Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sophantigone
SofoclesSophantigo 1 · textus-receptusMore by Sofocles
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/sophocles" aria-label="More works by Sofocles"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Ἀντιγόνηὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, ἆρ᾽ οἶσθ᾽ ὅ τι Ζεὺς τῶν ἀπ᾽ Οἰδίπου κακῶνὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; οὐδὲν γὰρ οὔτ᾽ ἀλγεινὸν οὔτ᾽ ἄτης ἄτεροὔτ᾽ αἰσχρὸν οὔτ᾽ ἄτιμόν ἐσθ᾽, ὁποῖον οὐτῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾽ ἐγὼ κακῶν. καὶ νῦν τί τοῦτ᾽ αὖ φασι πανδήμῳ πόλεικήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνειπρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; Ἰσμήνηἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη φίλωνοὔθ᾽ ἡδὺς οὔτ᾽ ἀλγεινὸς ἵκετ᾽ ἐξ ὅτουδυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί: ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸςἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδ᾽ ὑπέρτερον, οὔτ᾽ εὐτυχοῦσα μᾶλλον οὔτ᾽ ἀτωμένη. Ἀντιγόνηᾔδη καλῶς, καί σ᾽ ἐκτὸς αὐλείων πυλῶντοῦδ᾽ οὕνεκ᾽ ἐξέπεμπον, ὡς μόνη κλύοις. Ἰσμήνητί δ᾽ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσ᾽ ἔπος. Ἀντιγόνηοὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέωντὸν μὲν προτίσας, τὸν δ᾽ ἀτιμάσας ἔχει; Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκηςχρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸςἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς: τὸν δ᾽ ἀθλίως θανόντα Πολυνείκους νέκυνἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴτάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺνθησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶκἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντ᾽ ἔχειν, καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσινσαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμ᾽ ἄγεινοὐχ ὡς παρ᾽ οὐδέν, ἀλλ᾽ ὃς ἂν τούτων τι δρᾷ, φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχαεἴτ᾽ εὐγενὴς πέφυκας εἴτ᾽ ἐσθλῶν κακή.
1.2
Ἰσμήνητί δ᾽, ὦ ταλαῖφρον, εἰ τάδ᾽ ἐν τούτοις, ἐγὼλύουσ᾽ ἂν ἢ' φάπτουσα προσθείμην πλέον; Ἀντιγόνηεἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει. Ἰσμήνηποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτ᾽ εἰ; Ἀντιγόνηεἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. Ἰσμήνηἢ γὰρ νοεῖς θάπτειν σφ᾽, ἀπόρρητον πόλει; Ἀντιγόνητὸν γοῦν ἐμὸν καὶ τὸν σόν ἢν σὺ μὴ θέλῃςἀδελφόν: οὐ γὰρ δὴ προδοῦσ᾽ ἁλώσομαι. Ἰσμήνηὦ σχετλία, Κρέοντος ἀντειρηκότος; Ἀντιγόνηἀλλ᾽ οὐδὲν αὐτῷ τῶν ἐμῶν μ᾽ εἴργειν μέτα. Ἰσμήνηοἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρὡς νῷν ἀπεχθὴς δυσκλεής τ᾽ ἀπώλετο, πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶςὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί. ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον: τρίτον δ᾽ ἀδελφὼ δύο μίαν καθ᾽ ἡμέραναὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρονκοινὸν κατειργάσαντ᾽ ἐπαλλήλοιν χεροῖν. νῦν δ᾽ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπειὅσῳ κάκιστ᾽ ὀλούμεθ᾽, εἰ νόμου βίᾳψῆφον τυράννων ἢ κράτη παρέξιμεν. ἀλλ᾽ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχ᾽ ὅτιἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. ἔπειτα δ᾽ οὕνεκ᾽ ἀρχόμεσθ᾽ ἐκ κρεισσόνων, καὶ ταῦτ᾽ ἀκούειν κἄτι τῶνδ᾽ ἀλγίονα. ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸςξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, τοῖς ἐν τέλει βεβῶσι πείσομαι: τὸ γὰρπερισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα.
1.3
Ἀντιγόνηοὔτ᾽ ἂν κελεύσαιμ᾽ οὔτ᾽ ἄν, εἰ θέλοις ἔτιπράσσειν, ἐμοῦ γ᾽ ἂν ἡδέως δρῴης μέτα. ἀλλ᾽ ἴσθ᾽ ὁποῖά σοι δοκεῖ, κεῖνον δ᾽ ἐγὼθάψω: καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. φίλη μετ᾽ αὐτοῦ κείσομαι, φίλου μέτα, ὅσια πανουργήσασ᾽. ἐπεὶ πλείων χρόνοςὃν δεῖ μ᾽ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. ἐκεῖ γὰρ αἰεὶ κείσομαι: σοὶ δ᾽, εἰ δοκεῖ, τὰ τῶν θεῶν ἔντιμ᾽ ἀτιμάσασ᾽ ἔχε. Ἰσμήνηἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲβίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. Ἀντιγόνησὺ μὲν τάδ᾽ ἂν προὔχοι᾽: ἐγὼ δὲ δὴ τάφονχώσουσ᾽ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. Ἰσμήνηοἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. Ἀντιγόνημὴ' μοῦ προτάρβει: τὸν σὸν ἐξόρθου πότμον. Ἰσμήνηἀλλ᾽ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶτοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ᾽ αὔτως ἐγώ. Ἀντιγόνηοἴμοι, καταύδα: πολλὸν ἐχθίων ἔσεισιγῶσ᾽, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. Ἰσμήνηθερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. Ἀντιγόνηἀλλ᾽ οἶδ᾽ ἀρέσκουσ᾽ οἷς μάλισθ᾽ ἁδεῖν με χρή. Ἰσμήνηεἰ καὶ δυνήσει γ᾽: ἀλλ᾽ ἀμηχάνων ἐρᾷς. Ἀντιγόνηοὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. Ἰσμήνηἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. Ἀντιγόνηεἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. ἀλλ᾽ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίανπαθεῖν τὸ δεινὸν τοῦτο: πείσομαι γὰρ οὐτοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. Ἰσμήνηἀλλ᾽ εἰ δοκεῖ σοι, στεῖχε: τοῦτο δ᾽ ἴσθ᾽ ὅτιἄνους μὲν ἔρχει, τοῖς φίλοις δ᾽ ὀρθῶς φίλη.
1.4
Χορόςἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲνΘήβᾳ τῶν προτέρων φάος, ἐφάνθης ποτ᾽, ὦ χρυσέαςἁμέρας βλέφαρον, Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳφυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ:
1.5
Χορόςὃς ἐφ᾽ ἡμετέρᾳ γᾷ Πολυνείκουςἀρθεὶς νεικέων ἐξ ἀμφιλόγωνὀξέα κλάζωνἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα, λευκῆς χιόνος πτέρυγι στεγανός, πολλῶν μεθ᾽ ὅπλωνξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν.
