοιτ’ ἔπηκλύων ἃ νῦν σὺ τήνδ’ ἀτιμάζεις πόλιν; 340ΤειρεσίαςἭξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. ΟἰδίπουςΟὐκοῦν ἅ γ’ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. ΤειρεσίαςΟὐκ ἄν πέρα φράσαιμι· πρὸς τάδ’, εἰ θέλεις, θυμοῦ δι’ ὀργῆς ἥτις ἀγριωτάτη. Οἰδίπουςκαὶ μὴν παρήσω γ᾽ οὐδέν, ὡς ὀργῆς ἔχω, ἅπερ ξυνίημ᾽. ἴσθι γὰρ δοκῶν ἐμοὶκαὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ᾽, ὅσονμὴ χερσὶ καίνων· εἰ δ᾽ ἐτύγχανες βλέπων, καὶ τοὔργον ἂν σοῦ τοῦτ᾽ ἔφην εἶναι μόνου. Τειρεσίας. ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματιᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ ἡμέραςτῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ ἐμέ, ὡς ὄντι γῆς τῆσδ’ ἀνοσίῳ μιάστορι.
1.18
Οἰδίπουςοὕτως ἀναιδῶς ἐξεκίνησας τόδετὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; Τειρεσίαςπέφευγα: τἀληθὲς γὰρ ἰσχῦον τρέφω. Οἰδίπουςπρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. Τειρεσίαςπρὸς σοῦ: σὺ γάρ μ᾽ ἄκοντα προυτρέψω λέγειν. Οἰδίπουςποῖον λόγον; λέγ᾽ αὖθις, ὡς μᾶλλον μάθω. Τειρεσίαςοὐχὶ ξυνῆκας πρόσθεν; ἢ' κπειρᾷ λέγων; Οἰδίπουςοὐχ ὥστε γ᾽ εἰπεῖν γνωστόν: ἀλλ᾽ αὖθις φράσον. Τειρεσίαςφονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. Οἰδίπουςἀλλ᾽ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. Τειρεσίαςεἴπω τι δῆτα κἄλλ᾽, ἵν᾽ ὀργίζῃ πλέον; Οἰδίπουςὅσον γε χρῄζεις: ὡς μάτην εἰρήσεται. Τειρεσίαςλεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοιςαἴσχισθ᾽ ὁμιλοῦντ᾽, οὐδ᾽ ὁρᾶν ἵν᾽ εἶ κακοῦ. Οἰδίπουςἦ καὶ γεγηθὼς ταῦτ᾽ ἀεὶ λέξειν δοκεῖς; Τειρεσίαςεἴπερ τί γ᾽ ἐστὶ τῆς ἀληθείας σθένος. Οἰδίπουςἀλλ᾽ ἔστι, πλὴν σοί: σοὶ δὲ τοῦτ᾽ οὐκ ἔστ᾽ ἐπεὶτυφλὸς τά τ᾽ ὦτα τόν τε νοῦν τά τ᾽ ὄμματ᾽ εἶ. Τειρεσίαςσὺ δ᾽ ἄθλιός γε ταῦτ᾽ ὀνειδίζων, ἃ σοὶοὐδεὶς ὃς οὐχὶ τῶνδ᾽ ὀνειδιεῖ τάχα. Οἰδίπουςμιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτ᾽ ἐμὲμήτ᾽ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτ᾽ ἄν. Τειρεσίαςοὐ γάρ σε μοῖρα πρός γ᾽ ἐμοῦ πεσεῖν, ἐπεὶἱκανὸς Ἀπόλλων, ᾧ τάδ᾽ ἐκπρᾶξαι μέλει. ΟἰδίπουςΚρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; ΤειρεσίαςΚρέων δέ σοι πῆμ᾽ οὐδέν, ἀλλ᾽ αὐτὸς σὺ σοί.
1.19
Οἰδίπουςὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνηςὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, ὅσος παρ᾽ ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ᾽ ἀρχῆς οὕνεχ᾽, ἣν ἐμοὶ πόλιςδωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾳ μ᾽ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσινμόνον δέδορκε, τὴν τέχνην δ᾽ ἔφυ τυφλός. ἐπεί, φέρ᾽ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; πῶς οὐκ, ὅθ᾽ ἡ ῥαψῳδὸς ἐνθάδ᾽ ἦν κύων, ηὔδας τι τοῖσδ᾽ ἀστοῖσιν ἐκλυτήριον; καίτοι τό γ᾽ αἴνιγμ᾽ οὐχὶ τοὐπιόντος ἦνἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει: ἣν οὔτ᾽ ἀπ᾽ οἰωνῶν σὺ προυφάνης ἔχωνοὔτ᾽ ἐκ θεῶν του γνωτόν: ἀλλ᾽ ἐγὼ μολών, ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, γνώμῃ κυρήσας οὐδ᾽ ἀπ᾽, οἰωνῶν μαθών: ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοιςπαραστατήσειν τοῖς Κρεοντείοις πέλας. κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδεἀγηλατήσειν: εἰ δὲ μὴ' δόκεις γέρωνεἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. Χορόςἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ᾽ ἔπηὀργῇ λελέχθαι καὶ τά σ᾽, Οἰδίπους, δοκεῖ, δεῖ δ᾽ οὐ τοιούτων, ἀλλ᾽ ὅπως τὰ τοῦ θεοῦμαντεῖ᾽ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
1.20
Τειρεσίαςεἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦνἴσ᾽ ἀντιλέξαι: τοῦδε γὰρ κἀγὼ κρατῶ. οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ: ὥστ᾽ οὐ Κρέοντος προστάτου γεγράψομαι. λέγω δ᾽, ἐπειδὴ καὶ τυφλόν μ᾽ ὠνείδισας: σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν᾽ εἶ κακοῦ, οὐδ᾽ ἔνθα ναίεις, οὐδ᾽ ὅτων οἰκεῖς μέτα. ἆρ᾽ οἶσθ᾽ ἀφ᾽ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢντοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, καί σ᾽ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸςἐλᾷ ποτ᾽ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, βλέποντα νῦν μὲν ὄρθ᾽, ἔπειτα δὲ σκότον. βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοιςἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών; ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, ἅ σ᾽ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμαπροπηλάκιζε: σοῦ γὰρ οὐκ ἔστιν βροτῶνκάκιον ὅστις ἐκτριβήσεταί ποτε.
1.21
Οἰδίπουςἦ ταῦτα δῆτ᾽ ἀνεκτὰ πρὸς τούτου κλύειν; οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλινἄψορρος οἴκων τῶνδ᾽ ἀποστραφεὶς ἄπει; Τειρεσίαςοὐδ᾽ ἱκόμην ἔγωγ᾽ ἄν, εἰ σὺ μὴ' κάλεις. Οἰδίπουςοὐ γάρ τί σ᾽ ᾔδη μῶρα φωνήσοντ᾽, ἐπεὶσχολῇ σ᾽ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. Τειρεσίαςἡμεῖς τοιοίδ᾽ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, μῶροι, γονεῦσι δ᾽, οἵ σ᾽ ἔφυσαν, ἔμφρονες. Οἰδίπουςποίοισι; μεῖνον, τίς δέ μ᾽ ἐκφύει βροτῶν; Τειρεσίαςἥδ᾽ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. Οἰδίπουςὡς πάντ᾽ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. Τειρεσίαςοὔκουν σὺ ταῦτ᾽ ἄριστος εὑρίσκειν ἔφυς; Οἰδίπουςτοιαῦτ᾽ ὀνείδιζ᾽, οἷς ἔμ᾽ εὑρήσεις μέγαν. Τειρεσίαςαὕτη γε μέντοι σ᾽ ἡ τύχη διώλεσεν. Οἰδίπουςἀλλ᾽ εἰ πόλιν τήνδ᾽ ἐξέσωσ᾽, οὔ μοι μέλει. Τειρεσίαςἄπειμι τοίνυν: καὶ σύ, παῖ, κόμιζέ με. Οἰδίπουςκομιζέτω δῆθ᾽: ὡς παρὼν σύ γ᾽ ἐμποδὼνὀχλεῖς, συθείς τ᾽ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
1.22
Τειρεσίαςεἰπὼν ἄπειμ᾽ ὧν οὕνεκ᾽, ἦλθον, οὐ τὸ σὸνδείσας πρόσωπον: οὐ γὰρ ἔσθ᾽ ὅπου μ᾽ ὀλεῖς. λέγω δέ σοι: τὸν ἄνδρα τοῦτον, ὃν πάλαιζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνοντὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, ξένος λόγῳ μέτοικος, εἶτα δ᾽ ἐγγενὴςφανήσεται Θηβαῖος, οὐδ᾽ ἡσθήσεταιτῇ ξυμφορᾷ: τυφλὸς γὰρ ἐκ δεδορκότοςκαὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπισκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼνἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυγυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸςὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτ᾽ ἰὼνεἴσω λογίζου: κἂν λάβῃς ἐψευσμένον, φάσκειν ἔμ᾽ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
1.23
Χορός-- τίς ὅντιν᾽ ἁ θεσπιέπεια δελφὶς εἶπε πέτραἄῤῥητ᾽ ἀῤῥήτων τελέσαντα φοινίαισι χερσίν; ὥρα νιν ἀελλάδωνἵππων σθεναρώτερονφυγᾷ πόδα νωμᾶν. ἔνοπλος γὰρ ἐπ᾽ αὐτὸν ἐπενθρῴσκειπυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, δειναὶ δ᾽ ἅμ᾽ ἕπονταικῆρες ἀναπλάκητοι
1.24
Χορόςἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσαφάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντ᾽ ἰχνεύειν. φοιτᾷ γὰρ ὑπ᾽ ἀγρίανὕλαν ἀνά τ᾽ ἄντρα καὶπέτρας ἰσόταυροςμέλεος μελέῳ ποδὶ χηρεύων, τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζωνμαντεῖα: τὰ δ᾽ ἀεὶζῶντα περιποτᾶται.