1.6
Χορόςξύν θ᾽ ἱπποκόμοις κορύθεσσιν. στὰς δ᾽ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳλόγχαις ἑπτάπυλον στόμαἔβα, πρίν ποθ᾽ ἁμετέρωναἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργωνπευκάενθ᾽ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτ᾽ ἐτάθηπάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος.
1.7
ΧορόςΖεὺς γὰρ μεγάλης γλώσσης κόμπουςὑπερεχθαίρει, καὶ σφας ἐσιδὼνπολλῷ ῥεύματι προσνισσομένουςχρυσοῦ καναχῆς ὑπεροπλίαις, παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδωνἐπ᾽ ἄκρων ἤδηνίκην ὁρμῶντ᾽ ἀλαλάξαι.
1.8
Χορόςἀντιτύπᾳ δ᾽ ἐπὶ γᾷ πέσε τανταλωθεὶςπυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷβακχεύων ἐπέπνειῥιπαῖς ἐχθίστων ἀνέμων. εἶχε δ᾽ ἄλλᾳ τὰ μέν, ἄλλα δ᾽ ἐπ᾽ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρηςδεξιόσειρος.
1.9
Χορόςἑπτὰ λοχαγοὶ γὰρ ἐφ᾽ ἑπτὰ πύλαιςταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπονΖηνὶ τροπαίῳ πάγχαλκα τέλη, πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸςμητρός τε μιᾶς φύντε καθ᾽ αὑτοῖνδικρατεῖς λόγχας στήσαντ᾽ ἔχετονκοινοῦ θανάτου μέρος ἄμφω.
1.10
Χορόςἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκατᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, ἐκ μὲν δὴ πολέμωντῶν νῦν θέσθαι λησμοσύναν, θεῶν δὲ ναοὺς χοροῖςπαννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δ᾽ ἐλελίχθωνΒάκχιος ἄρχοι.
1.11
Χορόςἀλλ᾽ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸςνεαραῖσι θεῶν ἐπὶ συντυχίαιςχωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, ὅτι σύγκλητον τήνδε γερόντωνπροὔθετο λέσχην, κοινῷ κηρύγματι πέμψας;
1.12
Κρέωνἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶπολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχαἔστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐουσέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν, κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτιπαῖδας μένοντας ἐμπέδοις φρονήμασιν. ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίανκαθ᾽ ἡμέραν ὤλοντο παίσαντές τε καὶπληγέντες αὐτόχειρι σὺν μιάσματι, ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχωγένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων. ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖνψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂνἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλινμὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτωνἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχεικάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ: καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτραςφίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί, οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶνστείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸςθείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπιπλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν, καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχωἀστοῖσι παίδων τῶν ἀπ᾽ Οἰδίπου πέρι: Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶνὄλωλε τῆσδε, πάντ᾽ ἀριστεύσας δόρει, τάφῳ τε κρύψαι καὶ τὰ πάντ᾽ ἀφαγνίσαιἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς. τὸν δ᾽ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω, ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖςφυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶπρῆσαι κατ᾽ ἄκρας, ἠθέλησε δ᾽ αἵματοςκοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, τοῦτον πόλει τῇδ᾽ ἐκκεκήρυκται τάφῳμήτε κτερίζειν μήτε κωκῦσαί τινα, ἐᾶν δ᾽ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμαςκαὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ᾽ ἰδεῖν. τοιόνδ᾽ ἐμὸν φρόνημα, κοὔποτ᾽ ἔκ γ᾽ ἐμοῦτιμὴν προέξουσ᾽ οἱ κακοὶ τῶν ἐνδίκων: ἀλλ᾽ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼνκαὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται.
1.13
Χορόςσοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως Κρέον, τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει: νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοικαὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. Κρέωνὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων. Χορόςνεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. Κρέωνἀλλ᾽ εἴσ᾽ ἑτοῖμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι. Χορόςτί δῆτ᾽ ἂν ἄλλο τοῦτ᾽ ἐπεντέλλοις ἔτι; Κρέωντὸ μὴ' πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. Χορόςοὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. Κρέωνκαὶ μὴν ὁ μισθός γ᾽, οὗτος: ἀλλ᾽ ὑπ᾽ ἐλπίδωνἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. Φύλαξἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕποδύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν: ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη: τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέωνἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει; τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖνσοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως: τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
1.14
Κρέωντί δ᾽ ἐστὶν ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν; Φύλαξφράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ: τὸ γὰρπρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽ οὔτ᾽ εἶδον ὅστις ἦν ὁ δρῶν, οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. Κρέωνεὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳτὸ πρᾶγμα: δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον. Φύλαξτὰ δεινὰ γάρ τοι προστίθησ᾽ ὄκνον πολύν. Κρέωνοὔκουν ἐρεῖς ποτ᾽, εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει; Φύλαξκαὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίωςθάψας βέβηκε κἀπὶ χρωτὶ διψίανκόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή: Κρέωντί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; Φύλαξοὐκ οἶδ᾽: ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦνπλῆγμ᾽, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆκαὶ χέρσος, ἀρρὼξ οὐδ᾽ ἐπημαξευμένητροχοῖσιν, ἀλλ᾽ ἄσημος οὑργάτης τις ἦν. ὅπως δ᾽ ὁ πρῶτος ἡμὶν ἡμεροσκόποςδείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, λεπτὴ δ᾽, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνιςσημεῖα δ᾽ οὔτε θηρὸς οὔτε του κυνῶνἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετοπληγὴ τελευτῶσ᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφευγε μὴ εἰδέναι. ἦμεν δ᾽ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖνκαὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναιτὸ πρᾶγμα βουλεύσαντι μηδ᾽ εἰργασμένῳ. τέλος δ᾽ ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρανεῦσαι φόβῳ προὔτρεψεν: οὐ γὰρ εἴχομενοὔτ᾽ ἀντιφωνεῖν οὔθ᾽ ὅπως δρῶντες καλῶςπράξαιμεν. ἦν δ᾽ ὁ μῦθος ὡς ἀνοιστέονσοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. καὶ ταῦτ᾽ ἐνίκα, κἀμὲ τὸν δυσδαίμοναπάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι: στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
1.15
Χορόςἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατοντοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαιΚρέωνπαῦσαι, πρὶν ὀργῆς καὶ' μὲ μεστῶσαι λέγων, μὴ' φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγωνπρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. πότερον ὑπερτιμῶντες ὡς εὐεργέτηνἔκρυπτον αὐτόν, ὅστις ἀμφικίοναςναοὺς πυρώσων ἦλθε κἀναθήματακαὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεωςἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷλόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶςπαρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυροςκακὸν νόμισμ᾽ ἔβλαστε. τοῦτο καὶ πόλειςπορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων: τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρέναςχρηστὰς πρὸς αἰσχρὰ πράγματ᾽ ἵστασθαι βροτῶν: πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχεινκαὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην. ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας, εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω: εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφουεὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς, οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂνζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν, ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέοντὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ᾽ ὅτιοὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείοναςἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
1.16
Φύλαξεἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; Κρέωνοὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; Φύλαξἐν τοῖσιν ὠσὶν ἢ' πὶ τῇ ψυχῇ δάκνει; Κρέωντί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; Φύλαξὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ. Κρέωνοἴμ᾽ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. Φύλαξοὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ. Κρέωνκαὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. Φύλαξφεῦ: ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν. Κρέωνκόμψευέ νυν τὴν δόξαν: εἰ δὲ ταῦτα μὴφανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτιτὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. Φύλαξἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽: ἐὰν δέ τοιληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με: καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆςσωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
1.17
Χορόςπολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳχωρεῖ, περιβρυχίοισινπερῶν ὑπ᾽ οἴδμασιν. θεῶν τε τὰν ὑπερτάταν, Γᾶνἄφθιτον, ἀκαμάταν, ἀποτρύεταιἰλλομένων ἀρότρων ἔτος εἰς ἔτοςἱππείῳ γένει πολεύων.
1.18
Χορόςκουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγεικαὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ᾽ εἰναλίαν φύσινσπείραισι δικτυοκλώστοις, περιφραδὴς ἀνήρ: κρατεῖ δὲ μηχαναῖς ἀγραύλουθηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽ ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶνοὔρειόν τ᾽ ἀκμῆτα ταῦρον.
1.19
καὶ φθέγμα καὶ ἀνεμόενφρόνημα καὶ ἀστυνόμουςὀργὰς ἐδιδάξατο καὶ δυσαύλωνπάγων ὑπαίθρεια καὶδύσομβρα φεύγειν βέληπαντοπόρος· ἄπορος ἐπ᾽ οὐδὲν ἔρχεταιτὸ μέλλον· Ἅιδα μόνονφεῦξιν οὐκ ἐπάξεται· νόσων δ᾽ ἀμαχάνων φυγὰςξυμπέφρασται. σοφόν τι τὸ μαχανόεντέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχωντοτὲ μὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει, νόμους περαίνων χθονὸςθεῶν τ᾽ ἔνορκον δίκαν· ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸνξύνεστι τόλμας χάριν. μήτ᾽ ἐμοὶ παρέστιοςγένοιτο μήτ᾽ ἴσον φρονῶνὃς τάδ᾽ ἔρδοι.
1.20
Χορόςἐς δαιμόνιον τέρας ἀμφινοῶτόδε: πῶς εἰδὼς ἀντιλογήσωτήνδ᾽ οὐκ εἶναι παῖδ᾽ Ἀντιγόνην. ὦ δύστηνοςκαὶ δυστήνου πατρὸς Οἰδιπόδα, τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαντοῖς βασιλείοισιν ἄγουσι νόμοιςκαὶ ἐν ἀφροσύνῃ καθελόντες;
1.21
Φύλαξἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ' ξειργασμένη: τήνδ᾽ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; Χορόςὅδ᾽ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ. Κρέωντί δ᾽ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; Φύλαξἄναξ, βροτοῖσιν οὐδέν ἔστ᾽ ἀπώμοτον. ψεύδει γὰρ ἡ' πίνοια τὴν γνώμην: ἐπεὶσχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότεἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, ἥκω, δι᾽ ὅρκων καίπερ ὢν ἀπώμοτος, κόρην ἄγων τήνδ᾽, ἣ καθῃρέθη τάφονκοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο, ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβὼνκαὶ κρῖνε κἀξέλεγχ᾽: ἐγὼ δ᾽ ἐλεύθεροςδίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν. Κρέωνἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; Φύλαξαὕτη τὸν ἄνδρ᾽ ἔθαπτε: πάντ᾽ ἐπίστασαι. Κρέωνἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; Φύλαξταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸνἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω; Κρέωνκαὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
1.22
Φύλαξτοιοῦτον ἦν τὸ πρᾶγμ᾽. ὅπως γὰρ ἥκομεν, πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειλημένοι, πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸννέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, καθήμεθ᾽ ἄκρων ἐκ πάγων ὑπήνεμοι, ὀσμὴν ἀπ᾽ αὐτοῦ μὴ βάλοι πεφευγότες, ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιρρόθοιςκακοῖσιν, εἴ τις τοῦδ᾽ ἀκηδήσοι πόνου. χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔστ᾽ ἐν αἰθέριμέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλοςκαὶ καῦμ᾽ ἔθαλπε: καὶ τότ᾽ ἐξαίφνης χθονὸςτυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος, πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβηνὕλης πεδιάδος, ἐν δ᾽ ἐμεστώθη μέγαςαἰθήρ: μύσαντες δ᾽ εἴχομεν θείαν νόσον. καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶςὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆςεὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, γόοισιν ἐξῴμωξεν, ἐκ δ᾽ ἀρὰς κακὰςἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, ἔκ τ᾽ εὐκροτήτου χαλκέας ἄρδην πρόχουχοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νινθηρώμεθ᾽ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομενπράξεις: ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο, ἅμ᾽ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναιἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγεινἀλγεινόν: ἀλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖνἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας.
1.23
Κρέωνσὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε: Ἀντιγόνηκαὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. Κρέωνσὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλειςἔξω βαρείας αἰτίας ἐλεύθερον: σὺ δ᾽ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; Ἀντιγόνηᾔδη: τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. Κρέωνκαὶ δῆτ᾽ ἐτόλμας τούσδ᾽ ὑπερβαίνειν νόμους; Ἀντιγόνηοὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκητοιούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισεν νόμους. οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰκηρύγμαθ᾽, ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶννόμιμα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραμεῖν. οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτεζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου' φάνη. τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸςφρόνημα δείσασ᾽, ἐν θεοῖσι τὴν δίκηνδώσειν: θανουμένη γὰρ ἐξῄδη, τί δ᾽ οὔ; κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνουπρόσθεν θανοῦμαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω. ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖςζῇ, πῶς ὅδ᾽ Οὐχὶ κατθανὼν κέρδος φέρει; οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖνπαρ᾽ οὐδὲν ἄλγος: ἀλλ᾽ ἄν, εἰ τὸν ἐξ ἐμῆςμητρὸς θανόντ᾽ ἄθαπτον ἠνσχόμην νέκυν, κείνοις ἂν ἤλγουν: τοῖσδε δ᾽ οὐκ ἀλγύνομαι. σοὶ δ᾽ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω.