1.25
Χορόςδεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέταςοὔτε δοκοῦντ᾽ οὔτ᾽ ἀποφάσκονθ᾽: ὅ τι λέξω δ᾽ ἀπορῶ. πέτομαι δ᾽ ἐλπίσιν οὔτ᾽, ἐνθάδ᾽ ὁρῶν οὔτ᾽ ὀπίσω. τί γὰρ ἢ Λαβδακίδαιςἢ τῷ Πολύβου νεῖκος ἔκειτ᾽, οὔτε πάροιθέν ποτ᾽ ἔγωγ᾽ ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ᾽ Οἰδιπόδα Λαβδακίδαιςἐπίκουρος ἀδήλων θανάτων.
1.26
Χορόςἀλλ᾽ ὁ μὲν οὖν Ζεὺς ὅ τ᾽ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶνεἰδότες: ἀνδρῶν δ᾽ ὅτι μάντις πλέον ἢ' γὼ φέρεται, κρίσις οὔκ ἔστιν ἀλαθής: σοφίᾳ δ᾽ ἂν σοφίανπαραμείψειεν ἀνήρ. ἀλλ᾽ οὔποτ᾽ ἔγωγ᾽ ἄν, πρὶν ἴδοιμ᾽ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. φανερὰ γὰρ ἐπ᾽ αὐτῷ, πτερόεσσ᾽ ἦλθε κόραποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ᾽ ἁδύπολις τῷ ἀπ᾽ ἐμᾶςφρενὸς οὔποτ᾽ ὀφλήσει κακίαν.
1.27
Κρέωνἄνδρες πολῖται, δείν᾽ ἔπη πεπυσμένοςκατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμ᾽ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖςταῖς νῦν νομίζει πρός γ᾽ ἐμοῦ πεπονθέναιλόγοισιν εἴτ᾽ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦνἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, ἀλλ᾽ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. Χορόςἀλλ᾽ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ᾽ ἂνὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. Κρέωντοὔπος δ᾽ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτιπεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; Χορόςηὐδᾶτο μὲν τάδ᾽, οἶδα δ᾽ οὐ γνώμῃ τίνι. Κρέωνἐξ ὀμμάτων δ᾽ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸςκατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; Χορόςοὐκ οἶδ᾽: ἃ γὰρ δρῶσ᾽, οἱ κρατοῦντες οὐχ ὁρῶ. αὐτὸς δ᾽ ὅδ᾽ ἤδη δωμάτων ἔξω περᾷ. Οἰδίπουςοὗτος σύ, πῶς δεῦρ᾽ ἦλθες; ἦ τοσόνδ᾽ ἔχειςτόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγαςἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶςλῃστής τ᾽ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; φέρ᾽ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίανἰδών τιν᾽ ἔν μοι ταῦτ᾽ ἐβουλεύσω ποεῖν; ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδεδόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών; ἆρ᾽ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδαθηρᾶν, ὃ πλήθει χρήμασίν θ᾽ ἁλίσκεται;
1.28
Κρέωνοἶσθ᾽ ὡς πόησον; ἀντὶ τῶν εἰρημένωνἴσ᾽ ἀντάκουσον, κᾆτα κρῖν᾽ αὐτὸς μαθών. Οἰδίπουςλέγειν σὺ δεινός, μανθάνειν δ᾽ ἐγὼ κακὸςσοῦ: δυσμενῆ γὰρ καὶ βαρύν σ᾽ ηὕρηκ᾽ ἐμοί. Κρέωντοῦτ᾽ αὐτὸ νῦν μου πρῶτ᾽ ἄκουσον ὡς ἐρῶ. Οἰδίπουςτοῦτ᾽ αὐτὸ μή μοι φράζ᾽, ὅπως οὐκ εἶ κακός. Κρέωνεἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίανεἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. Οἰδίπουςεἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶςδρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Κρέωνξύμφημί σοι ταῦτ᾽ ἔνδικ᾽ εἰρῆσθαι: τὸ δὲπάθημ᾽ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. Οἰδίπουςἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μ᾽ ἐπὶτὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; Κρέωνκαὶ νῦν ἔθ᾽ αὑτός εἰμι τῷ βουλεύματι. Οἰδίπουςπόσον τιν᾽ ἤδη δῆθ᾽ ὁ Λάϊος χρόνονΚρέωνδέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. Οἰδίπουςἄφαντος ἔρρει θανασίμῳ χειρώματι; Κρέωνμακροὶ παλαιοί τ᾽ ἂν μετρηθεῖεν χρόνοι. Οἰδίπουςτότ᾽ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; Κρέωνσοφός γ᾽ ὁμοίως κἀξ ἴσου τιμώμενος. Οἰδίπουςἐμνήσατ᾽ οὖν ἐμοῦ τι τῷ τότ᾽ ἐν χρόνῳ; Κρέωνοὔκουν ἐμοῦ γ᾽ ἑστῶτος οὐδαμοῦ πέλας. Οἰδίπουςἀλλ᾽ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε; Κρέωνπαρέσχομεν, πῶς δ᾽ οὐχί; κοὐκ ἠκούσαμεν. Οἰδίπουςπῶς οὖν τόθ᾽ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε; Κρέωνοὐκ οἶδ᾽: ἐφ᾽ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. Οἰδίπουςτοσόνδε γ᾽ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. Κρέωνποῖον τόδ᾽; εἰ γὰρ οἶδά γ᾽, οὐκ ἀρνήσομαι. Οἰδίπουςὁθούνεκ᾽, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ᾽ ἐμὰςοὐκ ἄν ποτ᾽ εἶπε Λαΐου διαφθοράς. Κρέωνεἰ μὲν λέγει τάδ᾽, αὐτὸς οἶσθ᾽: ἐγὼ δὲ σοῦμαθεῖν δικαιῶ ταὔθ᾽ ἅπερ κἀμοῦ σὺ νῦν. Οἰδίπουςἐκμάνθαν᾽: οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. Κρέωντί δῆτ᾽; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; Οἰδίπουςἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. Κρέωνἄρχεις δ᾽ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; Οἰδίπουςἃν ᾖ θέλουσα πάντ᾽ ἐμοῦ κομίζεται. Κρέωνοὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; Οἰδίπουςἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
1.29
Κρέωνοὔκ, εἰ διδοίης γ᾽ ὡς ἐγὼ σαυτῷ λόγον. σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν᾽ ἂν δοκεῖςἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢἄτρεστον εὕδοντ᾽, εἰ τά γ᾽ αὔθ᾽ ἕξει κράτη. ἐγὼ μὲν οὖν οὔτ᾽ αὐτὸς ἱμείρων ἔφυντύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτ᾽ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. νῦν μὲν γὰρ ἐκ σοῦ πάντ᾽ ἄνευ φόβου φέρω, εἰ δ᾽ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. πῶς δῆτ᾽ ἐμοὶ τυραννὶς ἡδίων ἔχεινἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; οὔπω τοσοῦτον ἠπατημένος κυρῶὥστ᾽ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ᾽ ἔνι. πῶς δῆτ᾽ ἐγὼ κεῖν᾽ ἂν λάβοιμ᾽ ἀφεὶς τάδε; οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. ἀλλ᾽ οὔτ᾽ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυνοὔτ᾽ ἂν μετ᾽ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. καὶ τῶνδ᾽ ἔλεγχον τοῦτο μὲν Πυθώδ᾽ ἰὼνπεύθου τὰ χρησθέντ᾽ εἰ σαφῶς ἤγγειλά σοι· τοῦτ᾽ ἄλλ᾽, ἐάν με τῷ τερασκόπῳ λάβῃςκοινῇ τι βουλεύσαντα, μή μ᾽ ἁπλῇ κτάνῃςψήφῳ, διπλῇ δέ, τῇ τ᾽ ἐμῇ καὶ σῇ, λαβών· γνώμῃ δ᾽ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτηνχρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγωκαὶ τὸν παρ᾽ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. ἀλλ᾽ ἐν χρόνῳ γνώσει τάδ᾽ ἀσφαλῶς, ἐπεὶχρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
1.30
Χορόςκαλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, ἄναξ: φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. Οἰδίπουςὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳχωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν: εἰ δ᾽ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲνπεπραγμέν᾽ ἔσται, τἀμὰ δ᾽ ἡμαρτημένα. Κρέωντί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; Οἰδίπουςἥκιστα: θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν. Κρέωνὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; Οἰδίπους* Κρέωνοὐ γὰρ φρονοῦντά σ᾽ εὖ βλέπω. Οἰδίπουςτὸ γοῦν ἐμόν. Κρέωνἀλλ᾽ ἐξ ἴσου δεῖ κἀμόν. Οἰδίπουςἀλλ᾽ ἔφυς κακός. Κρέωνεἰ δὲ ξυνίης μηδέν; Οἰδίπουςἀρκτέον γ᾽ ὅμως. Κρέωνοὔτοι κακῶς γ᾽ ἄρχοντος. Οἰδίπουςὦ πόλις πόλις. Κρέωνκἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. Χορόςπαύσασθ᾽, ἄνακτες: καιρίαν δ᾽ ὑμῖν ὁρῶτήνδ᾽ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ᾽ ἧςτὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
1.31
Ἰοκάστητί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσινγλώσσης ἐπήρασθ᾽ οὐδ᾽ ἐπαισχύνεσθε γῆςοὕτω νοσούσης ἴδια κινοῦντες κακά; οὐκ εἶ σύ τ᾽ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ᾽ οἴσετε; Κρέωνὅμαιμε, δεινά μ᾽ Οἰδίπους ὁ σὸς πόσιςδρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖνἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. Οἰδίπουςξύμφημι: δρῶντα γάρ νιν, ὦ γύναι, κακῶςεἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. Κρέωνμή νυν ὀναίμην, ἀλλ᾽ ἀραῖος, εἴ σέ τιδέδρακ᾽, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. Ἰοκάστηὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, μάλιστα μὲν τόνδ᾽ ὅρκον αἰδεσθεὶς θεῶν, ἔπειτα κἀμὲ τούσδε θ᾽ οἳ πάρεισί σοι.