1.24
Χορόςδηλοῖ τὸ γέννημ᾽ ὠμὸν ἐξ ὠμοῦ πατρὸςτῆς παιδός. εἴκειν δ᾽ οὐκ ἐπίσταται κακοῖς. Κρέωνἀλλ᾽ ἴσθι τοι τὰ σκλήρ᾽ ἄγαν φρονήματαπίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατονσίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆθραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ἂν εἰσίδοις: σμικρῷ χαλινῷ δ᾽ οἶδα τοὺς θυμουμένουςἵππους καταρτυθέντας: οὐ γὰρ ἐκπέλειφρονεῖν μέγ᾽ ὅστις δοῦλός ἐστι τῶν πέλας. αὕτη δ᾽ ὑβρίζειν μὲν τότ᾽ ἐξηπίστατο, νόμους ὑπερβαίνουσα τοὺς προκειμένους: ὕβρις δ᾽, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ᾽ ἀνήρ, εἰ ταῦτ᾽ ἀνατὶ τῇδε κείσεται κράτη. ἀλλ᾽ εἴτ᾽ ἀδελφῆς εἴθ᾽ ὁμαιμονεστέρατοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετονμόρου κακίστου: καὶ γὰρ οὖν κείνην ἴσονἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. καί νιν καλεῖτ᾽: ἔσω γὰρ εἶδον ἀρτίωςλυσσῶσαν αὐτὴν οὐδ᾽ ἐπήβολον φρενῶν. φιλεῖ δ᾽ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺςτῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων: μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τιςἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. Ἀντιγόνηθέλεις τι μεῖζον ἢ κατακτεῖναί μ᾽ ἑλών; Κρέωνἐγὼ μὲν οὐδέν: τοῦτ᾽ ἔχων ἅπαντ᾽ ἔχω.
1.25
Ἀντιγόνητί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγωνἀρεστὸν οὐδὲν μηδ᾽ ἀρεσθείη ποτέ: οὕτω δὲ καὶ σοὶ τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ. καίτοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερονκατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳτιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνεινλέγοιτ᾽ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. ἀλλ᾽ ἡ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖκἄξεστιν αὐτῇ δρᾶν λέγειν θ᾽ ἃ βούλεται. Κρέωνσὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. Ἀντιγόνηὁρῶσι χοὖτοι, σοὶ δ᾽ ὑπίλλουσιν στόμα. Κρέωνσὺ δ᾽ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; Ἀντιγόνηοὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. Κρέωνοὔκουν ὅμαιμος χὠ καταντίον θανών; Ἀντιγόνηὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. Κρέωνπῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; Ἀντιγόνηοὐ μαρτυρήσει ταῦθ᾽ ὁ κατθανὼν νέκυς. Κρέωνεἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. Ἀντιγόνηοὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς ὤλετο. Κρέωνπορθῶν δὲ τήνδε γῆν: ὁ δ᾽ ἀντιστὰς ὕπερ. Ἀντιγόνηὁμῶς ὅ γ᾽ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. Κρέωνἀλλ᾽ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. Ἀντιγόνητίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε; Κρέωνοὔτοι ποθ᾽ οὑχθρός, οὐδ᾽ ὅταν θάνῃ, φίλος. Ἀντιγόνηοὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. Κρέωνκάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλεικείνους: ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή.
1.26
Χορόςκαὶ μὴν πρὸ πυλῶν ἥδ᾽ Ἰσμήνη, φιλάδελφα κάτω δάκρυ᾽ εἰβομένη: νεφέλη δ᾽ ὀφρύων ὕπερ αἱματόενῥέθος αἰσχύνει, τέγγουσ᾽ εὐῶπα παρειάν.
1.27
Κρέωνσὺ δ᾽, ἣ κατ᾽ οἴκους ὡς ἔχιδν᾽ ὑφειμένηλήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανοντρέφων δύ᾽ ἄτα κἀπαναστάσεις θρόνων, φέρ᾽, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφουφήσεις μετασχεῖν, ἢ' ξομεῖ τὸ μὴ εἰδέναι; Ἰσμήνηδέδρακα τοὔργον, εἴπερ ἥδ᾽ ὁμορροθεῖκαὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. Ἀντιγόνηἀλλ᾽ οὐκ ἐάσει τοῦτό γ᾽ ἡ δίκη σ᾽, ἐπεὶοὔτ᾽ ἠθέλησας οὔτ᾽ ἐγὼ' κοινωσάμην. Ἰσμήνηἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαιξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. Ἀντιγόνηὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες: λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. Ἰσμήνημήτοι, κασιγνήτη, μ᾽ ἀτιμάσῃς τὸ μὴ οὐθανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾽ ἁγνίσαι. Ἀντιγόνημή μοι θάνῃς σὺ κοινὰ μηδ᾽ ἃ μὴ' θιγεςποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ᾽ ἐγώ. Ἰσμήνηκαὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος; ἈντιγόνηΚρέοντ᾽ ἐρώτα: τοῦδε γὰρ σὺ κηδεμών. Ἰσμήνητί ταῦτ᾽ ἀνιᾷς μ᾽, οὐδὲν ὠφελουμένη; Ἀντιγόνηἀλγοῦσα μὲν δῆτ᾽ εἰ γελῶ γ᾽ ἐν σοὶ γελῶ. Ἰσμήνητί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἔτ᾽ ὠφελοῖμ᾽ ἐγώ; Ἀντιγόνησῶσον σεαυτήν: οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν. Ἰσμήνηοἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; Ἀντιγόνησὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
1.28
Ἰσμήνηἀλλ᾽ οὐκ ἐπ᾽ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. Ἀντιγόνηκαλῶς σὺ μὲν τοῖς, τοῖς δ᾽ ἐγὼ' δόκουν φρονεῖν. Ἰσμήνηκαὶ μὴν ἴση νῷν ἐστιν ἡ' ξαμαρτία. Ἀντιγόνηθάρσει: σὺ μὲν ζῇς, ἡ δ᾽ ἐμὴ ψυχὴ πάλαιτέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. Κρέωντὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίωςἄνουν πεφάνθαι, τὴν δ᾽ ἀφ᾽ οὗ τὰ πρῶτ᾽ ἔφυ. Ἰσμήνηοὐ γάρ ποτ᾽, ὦναξ, οὐδ᾽ ὃς ἂν βλάστῃ μένεινοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾽ ἐξίσταται. Κρέωνσοὶ γοῦν, ὅθ᾽ εἵλου σὺν κακοῖς πράσσειν κακά. Ἰσμήνητί γὰρ μόνῃ μοι τῆσδ᾽ ἄτερ βιώσιμον; Κρέωνἀλλ᾽ ἥδε μέντοι μὴ λέγ᾽: οὐ γὰρ ἔστ᾽ ἔτι. Ἰσμήνηἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; Κρέωνἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. Ἰσμήνηοὐχ ὥς γ᾽ ἐκείνῳ τῇδέ τ᾽ ἦν ἡρμοσμένα. Κρέωνκακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. Ἀντιγόνηὦ φίλταθ᾽ Αἷμον, ὥς σ᾽ ἀτιμάζει πατήρ. Κρέωνἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. Χορόςἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; ΚρέωνἍιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. Χορόςδεδογμέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν. Κρέωνκαὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ᾽, ἀλλά νινκομίζετ᾽ εἴσω, δμῶες: ἐκ δὲ τοῦδε χρὴγυναῖκας εἶναι τάσδε μηδ᾽ ἀνειμένας. φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλαςἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.
1.29
Χορόςεὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών. οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄταςοὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον: ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅτανΘρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς, κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶδυσάνεμοι, στόνῳ βρέμουσι δ᾽ ἀντιπλῆγες ἀκταί.
1.30
Χορόςἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαιπήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντ᾽, οὐδ᾽ ἀπαλλάσσει γενεὰν γένος, ἀλλ᾽ ἐρείπειθεῶν τις, οὐδ᾽ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὕπερῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις, κατ᾽ αὖ νιν φοινία θεῶν τῶν νερτέρωνἀμᾷ κόνις λόγου τ᾽ ἄνοια καὶ φρενῶν ἐρινύς.
1.31
Χορόςτεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι; τὰν οὔθ᾽ ὕπνος αἱρεῖ ποθ᾽ ὁ πάντ᾽ ἀγρεύων, οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳδυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν. τό τ᾽ ἔπειτα καὶ τὸ μέλλονκαὶ τὸ πρὶν ἐπαρκέσεινόμος ὅδ᾽, οὐδὲν ἕρπειθνατῶν βιότῳ πάμπολύ γ᾽ ἐκτὸς ἄτας.
1.32
Χορόςἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, πολλοῖς δ᾽ ἀπάτα κουφονόων ἐρώτων: εἰδότι δ᾽ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τιςπροσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. τὸ κακὸν δοκεῖν ποτ᾽ ἐσθλὸντῷδ᾽ ἔμμεν ὅτῳ φρέναςθεὸς ἄγει πρὸς ἄταν: Χορόςπράσσει δ᾽ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας.
1.33
Χορόςὅδε μὴν Αἵμων, παίδων τῶν σῶννέατον γέννημ᾽: ἆρ᾽ ἀχνύμενοςτάλιδος ἥκει μόρον Ἀντιγόνης, ἀπάτης λεχέων ὑπεραλγῶν;
1.34
Κρέωντάχ᾽ εἰσόμεσθα μάντεων ὑπέρτερον. ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύωντῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει; ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι; Αἵμωνπάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχωνχρηστὰς ἀπορθοῖς, αἷς ἔγωγ᾽ ἐφέψομαι. ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμοςμείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. Κρέωνοὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, γνώμης πατρῴας πάντ᾽ ὄπισθεν ἑστάναι. τούτου γὰρ οὕνεκ᾽ ἄνδρες εὔχονται γονὰςκατηκόους φύσαντες ἐν δόμοις ἔχειν, ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖςκαὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. ὅστις δ᾽ ἀνωφέλητα φιτύει τέκνα, τί τόνδ᾽ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνουςφῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; μή νύν ποτ᾽, ὦ παῖ, τὰς φρένας ὑφ᾽ ἡδονῆςγυναικὸς οὕνεκ᾽ ἐκβάλῃς, εἰδὼς ὅτιψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰργένοιτ᾽ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθεςτὴν παῖδ᾽ ἐν Αἴδου τήνδε νυμφεύειν τινί. ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼπόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, ψευδῆ γ᾽ ἐμαυτὸν οὐ καταστήσω πόλει, ἀλλὰ κτενῶ. πρὸς ταῦτ᾽ ἐφυμνείτω Δίαξύναιμον. εἰ γὰρ δὴ τά γ᾽ ἐγγενῆ φύσειἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένουςἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ᾽ ἀνὴρχρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. ὅστις δ᾽ ὑπερβὰς ἢ νόμους βιάζεταιἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ, οὐκ ἔστ᾽ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. ἀλλ᾽ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύεινκαὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία. καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼκαλῶς μὲν ἄρχειν, εὖ δ᾽ ἂν ἄρχεσθαι θέλειν, δορός τ᾽ ἂν ἐν χειμῶνι προστεταγμένονμένειν δίκαιον κἀγαθὸν παραστάτην. ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν. αὕτη πόλεις ὄλλυσιν, ἥδ᾽ ἀναστάτουςοἴκους τίθησιν, ἥδε συμμάχου δορὸςτροπὰς καταρρήγνυσι: τῶν δ᾽ ὀρθουμένωνσῴζει τὰ πολλὰ σώμαθ᾽ ἡ πειθαρχία. οὕτως ἀμυντέ᾽ ἐστὶ τοῖς κοσμουμένοις, κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα. κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν, κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθ᾽ ἄν.
1.35
Χορόςἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. Αἵμωνπάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας, πάντων ὅσ᾽ ἐστὶ κτημάτων ὑπέρτατον. ἐγὼ δ᾽ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, οὔτ᾽ ἂν δυναίμην μήτ᾽ ἐπισταίμην λέγειν. γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον. σοῦ δ᾽ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσαλέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει. τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃλόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων: ἐμοὶ δ᾽ ἀκούειν ἔσθ᾽ ὑπὸ σκότου τάδε, τὴν παῖδα ταύτην οἷ᾽, ὀδύρεται πόλις, πασῶν γυναικῶν ὡς ἀναξιωτάτηκάκιστ᾽ ἀπ᾽ ἔργων εὐκλεεστάτων φθίνει. ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖςπεπτῶτ᾽ ἄθαπτον μήθ᾽ ὑπ᾽ ὠμηστῶν κυνῶνεἴασ᾽ ὀλέσθαι μήθ᾽ ὑπ᾽ οἰωνῶν τινος. οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; τοιάδ᾽ ἐρεμνὴ σῖγ᾽ ἐπέρχεται φάτις. ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον, τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοιςἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί; μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτ᾽ ὀρθῶς ἔχειν. ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί. ἀλλ᾽ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνεινπόλλ᾽, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσαδένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, τὰ δ᾽ ἀντιτείνοντ᾽ αὐτόπρεμν᾽ ἀπόλλυται. αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδατείνας ὑπείκει μηδέν, ὑπτίοις κάτωστρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται. ἀλλ᾽ εἶκε καὶ θυμῷ μετάστασιν δίδου. γνώμη γὰρ εἴ τις κἀπ᾽ ἐμοῦ νεωτέρουπρόσεστι, φήμ᾽ ἔγωγε πρεσβεύειν πολὺφῦναι τὸν ἄνδρα πάντ᾽ ἐπιστήμης πλέων: εἰ δ᾽ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν, καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν.