1.32
Χορόςπιθοῦ θελήσας φρονήσας τ᾽, ἄναξ, λίσσομαι. Οἰδίπουςτί σοι θέλεις δῆτ᾽ εἰκάθω; Χορόςτὸν οὔτε πρὶν νήπιον νῦν τ᾽ ἐν ὅρκῳ μέγαν καταίδεσαι. Οἰδίπουςοἶσθ᾽ οὖν ἃ χρῄζεις; Χορόςοἶδα. Οἰδίπουςφράζε δὴ τί φής. Χορόςτὸν ἐναγῆ φίλον μήποτ᾽ ἐν αἰτίᾳσὺν ἀφανεῖ λόγῳ σ᾽ ἄτιμον βαλεῖν. Οἰδίπουςεὖ νυν ἐπίστω, ταῦθ᾽ ὅταν ζητῇς, ἐμοὶζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
1.33
Χορόςοὐ τὸν πάντων θεῶν θεὸν πρόμον[ 660] Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματονὀλοίμαν, φρόνησιν εἰ τάνδ᾽ ἔχω. ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς[ 665] τρύχει ψυχάν, τάδ᾽ εἰ κακοῖς κακὰπροσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. Οἰδίπουςὁ δ᾽ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖνἢ γῆς ἄτιμον τῆσδ᾽ ἀπωσθῆναι βίᾳ.[ 670] τὸ γὰρ σόν, οὐ τὸ τοῦδ᾽, ἐποικτίρω στόμαἐλεινόν· οὗτος δ᾽ ἔνθ᾽ ἂν ᾖ στυγήσεται. Κρέωνστυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ᾽, ὅτανθυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσειςαὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.[ 675] Οἰδίπουςοὔκουν μ᾽ ἐάσεις κἀκτὸς εἶ; Κρέων-- πορεύσομαι, σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ᾽ ἴσος.
1.34
Χορόςγύναι, τί μέλλεις κομίζειν δόμων τόνδ᾽ ἔσω; Ἰοκάστημαθοῦσά γ᾽ ἥτις ἡ τύχη. Χορόςδόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ' νδικον. Ἰοκάστηἀμφοῖν ἀπ᾽ αὐτοῖν; Χορόςναίχι. Ἰοκάστηκαὶ τίς ἦν λόγος; Χορόςἅλις ἔμοιγ᾽, ἅλις, γᾶς προπονουμένας, φαίνεται ἔνθ᾽ ἔληξεν αὐτοῦ μένειν. Οἰδίπουςὁρᾷς ἵν᾽ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ, τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ; Χορόςὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμαπεφάνθαι μ᾽ ἄν, εἴ σ᾽ ἐνοσφιζόμαν, ὅς τ᾽ ἐμὰν γᾶν φίλαν ἐν πόνοιςἀλύουσαν κατ᾽ ὀρθὸν οὔρισας, τανῦν τ᾽ εὔπομπος, ἂν γένοιο. Ἰοκάστηπρὸς θεῶν δίδαξον κἄμ᾽, ἄναξ, ὅτου ποτὲμῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
1.35
Οἰδίπουςἐρῶ: σὲ γὰρ τῶνδ᾽ ἐς πλέον, γύναι, σέβω: Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει. Ἰοκάστηλέγ᾽, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς. Οἰδίπουςφονέα με φησὶ Λαΐου καθεστάναι. Ἰοκάστηαὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα; Οἰδίπουςμάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶτό γ᾽ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα. Ἰοκάστησύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέριἐμοῦ' πάκουσον, καὶ μάθ᾽ οὕνεκ᾽ ἐστί σοιβρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης. φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ᾽, οὐκ ἐρῶΦοίβου γ᾽ ἄπ᾽ αὐτοῦ, τῶν δ᾽ ὑπηρετῶν ἄπο, ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν, ὅστις γένοιτ᾽ ἐμοῦ τε κἀκείνου πάρα. καὶ τὸν μέν, ὥσπερ γ᾽ ἡ φάτις, ξένοι ποτὲλῃσταὶ φονεύουσ᾽ ἐν τριπλαῖς ἁμαξιτοῖς: παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραιτρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖνἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος. κἀνταῦθ᾽ Ἀπόλλων οὔτ᾽ ἐκεῖνον ἤνυσενφονέα γενέσθαι πατρὸς οὔτε Λάϊοντὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν. τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν, ὧν ἐντρέπου σὺ μηδέν: ὧν γὰρ ἂν θεὸςχρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
1.36
Οἰδίπουςοἷόν μ᾽ ἀκούσαντ᾽ ἀρτίως ἔχει, γύναι, ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν. Ἰοκάστηποίας μερίμνης τοῦθ᾽ ὑποστραφεὶς λέγεις; Οἰδίπουςἔδοξ᾽ ἀκοῦσαι σοῦ τόδ᾽, ὡς ὁ Λάϊοςκατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. Ἰοκάστηηὐδᾶτο γὰρ ταῦτ᾽ οὐδέ πω λήξαντ᾽ ἔχει. Οἰδίπουςκαὶ ποῦ' σθ᾽ ὁ χῶρος οὗτος οὗ τόδ᾽ ἦν πάθος; ἸοκάστηΦωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ᾽ ὁδὸςἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. Οἰδίπουςκαὶ τίς χρόνος τοῖσδ᾽ ἐστὶν οὑξεληλυθώς; Ἰοκάστησχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ᾽ ἔχων χθονὸςἀρχὴν ἐφαίνου, τοῦτ᾽ ἐκηρύχθη πόλει. Οἰδίπουςὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι; Ἰοκάστητί δ᾽ ἐστί σοι τοῦτ᾽, Οἰδίπους, ἐνθύμιον; Οἰδίπουςμήπω μ᾽ ἐρώτα: τὸν δὲ Λάϊον φύσιντίν᾽ ἦλθε φράζε, τίνα δ᾽ ἀκμὴν ἥβης ἔχων. Ἰοκάστημέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα, μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. Οἰδίπουςοἴμοι τάλας: ἔοικ᾽ ἐμαυτὸν εἰς ἀρὰςδεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. Ἰοκάστηπῶς φῄς; ὀκνῶ τοι πρός σ᾽ ἀποσκοποῦσ᾽, ἄναξ. Οἰδίπουςδεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ: δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι. Ἰοκάστηκαὶ μὴν ὀκνῶ μέν, ἃ δ᾽ ἂν ἔρῃ μαθοῦσ᾽ ἐρῶ.
1.37
Οἰδίπουςπότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχωνἄνδρας λοχίτας, οἷ᾽ ἀνὴρ ἀρχηγέτης; Ἰοκάστηπέντ᾽ ἦσαν οἱ ξύμπαντες, ἐν δ᾽ αὐτοῖσιν ἦν. κῆρυξ: ἀπήνη δ᾽ ἦγε Λάϊον μία. Οἰδίπουςαἰαῖ, τάδ᾽ ἤδη διαφανῆ. τίς ἦν ποτεὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; Ἰοκάστηοἰκεύς τις, ὅσπερ ἵκετ᾽ ἐκσωθεὶς μόνος. Οἰδίπουςἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών; Ἰοκάστηοὐ δῆτ᾽: ἀφ᾽ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτησέ τ᾽ εἶδ᾽ ἔχοντα Λάϊόν τ᾽ ὀλωλότα, ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼνἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, ὡς πλεῖστον εἴη τοῦδ᾽ ἄποπτος ἄστεως. κἄπεμψ᾽ ἐγώ νιν: ἄξιος γὰρ οἷ᾽ ἀνὴρδοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν. Οἰδίπουςπῶς ἂν μόλοι δῆθ᾽ ἡμὶν ἐν τάχει πάλιν; Ἰοκάστηπάρεστιν: ἀλλὰ πρὸς τί τοῦτ᾽ ἐφίεσαι; Οἰδίπουςδέδοικ᾽ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ᾽ ἄγανεἰρημέν᾽ ᾖ μοι δι᾽ ἅ νιν εἰσιδεῖν θέλω. Ἰοκάστηἀλλ᾽ ἵξεται μέν: ἀξία δέ που μαθεῖνκἀγὼ τά γ᾽ ἐν σοὶ δυσφόρως ἔχοντ᾽, ἄναξ.