1.36
Χορόςἄναξ, σέ τ᾽ εἰκός, εἴ τι καίριον λέγει, μαθεῖν, σέ τ᾽ αὖ τοῦδ᾽: εὖ γὰρ εἴρηται διπλῇ. Κρέωνοἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴφρονεῖν ὑπ᾽ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; Αἵμωνμηδὲν τὸ μὴ δίκαιον: εἰ δ᾽ ἐγὼ νέος, οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. Κρέωνἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; Αἵμωνοὐδ᾽ ἂν κελεύσαιμ᾽, εὐσεβεῖν εἰς τοὺς κακούς. Κρέωνοὐχ ἥδε γὰρ τοιᾷδ᾽ ἐπείληπται νόσῳ; Αἵμωνοὔ φησι Θήβης τῆσδ᾽ ὁμόπτολις λεώς. Κρέωνπόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; Αἵμωνὁρᾷς τόδ᾽ ὡς εἴρηκας ὡς ἄγαν νέος; Κρέωνἄλλῳ γὰρ ἢ' μοὶ χρή με τῆσδ᾽ ἄρχειν χθονός; Αἵμωνπόλις γὰρ οὐκ ἔσθ᾽ ἥτις ἀνδρός ἐσθ᾽ ἑνός. Κρέωνοὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; Αἵμωνκαλῶς γ᾽ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος. Κρέωνὅδ᾽, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. Αἵμωνεἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι. Κρέωνὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; Αἵμωνοὐ γὰρ δίκαιά σ᾽ ἐξαμαρτάνονθ᾽ ὁρῶ. Κρέωνἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων; Αἵμωνοὐ γὰρ σέβεις τιμάς γε τὰς θεῶν πατῶν. Κρέωνὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. Αἵμωνοὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. Κρέωνὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. Αἵμωνκαὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. Κρέωνταύτην ποτ᾽ οὐκ ἔσθ᾽ ὡς ἔτι ζῶσαν γαμεῖς. Αἵμωνἣ δ᾽ οὖν θανεῖται καὶ θανοῦσ᾽ ὀλεῖ τινα. Κρέωνἦ κἀπαπειλῶν ὧδ᾽ ἐπεξέρχει θρασύς; Αἵμωντίς δ᾽ ἔστ᾽ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν; Κρέωνκλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. Αἵμωνεἰ μὴ πατὴρ ἦσθ᾽, εἶπον ἄν σ᾽ οὐκ εὖ φρονεῖν. Κρέωνγυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με. Αἵμωνβούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν;
1.37
Κρέωνἄληθες; ἀλλ᾽ οὐ τόνδ᾽ Ὄλυμπον, ἴσθ᾽ ὅτι, χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ. ἄγαγε τὸ μῖσος ὡς κατ᾽ ὄμματ᾽ αὐτίκαπαρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. Αἵμωνοὐ δῆτ᾽ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ, οὔθ᾽ ἥδ᾽ ὀλεῖται πλησία, σύ τ᾽ οὐδαμὰτοὐμὸν προσόψει κρᾶτ᾽ ἐν ὀφθαλμοῖς ὁρῶν, ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών. Χορόςἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς: νοῦς δ᾽ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. Κρέωνδράτω: φρονείτω μεῖζον ἢ κατ᾽ ἄνδρ᾽ ἰών: τὼ δ᾽ οὖν κόρα τώδ᾽ οὐκ ἀπαλλάξει μόρου. Χορόςἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς; Κρέωνοὐ τήν γε μὴ θιγοῦσαν: εὖ γὰρ οὖν λέγεις. Χορόςμόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν; Κρέωνἄγων ἔρημος ἔνθ᾽ ἂν ᾖ βροτῶν στίβοςκρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι, φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς, ὅπως μίασμα πᾶσ᾽ ὑπεκφύγῃ πόλις. κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν, αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν, ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθ᾽ ὅτιπόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν.
1.38
ΧορόςἜρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις, ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις, φοιτᾷς δ᾽ ὑπερπόντιος ἔν τ᾽ ἀγρονόμοις αὐλαῖς: καί σ᾽ οὔτ᾽ ἀθανάτων φύξιμος οὐδεὶςοὔθ᾽ ἁμερίων σέ γ᾽ ἀνθρώπων. ὁ δ᾽ ἔχων μέμηνεν.
1.39
σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ, σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας· νικᾷ δ’ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρουνύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖςθεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς, Ἀφροδίτα.
1.40
Χορόςνῦν δ᾽ ἤδη' γὼ καὐτὸς θεσμῶνἔξω φέρομαι τάδ᾽ ὁρῶν ἴσχειν δ᾽ οὐκέτι πηγὰς δύναμαι δάκρυτὸν παγκοίτην ὅθ᾽ ὁρῶ θάλαμοντήνδ᾽ Ἀντιγόνην ἀνύτουσαν.
1.41
Ἀντιγόνηὁρᾶτ᾽ ἔμ᾽, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸνστείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου, κοὔποτ᾽ αὖθις. ἀλλά μ᾽ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγειτὰν Ἀχέροντοςἀκτάν, οὔθ᾽ ὑμεναίων ἔγκληρον, οὔτ᾽ ἐπινύμφειόςπώ μέ τις ὕμνος ὕμνησεν, ἀλλ᾽ Ἀχέροντι νυμφεύσω.
1.42
Χορόςοὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσ᾽ ἐς τόδ᾽ ἀπέρχει κεῦθος νεκύων, οὔτε φθινάσιν πληγεῖσα νόσοιςοὔτε ξιφέων ἐπίχειρα λαχοῦσ᾽, ἀλλ᾽ αὐτόνομος ζῶσα μόνη δὴθνητῶν Ἅιδην καταβήσει.
1.43
Ἀντιγόνηἤκουσα δὴ λυγρότατον ὀλέσθαι τὰν Φρυγίαν ξένανΤαντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴςπετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν, ὡς φάτις ἀνδρῶν, χιών τ᾽ οὐδαμὰ λείπει, τέγγει δ᾽ ὑπ᾽ ὀφρύσι παγκλαύτοιςδειράδας: ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει.