1.38
Οἰδίπουςκοὐ μὴ στερηθῇς γ᾽, ἐς τοσοῦτον ἐλπίδωνἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονιλέξαιμ᾽ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδ᾽ ἰών; ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος, μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δ᾽ ἀνὴρἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχητοιάδ᾽ ἐπέστη, θαυμάσαι μὲν ἀξία, σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία. ἀνὴρ γὰρ ἐν δείπνοις μ᾽ ὑπερπλησθεὶς μέθῃκαλεῖ παρ᾽ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί. κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέρανμόλις κατέσχον, θἀτέρᾳ δ᾽ ἰὼν πέλαςμητρὸς πατρός τ᾽ ἤλεγχον: οἱ δὲ δυσφόρωςτοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον. κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ᾽ ἔκνιζέ μ᾽ ἀεὶ τοῦθ᾽: ὑφεῖρπε γὰρ πολύ. λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαιΠυθώδε, καί μ᾽ ὁ Φοῖβος ὧν μὲν ἱκόμηνἄτιμον ἐξέπεμψεν, ἄλλα δ᾽ ἄθλιακαὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων, ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ᾽ ἄτλητον ἀνθρώποισι δηλώσοιμ᾽ ὁρᾶν, φονεὺς δ᾽ ἐσοίμην τοῦ φυτεύσαντος πατρός. κἀγὼ' πακούσας ταῦτα τὴν Κορινθίαν, ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόναἔφευγον, ἔνθα μήποτ᾽ ὀψοίμην κακῶνχρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα. στείχων δ᾽ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷςσὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
1.39
καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆςὅτ᾽ ἦ κελεύθου τῆσδ᾽ ὁδοιπορῶν πέλας, ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆςἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς, ξυνηντίαζον: κἀξ ὁδοῦ μ᾽ ὅ θ᾽ ἡγεμὼναὐτός θ᾽ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, παίω δι᾽ ὀργῆς: καί μ᾽ ὁ πρέσβυς ὡς ὁρᾷ, ὄχου παραστείχοντα τηρήσας, μέσονκάρα διπλοῖς κέντροισί μου καθίκετο. οὐ μὴν ἴσην γ᾽ ἔτισεν, ἀλλὰ συντόμωςσκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιοςμέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται: κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳτούτῳ προσήκει Λαΐου τι συγγενές, τίς τοῦδέ γ᾽ ἀνδρός ἐστιν ἀθλιώτερος; τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ᾽ ἀνήρ; ὃν μὴ ξένων ἔξεστι μηδ᾽ ἀστῶν τινιδόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα, ὠθεῖν δ᾽ ἀπ᾽ οἴκων. καὶ τάδ᾽ οὔτις ἄλλος ἦνἢ' γὼ' π᾽ ἐμαυτῷ τάσδ᾽ ἀρὰς ὁ προστιθείς. λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖνχραίνω, δι᾽ ὧνπερ ὤλετ᾽: ἆρ᾽ ἔφυν κακός; ἆρ᾽ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν, καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖνμηδ᾽ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖμητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖνΠόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με. ἆρ᾽ οὐκ ἀπ᾽ ὠμοῦ ταῦτα δαίμονός τις ἂνκρίνων ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἂν ὀρθοίη λόγον; μὴ δῆτα, μὴ δῆτ᾽, ὦ θεῶν ἁγνὸν σέβας, ἴδοιμι ταύτην ἡμέραν, ἀλλ᾽ ἐκ βροτῶνβαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ᾽ ἰδεῖνκηλῖδ᾽ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
1.40
Χορόςἡμῖν μέν, ὦναξ, ταῦτ᾽ ὀκνήρ᾽: ἕως δ᾽ ἂν οὖνπρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ᾽ ἐλπίδα. Οἰδίπουςκαὶ μὴν τοσοῦτόν γ᾽ ἐστί μοι τῆς ἐλπίδος, τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον. Ἰοκάστηπεφασμένου δὲ τίς ποθ᾽ ἡ προθυμία; Οἰδίπουςἐγὼ διδάξω σ᾽: ἢν γὰρ εὑρεθῇ λέγωνσοὶ ταὔτ᾽, ἔγωγ᾽ ἂν ἐκπεφευγοίην πάθος. Ἰοκάστηποῖον δέ μου περισσὸν ἤκουσας λόγον; Οἰδίπουςλῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπεινὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτιλέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ' κτανον: οὐ γὰρ γένοιτ᾽ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος: εἰ δ᾽ ἄνδρ᾽ ἕν᾽ οἰόζωνον αὐδήσει, σαφῶςτοῦτ᾽ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. Ἰοκάστηἀλλ᾽ ὡς φανέν γε τοὔπος ὧδ᾽ ἐπίστασο, κοὐκ ἔστιν αὐτῷ τοῦτό γ᾽ ἐκβαλεῖν πάλιν: πόλις γὰρ ἤκουσ᾽, οὐκ ἐγὼ μόνη, τάδε. εἰ δ᾽ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, οὔτοι ποτ᾽, ὦναξ, σόν γε Λαΐου φόνονφανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίαςδιεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. καίτοι νιν οὐ κεῖνός γ᾽ ὁ δύστηνός ποτεκατέκταν᾽, ἀλλ᾽ αὐτὸς πάροιθεν ὤλετο. ὥστ᾽ οὐχὶ μαντείας γ᾽ ἂν οὔτε τῇδ᾽ ἐγὼβλέψαιμ᾽ ἂν εἵνεκ᾽ οὔτε τῇδ᾽ ἂν ὕστερον. Οἰδίπουςκαλῶς νομίζεις: ἀλλ᾽ ὅμως τὸν ἐργάτηνπέμψον τινὰ στελοῦντα μηδὲ τοῦτ᾽ ἀφῇς. Ἰοκάστηπέμψω ταχύνασ᾽: ἀλλ᾽ ἴωμεν ἐς δόμους: οὐδὲν γὰρ ἂν πράξαιμ᾽ ἂν ὧν οὐ σοὶ φίλον.
1.41
Χορόςεἴ μοι ξυνείη φέροντιμοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγωνἔργων τε πάντων, ὧν νόμοι πρόκεινταιὑψίποδες, οὐρανίανδι᾽ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμποςπατὴρ μόνος, οὐδέ νινθνατὰ φύσις ἀνέρωνἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ: μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.
1.42
Χορόςὕβρις φυτεύει τύραννον: ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, ἃ μὴ' πίκαιρα μηδὲ συμφέροντα, ἀκρότατον εἰσαναβᾶσ᾽ αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν, ἔνθ᾽ οὐ ποδὶ χρησίμῳχρῆται. τὸ καλῶς δ᾽ ἔχονπόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι. θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
1.43
Χορόςεἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, κακά νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδᾶς, εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίωςκαὶ τῶν ἀσέπτων ἔρξεταιἢ τῶν ἀθίκτων θίξεται ματᾴζων. τίς ἔτι ποτ᾽ ἐν τοῖσδ᾽ ἀνὴρ θεῶν βέληεὔξεται ψυχᾶς ἀμύνειν; εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, τί δεῖ με χορεύειν;
1.44
Χορόςοὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπ᾽ ὀμφαλὸν σέβων, οὐδ᾽ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν, εἰ μὴ τάδε χειρόδεικταπᾶσιν ἁρμόσει βροτοῖς. ἀλλ᾽, ὦ κρατύνων, εἴπερ ὄρθ᾽ ἀκούεις, Ζεῦ, πάντ᾽ ἀνάσσων, μὴ λάθοισὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. φθίνοντα γὰρ Λαΐου παλαίφαταθέσφατ᾽ ἐξαιροῦσιν ἤδη, κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής: ἔρρει δὲ τὰ θεῖα.
1.45
Ἰοκάστηχώρας ἄνακτες, δόξα μοι παρεστάθηναοὺς ἱκέσθαι δαιμόνων, τάδ᾽ ἐν χεροῖνστέφη λαβούσῃ κἀπιθυμιάματα. ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγανλύπαισι παντοίαισιν: οὐδ᾽ ὁποῖ᾽ ἀνὴρἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται, ἀλλ᾽ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι. ὅτ᾽ οὖν παραινοῦσ᾽ οὐδὲν ἐς πλέον ποιῶ, πρὸς σ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἄγχιστος γὰρ εἶ, ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, ὅπως λύσιν τιν᾽ ἡμὶν εὐαγῆ πόρῃς: ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένονκεῖνον βλέποντες ὡς κυβερνήτην νεώς. Ἄγγελοςἆρ᾽ ἂν παρ᾽ ὑμῶν, ὦ ξένοι, μάθοιμ᾽ ὅπουτὰ τοῦ τυράννου δώματ᾽ ἐστὶν Οἰδίπου; μάλιστα δ᾽ αὐτὸν εἴπατ᾽, εἰ κάτισθ᾽ ὅπου. Χορόςστέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε: γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. Ἄγγελοςἀλλ᾽ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶγένοιτ᾽, ἐκείνου γ᾽ οὖσα παντελὴς δάμαρ. Ἰοκάστηαὔτως δὲ καὶ σύ γ᾽, ὦ ξέν᾽: ἄξιος γὰρ εἶτῆς εὐεπείας εἵνεκ᾽: ἀλλὰ φράζ᾽ ὅτουχρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων. Ἄγγελοςἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι. Ἰοκάστητὰ ποῖα ταῦτα; παρὰ τίνος δ᾽ ἀφιγμένος; Ἄγγελοςἐκ τῆς Κορίνθου: τὸ δ᾽ ἔπος οὑξερῶ τάχα, ἥδοιο μέν, πῶς δ᾽ οὐκ ἄν, ἀσχάλλοις δ᾽ ἴσως. Ἰοκάστητί δ᾽ ἔστι; ποίαν δύναμιν ὧδ᾽ ἔχει διπλῆν; Ἄγγελοςτύραννον αὐτὸν οὑπιχώριοι χθονὸςτῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ᾽ ἐκεῖ. Ἰοκάστητί δ᾽; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι; Ἄγγελοςοὐ δῆτ᾽, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. Ἰοκάστηπῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον; Ἄγγελοςεἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν. Ἰοκάστηὦ πρόσπολ᾽, οὐχὶ δεσπότῃ τάδ᾽ ὡς τάχοςμολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα, ἵν᾽ ἐστέ: τοῦτον Οἰδίπους πάλαι τρέμωντὸν ἄνδρ᾽ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδεπρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ᾽ ὕπο.
1.46
Οἰδίπουςὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, τί μ᾽ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων; Ἰοκάστηἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύωντὰ σέμν᾽ ἵν᾽ ἥκει τοῦ θεοῦ μαντεύματα. Οἰδίπουςοὗτος δὲ τίς ποτ᾽ ἐστὶ καὶ τί μοι λέγει; Ἰοκάστηἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶνὡς οὐκέτ᾽ ὄντα Πόλυβον, ἀλλ᾽ ὀλωλότα. Οἰδίπουςτί φῄς, ξέν᾽; αὐτός μοι σὺ σημάντωρ γενοῦ. Ἄγγελοςεἰ τοῦτο πρῶτον δεῖ μ᾽ ἀπαγγεῖλαι σαφῶς, εὖ ἴσθ᾽ ἐκεῖνον θανάσιμον βεβηκότα. Οἰδίπουςπότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ; Ἄγγελοςσμικρὰ παλαιὰ σώματ᾽ εὐνάζει ῥοπή. Οἰδίπουςνόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο. Ἄγγελοςκαὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. Οἰδίπουςφεῦ φεῦ, τί δῆτ᾽ ἄν, ὦ γύναι, σκοποῖτό τιτὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνωκλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼκτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼνκεύθει κάτω δὴ γῆς. ἐγὼ δ᾽ ὅδ᾽ ἐνθάδεἄψαυστος ἔγχους: εἴ τι μὴ τὠμῷ πόθῳκατέφθιθ᾽: οὕτω δ᾽ ἂν θανὼν εἴη' ξ ἐμοῦ. τὰ δ᾽ οὖν παρόντα συλλαβὼν θεσπίσματακεῖται παρ᾽ Ἅιδῃ Πόλυβος ἄξι᾽ οὐδενός. Ἰοκάστηοὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι; Οἰδίπουςηὔδας: ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. Ἰοκάστημὴ νῦν ἔτ᾽ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. Οἰδίπουςκαὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
1.47
Ἰοκάστητί δ᾽ ἂν φοβοῖτ᾽ ἄνθρωπος ᾧ τὰ τῆς τύχηςκρατεῖ, πρόνοια δ᾽ ἐστὶν οὐδενὸς σαφής; εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις. σὺ δ᾽ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα: πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶνμητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθ᾽ ὅτῳπαρ᾽ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. Οἰδίπουςκαλῶς ἅπαντα ταῦτ᾽ ἂν ἐξείρητό σοι, εἰ μὴ' κύρει ζῶσ᾽ ἡ τεκοῦσα: νῦν δ᾽ ἐπεὶζῇ, πᾶσ᾽ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. Ἰοκάστηκαὶ μὴν μέγας γ᾽ ὀφθαλμὸς οἱ πατρὸς τάφοι. Οἰδίπουςμέγας, ξυνίημ᾽: ἀλλὰ τῆς ζώσης φόβος. Ἄγγελοςποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ᾽ ὕπερ; ΟἰδίπουςΜερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. Ἄγγελοςτί δ᾽ ἔστ᾽ ἐκείνης ὑμὶν ἐς φόβον φέρον; Οἰδίπουςθεήλατον μάντευμα δεινόν, ὦ ξένε. Ἄγγελοςἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι; Οἰδίπουςμάλιστά γ᾽: εἶπε γάρ με Λοξίας ποτὲχρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τεπατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. ὧν οὕνεχ᾽ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαιμακρὰν ἀπῳκεῖτ᾽: εὐτυχῶς μέν, ἀλλ᾽ ὅμωςτὰ τῶν τεκόντων ὄμμαθ᾽ ἥδιστον βλέπειν.
1.48
Ἄγγελοςἦ γὰρ τάδ᾽ ὀκνῶν κεῖθεν ἦσθ᾽ ἀπόπτολις; Οἰδίπουςπατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. Ἄγγελοςτί δῆτ᾽ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ᾽, ἄναξ, ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην; Οἰδίπουςκαὶ μὴν χάριν γ᾽ ἂν ἀξίαν λάβοις ἐμοῦ. Ἄγγελοςκαὶ μὴν μάλιστα τοῦτ᾽ ἀφικόμην, ὅπωςσοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. Οἰδίπουςἀλλ᾽ οὔποτ᾽ εἶμι τοῖς φυτεύσασίν γ᾽ ὅμοῦ. Ἄγγελοςὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. Οἰδίπουςπῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με. Ἄγγελοςεἰ τῶνδε φεύγεις οὕνεκ᾽ εἰς οἴκους μολεῖν. Οἰδίπουςταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. Ἄγγελοςἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς; Οἰδίπουςτοῦτ᾽ αὐτό, πρέσβυ, τοῦτό μ᾽ εἰσαεὶ φοβεῖ. Ἄγγελοςἆρ᾽ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων; Οἰδίπουςπῶς δ᾽ οὐχί, παῖς γ᾽ εἰ τῶνδε γεννητῶν ἔφυν; Ἄγγελοςὁθούνεκ᾽ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. Οἰδίπουςπῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με; Ἄγγελοςοὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ᾽ ἴσον. Οἰδίπουςκαὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί; Ἄγγελοςἀλλ᾽ οὔ σ᾽ ἐγείνατ᾽ οὔτ᾽ ἐκεῖνος οὔτ᾽ ἐγώ. Οἰδίπουςἀλλ᾽ ἀντὶ τοῦ δὴ παῖδά μ᾽ ὠνομάζετο; Ἄγγελοςδῶρόν ποτ᾽, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. Οἰδίπουςκᾆθ᾽ ὧδ᾽ ἀπ᾽ ἄλλης χειρὸς ἔστερξεν μέγα; Ἄγγελοςἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ᾽ ἀπαιδία. Οἰδίπουςσὺ δ᾽ ἐμπολήσας ἢ τυχών μ᾽ αὐτῷ δίδως;
1.49
Ἄγγελοςεὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. Οἰδίπουςὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους; Ἄγγελοςἐνταῦθ᾽ ὀρείοις ποιμνίοις ἐπεστάτουν. Οἰδίπουςποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης; Ἄγγελοςσοῦ τ᾽, ὦ τέκνον, σωτήρ γε τῷ τότ᾽ ἐν χρόνῳ. Οἰδίπουςτί δ᾽ ἄλγος ἴσχοντ᾽ ἀγκάλαις με λαμβάνεις; Ἄγγελοςποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά: Οἰδίπουςοἴμοι, τί τοῦτ᾽ ἀρχαῖον ἐννέπεις κακόν; Ἄγγελοςλύω σ᾽ ἔχοντα διατόρους ποδοῖν ἀκμάς. Οἰδίπουςδεινόν γ᾽ ὄνειδος σπαργάνων ἀνειλόμην. Ἄγγελοςὥστ᾽ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ. Οἰδίπουςὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον. Ἄγγελοςοὐκ οἶδ᾽: ὁ δοὺς δὲ ταῦτ᾽ ἐμοῦ λῷον φρονεῖ. Οἰδίπουςἦ γὰρ παρ᾽ ἄλλου μ᾽ ἔλαβες οὐδ᾽ αὐτὸς τυχών; Ἄγγελοςοὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. Οἰδίπουςτίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ; Ἄγγελοςτῶν Λαΐου δήπου τις ὠνομάζετο. Οἰδίπουςἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ; Ἄγγελοςμάλιστα: τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ. Οἰδίπουςἦ κἄστ᾽ ἔτι ζῶν οὗτος, ὥστ᾽ ἰδεῖν ἐμέ; Ἄγγελοςὑμεῖς γ᾽ ἄριστ᾽ εἰδεῖτ᾽ ἂν οὑπιχώριοι. Οἰδίπουςἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, ὅστις κάτοιδε τὸν βοτῆρ᾽ ὃν ἐννέπει, εἴτ᾽ οὖν ἐπ᾽ ἀγρῶν εἴτε κἀνθάδ᾽ εἰσιδών; σημήναθ᾽, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. Χορόςοἶμαι μὲν οὐδέν᾽ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν, ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν: ἀτὰρἥδ᾽ ἂν τάδ᾽ οὐχ ἥκιστ᾽ ἂν Ἰοκάστη λέγοι.
1.50
Οἰδίπουςγύναι, νοεῖς ἐκεῖνον, ὅντιν᾽ ἀρτίωςμολεῖν ἐφιέμεσθα; τόνδ᾽ οὗτος λέγει; Ἰοκάστητί δ᾽ ὅντιν᾽ εἶπε; μηδὲν ἐντραπῇς: τὰ δὲῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην. Οἰδίπουςοὐκ ἂν γένοιτο τοῦθ᾽ ὅπως ἐγὼ λαβὼνσημεῖα τοιαῦτ᾽ οὐ φανῶ τοὐμὸν γένος. Ἰοκάστημὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίουκήδει, ματεύσῃς τοῦθ᾽: ἅλις νοσοῦσ᾽ ἐγώ. Οἰδίπουςθάρσει: σὺ μὲν γὰρ οὐδ᾽ ἐὰν τρίτης ἐγὼμητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή. Ἰοκάστηὅμως πιθοῦ μοι, λίσσομαι: μὴ δρᾶ τάδε. Οἰδίπουςοὐκ ἂν πιθοίμην μὴ οὐ τάδ᾽ ἐκμαθεῖν σαφῶς. Ἰοκάστηκαὶ μὴν φρονοῦσά γ᾽ εὖ τὰ λῷστά σοι λέγω. Οἰδίπουςτὰ λῷστα τοίνυν ταῦτά μ᾽ ἀλγύνει πάλαι. Ἰοκάστηὦ δύσποτμ᾽, εἴθε μήποτε γνοίης ὃς εἶ. Οἰδίπουςἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι; ταύτην δ᾽ ἐᾶτε πλουσίῳ χαίρειν γένει. Ἰοκάστηἰοὺ ἰού, δύστηνε: τοῦτο γάρ σ᾽ ἔχωμόνον προσειπεῖν, ἄλλο δ᾽ οὔποθ᾽ ὕστερον. Χορόςτί ποτε βέβηκεν, Οἰδίπους, ὑπ᾽ ἀγρίαςᾁξασα λύπης ἡ γυνή; δέδοιχ᾽ ὅπωςμὴ' κ τῆς σιωπῆς τῆσδ᾽ ἀναρρήξει κακά. Οἰδίπουςὁποῖα χρῄζει ῥηγνύτω: τοὐμὸν δ᾽ ἐγώ, κεἰ σμικρόν ἐστι, σπέρμ᾽ ἰδεῖν βουλήσομαι. αὕτη δ᾽ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. ἐγὼ δ᾽ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμωντῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι. τῆς γὰρ πέφυκα μητρός: οἱ δὲ συγγενεῖςμῆνές με μικρὸν καὶ μέγαν διώρισαν. τοιόσδε δ᾽ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ᾽ ἔτιποτ᾽ ἄλλος, ὥστε μὴ' κμαθεῖν τοὐμὸν γένος.