1.44
Χορόςἀλλὰ θεός τοι καὶ θεογεννής, ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. καίτοι φθιμένῃ μέγα κἀκοῦσαιτοῖς ἰσοθέοις σύγκληρα λαχεῖν. ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
1.45
Ἀντιγόνηοἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων. οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλ᾽ ἐπίφαντον; ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες: ἰὼ Διρκαῖαι κρῆναιΘήβας τ᾽ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμ᾽ ἐπικτῶμαι, οἵα φίλων ἄκλαυτος, οἵοις νόμοιςπρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου: ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσαμέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
1.46
Χορόςπροβᾶσ᾽ ἐπ᾽ ἔσχατον θράσουςὑψηλὸν ἐς Δίκας βάθρονπροσέπεσες, ὦ τέκνον, πολύ: πατρῷον δ᾽ ἐκτίνεις τιν᾽ ἆθλον.
1.47
Ἀντιγόνηἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, πατρὸς τριπόλιστον οἶκτον τού τε πρόπαντοςἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. ἰὼ ματρῷαι λέκτρωνἆται κοιμήματά τ᾽ αὐτογέννητ᾽ ἐμῷ πατρὶ δυσμόρου ματρός, οἵων ἐγώ ποθ᾽ ἁ ταλαίφρων ἔφυν: πρὸς οὓς ἀραῖος ἄγαμος ἅδ᾽ ἐγὼ μέτοικος ἔρχομαι. ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, θανὼν ἔτ᾽ οὖσαν κατήναρές με.
1.48
Χορόςσέβειν μὲν εὐσέβειά τις, κράτος δ᾽ ὅτῳ κράτος μέλειπαραβατὸν οὐδαμᾷ πέλει: σὲ δ᾽ αὐτόγνωτος ὤλεσ᾽ ὀργά.
1.49
Ἀντιγόνηἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαιτὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδελαμπάδος ἱερὸν ὄμμαθέμις ὁρᾶν ταλαίνᾳ. τὸν δ᾽ ἐμὸν πότμον ἀδάκρυτονοὐδεὶς φίλων στενάζει.
1.50
Κρέωνἆρ᾽ ἴστ᾽, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖνὡς οὐδ᾽ ἂν εἷς παύσαιτ᾽ ἄν, εἰ χρείη λέγειν; οὐκ ἄξεθ᾽ ὡς τάχιστα; καὶ κατηρεφεῖτύμβῳ περιπτύξαντες, ὡς εἴρηκ᾽ ἐγώ, ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖνεἴτ᾽ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ: ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρηνμετοικίας δ᾽ οὖν τῆς ἄνω στερήσεται. Ἀντιγόνηὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴςοἴκησις ἀείφρουρος, οἷ πορεύομαιπρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖςπλεῖστον δέδεκται Φερσέφασσ᾽ ὀλωλότων: ὧν λοισθία' γὼ καὶ κάκιστα δὴ μακρῷκάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. ἐλθοῦσα μέντοι κάρτ᾽ ἐν ἐλπίσιν τρέφωφίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα: ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼἔλουσα κἀκόσμησα κἀπιτυμβίουςχοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸνδέμας περιστέλλουσα τοιάδ᾽ ἄρνυμαι. καίτοι σ᾽ ἐγὼ' τίμησα τοῖς φρονοῦσιν εὖ. οὐ γάρ ποτ᾽ οὔτ᾽ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, οὔτ᾽ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, βίᾳ πολιτῶν τόνδ᾽ ἂν ᾐρόμην πόνον. τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν, καὶ παῖς ἀπ᾽ ἄλλου φωτός, εἰ τοῦδ᾽ ἤμπλακον, μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοινοὐκ ἔστ᾽ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ. τοιῷδε μέντοι σ᾽ ἐκπροτιμήσασ᾽ ἐγὼνόμῳ Κρέοντι ταῦτ᾽ ἔδοξ᾽ ἁμαρτάνεινκαὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼνἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμουμέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς, ἀλλ᾽ ὧδ᾽ ἔρημος πρὸς φίλων ἡ δύσμοροςζῶσ᾽ εἰς θανόντων ἔρχομαι κατασκαφάς. ποίαν παρεξελθοῦσα δαιμόνων δίκην; τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτιβλέπειν; τίν᾽ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴτὴν δυσσέβειαν εὐσεβοῦσ᾽, ἐκτησάμην. ἀλλ᾽ εἰ μὲν οὖν τάδ᾽ ἐστὶν ἐν θεοῖς καλά, παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες: εἰ δ᾽ οἵδ᾽ ἁμαρτάνουσι, μὴ πλείω κακὰπάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
1.51
Χορόςἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. Κρέωντοιγὰρ τούτων τοῖσιν ἄγουσινκλαύμαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ. Ἀντιγόνηοἴμοι, θανάτου τοῦτ᾽ ἐγγυτάτωτοὔπος ἀφῖκται. Χορόςθαρσεῖν οὐδὲν παραμυθοῦμαιμὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. Ἀντιγόνηὦ γῆς Θήβης ἄστυ πατρῷονκαὶ θεοὶ προγενεῖς, ἄγομαι δὴ κοὐκέτι μέλλω. λεύσσετε, Θήβης οἱ κοιρανίδαιτὴν βασιλειδᾶν μούνην λοιπήν, οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, τὴν εὐσεβίαν σεβίσασα.
1.52
Χορόςἔτλα καὶ Δανάας οὐράνιον φῶςἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς: κρυπτομένα δ᾽ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη: καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ, καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. ἀλλ᾽ ἁ μοιριδία τις δύνασις δεινά: οὔτ᾽ ἄν νιν ὄλβος οὔτ᾽ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποικελαιναὶ νᾶες ἐκφύγοιεν.
1.53
Χορόςζεύχθη δ᾽ ὀξύχολος παῖς ὁ Δρύαντος, Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖςἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. οὕτω τᾶς μανίας δεινὸν ἀποστάζειἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαιςψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, φιλαύλους τ᾽ ἠρέθιζε Μούσας.
1.54
Χορόςπαρὰ δὲ κυανεᾶν πελάγει διδύμας ἁλὸςἀκταὶ Βοσπόριαι ἥδ᾽ ὁ Θρῃκῶν ἄξενοςΣαλμυδησσός, ἵν᾽ ἀγχίπτολις Ἄρηςδισσοῖσι Φινείδαιςεἶδεν ἀρατὸν ἕλκοςτυφλωθὲν ἐξ ἀγρίας δάμαρτοςἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοιςἀραχθέντων, ὑφ᾽ αἱματηραῖςχείρεσσι καὶ κερκίδων ἀκμαῖσιν.