1.51
Χορόςεἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις, οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, οὐκ ἔσει τὰν αὔριονπανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουνκαὶ τροφὸν καὶ ματέρ᾽ αὔξειν, καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις. ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ᾽ ἀρέστ᾽ εἴη.
1.52
Χορόςτίς σε, τέκνον, τίς σ᾽ ἔτικτε τᾶν μακραιώνων ἄραΠανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσ᾽; ἢ σέ γ᾽ εὐνάτειρά τιςΛοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι: εἴθ᾽ ὁ Κυλλάνας ἀνάσσων, εἴθ᾽ ὁ Βακχεῖος θεὸς ναίων ἐπ᾽ ἄκρων ὀρέων σ᾽ εὕρημα δέξατ᾽ ἔκ τουΝυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει.
1.53
Οἰδίπουςεἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ᾽ ὁρᾶν δοκῶ, ὅνπερ πάλαι ζητοῦμεν: ἔν τε γὰρ μακρῷγήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέταςἔγνωκ᾽ ἐμαυτοῦ: τῇ δ᾽ ἐπιστήμῃ σύ μουπρούχοις τάχ᾽ ἄν που, τὸν βοτῆρ᾽ ἰδὼν πάρος. Χορόςἔγνωκα γάρ, σάφ᾽ ἴσθι: Λαΐου γὰρ ἦνεἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ. Οἰδίπουςσὲ πρῶτ᾽ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις; Ἄγγελοςτοῦτον, ὅνπερ εἰσορᾷς. Οἰδίπουςοὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπωνὅσ᾽ ἄν σ᾽ ἐρωτῶ. Λαΐου ποτ᾽ ἦσθα σύ; Θεράπωνἦ δοῦλος οὐκ ὠνητός, ἀλλ᾽ οἴκοι τραφείς. Οἰδίπουςἔργον μεριμνῶν ποῖον ἢ βίον τινά; Θεράπωνποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. Οἰδίπουςχώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν; Θεράπωνἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος. Οἰδίπουςτὸν ἄνδρα τόνδ᾽ οὖν οἶσθα τῇδέ που μαθών; Θεράπωντί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις; Οἰδίπουςτόνδ᾽ ὃς πάρεστιν: ἢ ξυναλλάξας τί πω; Θεράπωνοὐχ ὥστε γ᾽ εἰπεῖν ἐν τάχει μνήμης ἄπο. Ἄγγελοςκοὐδέν γε θαῦμα, δέσποτ᾽: ἀλλ᾽ ἐγὼ σαφῶςἀγνῶτ᾽ ἀναμνήσω νιν. εὖ γὰρ οἶδ᾽ ὅτικάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ, ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ᾽ ἑνί, ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλουςἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους: χειμῶνα δ᾽ ἤδη τἀμά τ᾽ εἰς ἔπαυλ᾽ ἐγὼἤλαυνον οὗτός τ᾽ εἰς τὰ Λαΐου σταθμά. λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον;
1.54
Θεράπωνλέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. Ἄγγελοςφέρ᾽ εἰπὲ νῦν, τότ᾽ οἶσθα παῖδά μοί τιναδούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ; Θεράπωντί δ᾽ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς; Ἄγγελοςὅδ᾽ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ᾽ ἦν νέος. Θεράπωνοὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει; Οἰδίπουςἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ᾽, ἐπεὶ τὰ σὰδεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ᾽ ἔπη. Θεράπωντί δ᾽, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω; Οἰδίπουςοὐκ ἐννέπων τὸν παῖδ᾽ ὃν οὗτος ἱστορεῖ. Θεράπωνλέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ᾽ ἄλλως πονεῖ. Οἰδίπουςσὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ᾽ ἐρεῖς. Θεράπωνμὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ᾽ αἰκίσῃ. Οἰδίπουςοὐχ ὡς τάχος τις τοῦδ᾽ ἀποστρέψει χέρας; Θεράπωνδύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; Οἰδίπουςτὸν παῖδ᾽ ἔδωκας τῷδ᾽ ὃν οὗτος ἱστορεῖ; Θεράπωνἔδωκ᾽: ὀλέσθαι δ᾽ ὤφελον τῇδ᾽ ἡμέρᾳ. Οἰδίπουςἀλλ᾽ εἰς τόδ᾽ ἥξεις μὴ λέγων γε τοὔνδικον. Θεράπωνπολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι. Οἰδίπουςἁνὴρ ὅδ᾽, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. Θεράπωνοὐ δῆτ᾽ ἔγωγ᾽, ἀλλ᾽ εἶπον, ὡς δοίην, πάλαι. Οἰδίπουςπόθεν λαβών; οἰκεῖον ἢ' ξ ἄλλου τινός; Θεράπωνἐμὸν μὲν οὐκ ἔγωγ᾽, ἐδεξάμην δέ του. Οἰδίπουςτίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης; Θεράπωνμὴ πρὸς θεῶν, μή, δέσποθ᾽, ἱστόρει πλέον. Οἰδίπουςὄλωλας, εἴ σε ταῦτ᾽ ἐρήσομαι πάλιν. Θεράπωντῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. Οἰδίπουςἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς; Θεράπωνοἴμοι, πρὸς αὐτῷ γ᾽ εἰμὶ τῷ δεινῷ λέγειν. Οἰδίπουςκἄγωγ᾽ ἀκούειν: ἀλλ᾽ ὅμως ἀκουστέον.
1.55
Θεράπωνκείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ᾽: ἡ δ᾽ ἔσωκάλλιστ᾽ ἂν εἴποι σὴ γυνὴ τάδ᾽ ὡς ἔχει. Οἰδίπουςἦ γὰρ δίδωσιν ἥδε σοι; Θεράπωνμάλιστ᾽, ἄναξ. Οἰδίπουςὡς πρὸς τί χρείας; Θεράπωνὡς ἀναλώσαιμί νιν. Οἰδίπουςτεκοῦσα τλήμων; Θεράπωνθεσφάτων γ᾽ ὄκνῳ κακῶν. Οἰδίπουςποίων; Θεράπωνκτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. Οἰδίπουςπῶς δῆτ᾽ ἀφῆκας τῷ γέροντι τῷδε σύ; Θεράπωνκατοικτίσας, ὦ δέσποθ᾽, ὡς ἄλλην χθόναδοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν: ὁ δὲκάκ᾽ εἰς μέγιστ᾽ ἔσωσεν. εἰ γὰρ οὗτος εἶὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. Οἰδίπουςἰοὺ ἰού: τὰ πάντ᾽ ἂν ἐξήκοι σαφῆ. ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τ᾽ ἀφ᾽ ὧν οὐ χρῆν, ξὺν οἷς τ᾽ οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ᾽ οὐκ ἔδει κτανών.
1.56
Χορόςἰὼ γενεαὶ βροτῶν, ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ. τίς γάρ, τίς ἀνὴρ πλέοντᾶς εὐδαιμονίας φέρειἢ τοσοῦτον ὅσον δοκεῖνκαὶ δόξαντ᾽ ἀποκλῖναι; τὸν σόν τοι παράδειγμ᾽ ἔχων, τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶνοὐδὲν μακαρίζω:
1.57
Χορόςὅστις καθ᾽ ὑπερβολὰντοξεύσας ἐκράτησε τοῦ πάντ᾽ εὐδαίμονος ὄλβου, ὦ Ζεῦ, κατὰ μὲν φθίσαςτὰν γαμψώνυχα παρθένονχρησμῳδόν, θανάτων δ᾽ ἐμᾷχώρᾳ πύργος ἀνέστα: ἐξ οὗ καὶ βασιλεὺς καλεῖἐμὸς καὶ τὰ μέγιστ᾽ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐνΘήβαισιν ἀνάσσων.
1.58
Χορόςτανῦν δ᾽ ἀκούειν τίς ἀθλιώτερος; τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοιςξύνοικος ἀλλαγᾷ βίου; ἰὼ κλεινὸν Οἰδίπου κάρα, ἦ στέγας λιμὴναὑτὸς ἤρκεσενπαιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν; πῶς ποτε πῶς ποθ᾽ αἱ πατρῷαί σ᾽ ἄλοκες φέρειν, τάλας, σῖγ᾽ ἐδυνάθησαν ἐς τοσόνδε;
1.59
Χορόςἐφηῦρέ σ᾽ ἄκονθ᾽ ὁ πάνθ᾽ ὁρῶν χρόνος, δικάζει τ᾽ ἄγαμον γάμον πάλαιτεκνοῦντα καὶ τεκνούμενον. ἰώ, Λαΐειον ὦ τέκνον, εἴθε σ᾽ εἴθε σεμήποτ᾽ εἰδόμαν. δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέωνἐκ στομάτων. τὸ δ᾽ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τ᾽ ἐκσέθενκαὶ κατεκοίμασα τοὐμὸν ὄμμα.
1.60
Ἐξάγγελοςὦ γῆς μέγιστα τῆσδ᾽ ἀεὶ τιμώμενοι, οἷ᾽, ἔργ᾽ ἀκούσεσθ᾽, οἷα δ᾽ εἰσόψεσθ᾽, ὅσον δ᾽ ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτιτῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. οἶμαι γὰρ οὔτ᾽ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂννίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσακεύθει, τὰ δ᾽ αὐτίκ᾽ εἰς τὸ φῶς φανεῖ κακὰἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶνμάλιστα λυποῦσ᾽ αἳ φανῶσ᾽ αὐθαίρετοι. Χορόςλείπει μὲν οὐδ᾽ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐβαρύστον᾽ εἶναι: πρὸς δ᾽ ἐκείνοισιν τί φῄς; Ἐξάγγελοςὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶμαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. Χορόςὦ δυστάλαινα, πρὸς τίνος ποτ᾽ αἰτίας;
1.61
Ἐξάγγελοςαὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲνἄλγιστ᾽ ἄπεστιν: ἡ γὰρ ὄψις οὐ πάρα. ὅμως δ᾽, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι, πεύσει τὰ κείνης ἀθλίας παθήματα. ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ᾽ ἔσωθυρῶνος, ἵετ᾽ εὐθὺ πρὸς τὰ νυμφικὰλέχη, κόμην σπῶσ᾽ ἀμφιδεξίοις ἀκμαῖς. πύλας δ᾽, ὅπως εἰσῆλθ᾽, ἐπιρράξασ᾽ ἔσωκαλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, μνήμην παλαιῶν σπερμάτων ἔχουσ᾽, ὑφ᾽ ὧνθάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποιτοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν. γοᾶτο δ᾽ εὐνάς, ἔνθα δύστηνος διπλοῦςἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν᾽ ἐκ τέκνων τέκοι. χὤπως μὲν ἐκ τῶνδ᾽ οὐκέτ᾽ οἶδ᾽ ἀπόλλυται: βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ᾽ οὗοὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, ἀλλ᾽ εἰς ἐκεῖνον περιπολοῦντ᾽ ἐλεύσσομεν. φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, γυναῖκά τ᾽ οὐ γυναῖκα, μητρῴαν δ᾽ ὅπουκίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων. λυσσῶντι δ᾽ αὐτῷ δαιμόνων δείκνυσί τις: οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν. δεινὸν δ᾽ ἀύσας ὡς ὑφηγητοῦ τινοςπύλαις διπλαῖς ἐνήλατ᾽, ἐκ δὲ πυθμένωνἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ᾽ ἐσείδομεν, πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην. ὁ δ᾽ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλαςχαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇἔκειτο τλήμων, δεινὰ δ᾽ ἦν τἀνθένδ᾽ ὁρᾶν. ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτουςπερόνας ἀπ᾽ αὐτῆς, αἷσιν ἐξεστέλλετο, ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, αὐδῶν τοιαῦθ᾽, ὁθούνεκ᾽ οὐκ ὄψοιντό νινοὔθ᾽ οἷ᾽ ἔπασχεν οὔθ᾽ ὁποῖ᾽ ἔδρα κακά, ἀλλ᾽ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδειὀψοίαθ᾽, οὓς δ᾽ ἔχρῃζεν οὐ γνωσοίατο. τοιαῦτ᾽ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξἤρασσ᾽ ἐπαίρων βλέφαρα. φοίνιαι δ᾽ ὁμοῦγλῆναι γένει᾽ ἔτελλον, οὐδ᾽ ἀνίεσανφόνου μυδώσας σταγόνας, ἀλλ᾽ ὁμοῦ μέλαςὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο. τάδ᾽ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα, ἀλλ᾽ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. ὁ πρὶν παλαιὸς δ᾽ ὄλβος ἦν πάροιθε μὲνὄλβος δικαίως: νῦν δὲ τῇδε θἠμέρᾳστεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶνὅσ᾽ ἐστὶ πάντων ὀνόματ᾽, οὐδέν ἐστ᾽ ἀπόν.
1.62
Χορόςνῦν δ᾽ ἔσθ᾽ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ; Ἐξάγγελοςβοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινατοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον, τὸν μητέρ᾽— αὐδῶν ἀνόσι᾽ οὐδὲ ῥητά μοι, ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδ᾽ ἔτιμενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο. ῥώμης γε μέντοι καὶ προηγητοῦ τινοςδεῖται: τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν. δείξει δὲ καὶ σοί: κλῇθρα γὰρ πυλῶν τάδεδιοίγεται: θέαμα δ᾽ εἰσόψει τάχατοιοῦτον οἷον καὶ στυγοῦντ᾽ ἐποικτίσαι.
1.63
Χορόςὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις, ὦ δεινότατον πάντων ὅσ᾽ ἐγὼπροσέκυρσ᾽ ἤδη. τίς σ᾽, ὦ τλῆμον, προσέβη μανία; τίς ὁ πηδήσαςμείζονα δαίμων τῶν μακίστωνπρὸς σῇ δυσδαίμονι μοίρᾳ; φεῦ φεῦ, δύσταν᾽: ἀλλ᾽ οὐδ᾽ ἐσιδεῖν δύναμαί σε, θέλωνπόλλ᾽ ἀνερέσθαι, πολλὰ πυθέσθαι, πολλὰ δ᾽ ἀθρῆσαι: τοίαν φρίκην παρέχεις μοι. Οἰδίπουςαἰαῖ αἰαῖ, δύστανος ἐγώ, ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοιφθογγὰ διαπωτᾶται φοράδην; ἰὼ δαῖμον, ἵν᾽ ἐξήλλου. Χορόςἐς δεινὸν οὐδ᾽ ἀκουστὸν οὐδ᾽ ἐπόψιμον.
1.64
Οἰδίπουςἰὼ σκότουνέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, ἀδάματόν τε καὶ δυσούριστον ὄν. οἴμοι, οἴμοι μάλ᾽ αὖθις: οἷον εἰσέδυ μ᾽ ἅμακέντρων τε τῶνδ᾽ οἴστρημα καὶ μνήμη κακῶν. Χορόςκαὶ θαῦμά γ᾽ οὐδὲν ἐν τοσοῖσδε πήμασινδιπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.
1.65
Οἰδίπουςἰὼ φίλος, σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος: ἔτι γὰρὑπομένεις με τὸν τυφλὸν κηδεύων. φεῦ φεῦ. οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. Χορόςὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰςὄψεις μαρᾶναι; τίς σ᾽ ἐπῆρε δαιμόνων;
1.66
ΟἰδίπουςἈπόλλων τάδ᾽ ἦν, Ἀπόλλων, φίλοι, ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ᾽ ἐμὰ πάθεα. ἔπαισε δ᾽ αὐτόχειρ νιν οὔτις, ἀλλ᾽ ἐγὼ τλάμων. τί γὰρ ἔδει μ᾽ ὁρᾶν, ὅτῳ γ᾽ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; Χορόςἦν τᾷδ᾽ ὅπωσπερ καὶ σύ φῄς. Οἰδίπουςτί δῆτ᾽ ἐμοὶ βλεπτὸν ἢστερκτὸν ἢ προσήγορονἔτ᾽ ἔστ᾽ ἀκούειν ἡδονᾷ φίλοι; ἀπάγετ᾽ ἐκτόπιον ὅ τι τάχιστά με, ἀπάγετ᾽, ὦ φίλοι, τὸν μέγ᾽ ὀλέθριοντὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖςἐχθρότατον βροτῶν. Χορόςδείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, ὡς σ᾽ ἠθέλησα μηδέ γ᾽ ἂν γνῶναί ποτε.
1.67
Οἰδίπουςὄλοιθ᾽ ὅστις ἦν, ὃς ἀγρίας πέδαςμονάδ᾽ ἐπιποδίας ἔλυσ᾽ μ᾽ ἀπό τε φόνουἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων. τότε γὰρ ἂν θανὼνοὐκ ἦ φίλοισιν οὐδ᾽ ἐμοὶ τοσόνδ᾽ ἄχος. Χορόςθέλοντι κἀμοὶ τοῦτ᾽ ἂν ἦν. Οἰδίπουςοὔκουν πατρός γ᾽ ἂν φονεὺςἦλθον οὐδὲ νυμφίοςβροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. νῦν δ᾽ ἄθεος μέν εἰμ᾽, ἀνοσίων δὲ παῖς, ὁμολεχὴς δ᾽ ἀφ᾽ ὧν αὐτὸς ἔφυν τάλας. εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, τοῦτ᾽ ἔλαχ᾽ Οἰδίπους.
1.68
Χορόςοὐκ οἶδ᾽ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς: κρείσσων γὰρ ἦσθα μηκέτ᾽ ὢν ἢ ζῶν τυφλός. Οἰδίπουςὡς μὲν τάδ᾽ οὐχ ὧδ᾽ ἔστ᾽ ἄριστ᾽ εἰργασμένα, μή μ᾽ ἐκδίδασκε, μηδὲ συμβούλευ᾽ ἔτι. ἐγὼ γὰρ οὐκ οἶδ᾽ ὄμμασιν ποίοις βλέπωνπατέρα ποτ᾽ ἂν προσεῖδον εἰς Ἅιδου μολὼνοὐδ᾽ αὖ τάλαιναν μητέρ᾽, οἷν ἐμοὶ δυοῖνἔργ᾽ ἐστὶ κρείσσον᾽ ἀγχόνης εἰργασμένα. ἀλλ᾽ ἡ τέκνων δῆτ᾽ ὄψις ἦν ἐφίμερος, βλαστοῦσ᾽ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; οὐ δῆτα τοῖς γ᾽ ἐμοῖσιν ὀφθαλμοῖς ποτε: οὐδ᾽ ἄστυ γ᾽ οὐδὲ πύργος οὐδὲ δαιμόνωνἀγάλμαθ᾽ ἱερά, τῶν ὁ παντλήμων ἐγὼκάλλιστ᾽ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶςἀπεστέρησ᾽ ἐμαυτόν, αὐτὸς ἐννέπωνὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶνφανέντ᾽ ἄναγνον καὶ γένους τοῦ Λαΐου. τοιάνδ᾽ ἐγὼ κηλῖδα μηνύσας ἐμὴνὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; ἥκιστά γ᾽: ἀλλ᾽ εἰ τῆς ἀκουούσης ἔτ᾽ ἦνπηγῆς δι᾽ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμηντὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, ἵν᾽ ἦ τυφλός τε καὶ κλύων μηδέν: τὸ γὰρτὴν φροντίδ᾽ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. ἰὼ Κιθαιρών, τί μ᾽ ἐδέχου; τί μ᾽ οὐ λαβὼνἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτεἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς; ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτριαλόγῳ παλαιὰ δώμαθ᾽, οἷον ἆρά μεκάλλος κακῶν ὕπουλον ἐξεθρέψατε: νῦν γὰρ κακός τ᾽ ὢν κἀκ κακῶν εὑρίσκομαι. ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπηδρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς, αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄποἐπίετε πατρός, ἆρά μου μέμνησθ᾽ ἔτιοἷ᾽ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ᾽ ἰὼνὁποῖ᾽ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι, ἐφύσαθ᾽ ἡμᾶς, καὶ φυτεύσαντες πάλινἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατεπατέρας, ἀδελφούς, παῖδας, αἷμ᾽ ἐμφύλιον, νύμφας, γυναῖκας μητέρας τε, χὠπόσααἴσχιστ᾽ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. ἀλλ᾽ οὐ γὰρ αὐδᾶν ἔσθ᾽ ἃ μηδὲ δρᾶν καλόν, ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ πουκαλύψατ᾽ ἢ φονεύσατ᾽ ἢ θαλάσσιονἐκρίψατ᾽, ἔνθα μήποτ᾽ εἰσόψεσθ᾽ ἔτι. ἴτ᾽, ἀξιώσατ᾽ ἀνδρὸς ἀθλίου θιγεῖν. πίθεσθε, μὴ δείσητε: τἀμὰ γὰρ κακὰοὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.
1.69
Χορόςἀλλ᾽ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθ᾽ ὅδεΚρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶχώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. Οἰδίπουςοἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ᾽ ἔπος; τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρπάρος πρὸς αὐτὸν πάντ᾽ ἐφεύρημαι κακός. Κρέωνοὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὐδ᾽ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. ἀλλ᾽ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ᾽ ἔτιγένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγααἰδεῖσθ᾽ ἄνακτος Ἡλίου, τοιόνδ᾽ ἄγοςἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆμήτ᾽ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. ἀλλ᾽ ὡς τάχιστ᾽ ἐς οἶκον ἐσκομίζετε: τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ᾽ ὁρᾶνμόνοις τ᾽ ἀκούειν εὐσεβῶς ἔχει κακά. Οἰδίπουςπρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ᾽ ἀπέσπασας, ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ᾽ ἐμέ, πιθοῦ τί μοι: πρὸς σοῦ γὰρ οὐδ᾽ ἐμοῦ φράσω. Κρέωνκαὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; Οἰδίπουςῥῖψόν με γῆς ἐκ τῆσδ᾽ ὅσον τάχισθ᾽, ὅπουθνητῶν φανοῦμαι μηδενὸς προσήγορος. Κρέωνἔδρασ᾽ ἂν εὖ τοῦτ᾽ ἴσθ᾽ ἄν, εἰ μὴ τοῦ θεοῦπρώτιστ᾽ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν. Οἰδίπουςἀλλ᾽ ἥ γ᾽ ἐκείνου πᾶσ᾽ ἐδηλώθη φάτις, τὸν πατροφόντην, τὸν ἀσεβῆ μ᾽ ἀπολλύναι. Κρέωνοὕτως ἐλέχθη ταῦθ᾽: ὅμως δ᾽ ἵν᾽ ἕσταμενχρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον. Οἰδίπουςοὕτως ἄρ᾽ ἀνδρὸς ἀθλίου πεύσεσθ᾽ ὕπερ; Κρέωνκαὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.
1.70
Οἰδίπουςκαὶ σοί γ᾽ ἐπισκήπτω τε καὶ προστέψομαι, τῆς μὲν κατ᾽ οἴκους αὐτὸς ὃν θέλεις τάφονθοῦ: καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ: ἐμοῦ δὲ μήποτ᾽ ἀξιωθήτω τόδεπατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, ἀλλ᾽ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεταιοὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοιπατήρ τ᾽ ἐθέσθην ζῶντε κύριον τάφον, ἵν᾽ ἐξ ἐκείνων, οἵ μ᾽ ἀπωλλύτην, θάνω. καίτοι τοσοῦτόν γ᾽ οἶδα, μήτε μ᾽ ἂν νόσονμήτ᾽ ἄλλο πέρσαι μηδέν: οὐ γὰρ ἄν ποτεθνῄσκων ἐσώθην, μὴ' πί τῳ δεινῷ κακῷ. ἀλλ᾽ ἡ μὲν ἡμῶν μοῖρ᾽, ὅποιπερ εἶσ᾽, ἴτω: παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, προσθῇ μέριμναν: ἄνδρες εἰσίν, ὥστε μὴσπάνιν ποτὲ σχεῖν, ἔνθ᾽ ἂν ὦσι, τοῦ βίου: ταῖν δ᾽ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, αἷν οὔποθ᾽ ἡμὴ χωρὶς ἐστάθη βορᾶςτράπεζ᾽ ἄνευ τοῦδ᾽ ἀνδρός, ἀλλ᾽ ὅσων ἐγὼψαύοιμι, πάντων τῶνδ᾽ ἀεὶ μετειχέτην: αἷν μοι μέλεσθαι: καὶ μάλιστα μὲν χεροῖνψαῦσαί μ᾽ ἔασον κἀποκλαύσασθαι κακά. ἴθ᾽ ὦναξ, ἴθ᾽ ὦ γονῇ γενναῖε: χερσί τἂν θιγὼνδοκοῖμ᾽ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ᾽ ἔβλεπον. τί φημί; οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοινδακρυρροούντοιν, καί μ᾽ ἐποικτίρας Κρέωνἔπεμψέ μοι τὰ φίλτατ᾽ ἐκγόνοιν ἐμοῖν; λέγω τι; Κρέωνλέγεις: ἐγὼ γὰρ εἰμ᾽ ὁ πορσύνας τάδε, γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ᾽ εἶχεν πάλαι.
1.71
Οἰδίπουςἀλλ᾽ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦδαίμων ἄμεινον ἢ' μὲ φρουρήσας τύχοι. ὦ τέκνα, ποῦ ποτ᾽ ἐστέ; δεῦρ᾽ ἴτ᾽, ἔλθετεὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ᾽ ὁρᾶντὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα: ὃς ὑμίν, ὦ τέκν᾽, οὔθ᾽ ὁρῶν οὔθ᾽ ἱστορῶνπατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. καὶ σφὼ δακρύω: προσβλέπειν γὰρ οὐ σθένω: νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. ποίας γὰρ ἀστῶν ἥξετ᾽ εἰς ὁμιλίας, ποίας δ᾽ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναιπρὸς οἶκον ἵξεσθ᾽ ἀντὶ τῆς θεωρίας; ἀλλ᾽ ἡνίκ᾽ ἂν δὴ πρὸς γάμων ἥκητ᾽ ἀκμάς, τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, τοιαῦτ᾽ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖςγοναῖσιν ἔσται σφῷν θ᾽ ὁμοῦ δηλήματα; τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρὑμῶν ἔπεφνε: τὴν τεκοῦσαν ἤροσεν, ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσωνἐκτήσαθ᾽ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ. τοιαῦτ᾽ ὀνειδιεῖσθε: κᾆτα τίς γαμεῖ; οὐκ ἔστιν οὐδείς, ὦ τέκν᾽, ἀλλὰ δηλαδὴχέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών. ὦ παῖ Μενοικέως, ἀλλ᾽ ἐπεὶ μόνος πατὴρταύταιν λέλειψαι, νὼ γάρ, ὣ' φυτεύσαμεν, ὀλώλαμεν δύ᾽ ὄντε, μή σφε περιίδῃςπτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας, μηδ᾽ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς. ἀλλ᾽ οἴκτισόν σφας, ὧδε τηλικάσδ᾽ ὁρῶνπάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος. ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. πόλλ᾽ ἂν παρῄνουν: νῦν δὲ τοῦτ᾽ εὔχεσθέ μοι, οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονοςὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός. Κρέωνἅλις ἵν᾽ ἐξήκεις δακρύων: ἀλλ᾽ ἴθι στέγης ἔσω.
1.72
Οἰδίπουςπειστέον, κεἰ μηδὲν ἡδύ. Κρέωνπάντα γὰρ καιρῷ καλά. Οἰδίπουςοἶσθ᾽ ἐφ᾽ οἷς οὖν εἶμι; Κρέωνλέξεις, καὶ τότ᾽ εἴσομαι κλύων. Οἰδίπουςγῆς μ᾽ ὅπως πέμψεις ἄποικον. Κρέωντοῦ θεοῦ μ᾽ αἰτεῖς δόσιν. Οἰδίπουςἀλλὰ θεοῖς γ᾽ ἔχθιστος ἥκω. Κρέωντοιγαροῦν τεύξει τάχα. Οἰδίπουςφῂς τάδ᾽ οὖν; Κρέωνἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην. Οἰδίπουςἄπαγέ νύν μ᾽ ἐντεῦθεν ἤδη. Κρέωνστεῖχέ νυν, τέκνων δ᾽ ἀφοῦ. Οἰδίπουςμηδαμῶς ταύτας γ᾽ ἕλῃ μου. Κρέωνπάντα μὴ βούλου κρατεῖν: καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο. Χορόςὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ᾽, Οἰδίπους ὅδε, ὃς τὰ κλείν᾽ αἰνίγματ᾽ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν. ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖνἡμέραν ἐπισκοποῦντα μηδέν᾽ ὀλβίζειν, πρὶν ἂντέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.