1.55
Χορόςκατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθανκλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν: ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνωνἄντασ᾽ Ἐρεχθειδᾶν, τηλεπόροις δ᾽ ἐν ἄντροιςτράφη θυέλλαισιν ἐν πατρῴαιςΒορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγουθεῶν παῖς. ἀλλὰ κἀπ᾽ ἐκείνᾳΜοῖραι μακραίωνες ἔσχον, ὦ παῖ.
1.56
ΤειρεσίαςΘήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸνδύ᾽ ἐξ ἑνὸς βλέποντε: τοῖς τυφλοῖσι γὰραὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. Κρέωντί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; Τειρεσίαςἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ. Κρέωνοὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. Τειρεσίαςτοιγὰρ δι᾽ ὀρθῆς τήνδ᾽ ἐναυκλήρεις πόλιν. Κρέωνἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. Τειρεσίαςφρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. Κρέωντί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. Τειρεσίαςγνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπονἵζων, ἵν᾽ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷκλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ. καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖςἔγνων: πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμηνβωμοῖσι παμφλέκτοισιν: ἐκ δὲ θυμάτωνἭφαιστος οὐκ ἔλαμπεν, ἀλλ᾽ ἐπὶ σποδῷμυδῶσα κηκὶς μηρίων ἐτήκετοκἄτυφε κἀνέπτυε, καὶ μετάρσιοιχολαὶ διεσπείροντο, καὶ καταρρυεῖςμηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. τοιαῦτα παιδὸς τοῦδ᾽ ἐμάνθανον πάρα, φθίνοντ᾽ ἀσήμων ὀργίων μαντεύματα. ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ᾽ ἐγώ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖςπλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶςτοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. κᾆτ᾽ οὐ δέχονται θυστάδας λιτὰς ἔτιθεοὶ παρ᾽ ἡμῶν οὐδὲ μηρίων φλόγα, οὐδ᾽ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάςἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. ταῦτ᾽ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρτοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν: ἐπεὶ δ᾽ ἁμάρτῃ, κεῖνος οὐκέτ᾽ ἔστ᾽ ἀνὴρἄβουλος οὐδ᾽ ἄνολβος, ὅστις ἐς κακὸνπεσὼν ἀκῆται μηδ᾽ ἀκίνητος πέλῃ. αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει. ἀλλ᾽ εἶκε τῷ θανόντι μηδ᾽ ὀλωλότακέντει: τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δ᾽ ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
1.57
Κρέωνὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦτοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆςἄπρακτος ὑμῖν εἰμι: τῶν δ᾽ ὑπαὶ γένουςἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. κερδαίνετ᾽, ἐμπολᾶτε τἀπὸ Σάρδεωνἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸνχρυσόν: τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε, οὐδ᾽ εἰ θέλουσ᾽, οἱ Ζηνὸς αἰετοὶ βορὰνφέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼθάπτειν παρήσω κεῖνον: εὖ γὰρ οἶδ᾽ ὅτιθεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶνχοἰ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγουςαἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. Τειρεσίαςφεῦ. ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, Κρέωντί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις; Τειρεσίαςὅσῳ κράτιστον κτημάτων εὐβουλία; Κρέωνὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη. Τειρεσίαςταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. Κρέωνοὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. Τειρεσίαςκαὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. Κρέωντὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. Τειρεσίαςτὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. Κρέωνἆρ᾽ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων; Τειρεσίαςοἶδ᾽: ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν. Κρέωνσοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. Τειρεσίαςὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. Κρέωνκίνει, μόνον δὲ μὴ' πὶ κέρδεσιν λέγων. Τειρεσίαςοὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος. Κρέωνὡς μὴ' μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
1.58
Τειρεσίαςἀλλ᾽ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτιτρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνανέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, ἀνθ᾽ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτωψυχήν τ᾽ ἀτίμως ἐν τάφῳ κατῴκισας, ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶνἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνωθεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε. τούτων σε λωβητῆρες ὑστεροφθόροιλοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς. καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωμένοςλέγω: φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα. ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, ὅσων σπαράγματ᾽ ἢ κύνες καθήγνισανἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρωνἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότηςἀφῆκα θυμῷ, καρδίας τοξεύματαβέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ. ὦ παῖ, σὺ δ᾽ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνατὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραντὸν νοῦν τ᾽ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει.
1.59
Χορόςἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας: ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼτήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, μή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. Κρέωνἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. Χορόςεὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν. Κρέωντί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δ᾽ ἐγώ. Χορόςἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγηςἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον. Κρέωνκαὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν; Χορόςὅσον γ᾽, ἄναξ, τάχιστα: συντέμνουσι γὰρθεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. Κρέωνοἴμοι: μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαιτὸ δρᾶν: ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον. Χορόςδρᾶ νυν τάδ᾽ ἐλθὼν μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε. Κρέωνὧδ᾽ ὡς ἔχω στείχοιμ᾽ ἄν: ἴτ᾽ ἴτ᾽ ὀπάονες, οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖνὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον. ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη, αὐτός τ᾽ ἔδησα καὶ παρὼν ἐκλύσομαι. δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμουςἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.
1.60
Χορόςπολυώνυμε, Καδμείας νύμφας ἄγαλμακαὶ Διὸς βαρυβρεμέταγένος, κλυτὰν ὃς ἀμφέπειςἸταλίαν, μέδεις δὲπαγκοίνοις, ἘλευσινίαςΔῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶνὁ ματρόπολιν Θήβανναιετῶν παρ᾽ ὑγρῶνἸσμηνοῦ ῥείθρων ἀγρίου τ᾽ ἐπὶ σπορᾷ δράκοντος
1.61
Χορόςσὲ δ᾽ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπελιγνύς, ἔνθα Κωρύκιαιστείχουσι νύμφαι Βακχίδες, Κασταλίας τε νᾶμα. καί σε Νυσαίων ὀρέωνκισσήρεις ὄχθαι χλωρά τ᾽ ἀκτὰπολυστάφυλος πέμπει, ἀμβρότων ἐπέωνεὐαζόντων Θηβαΐας ἐπισκοποῦντ᾽ ἀγυιάς:
1.62
Χορόςτὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεωνματρὶ σὺν κεραυνίᾳ: καὶ νῦν, ὡς βιαίας ἔχεταιπάνδαμος πόλις ἐπὶ νόσου, μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺνἢ στονόεντα πορθμόν.
1.63
Χορόςἰὼ πῦρ πνειόντων χοράγ᾽ ἄστρων, νυχίωνφθεγμάτων ἐπίσκοπε, παῖ Διὸς γένεθλον, προφάνηθ᾽ ὦναξ, σαῖς ἅμα περιπόλοιςΘυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσιτὸν ταμίαν Ἴακχον.
1.64
ἌγγελοςΚάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπου βίονοὔτ᾽ αἰνέσαιμ᾽ ἂν οὔτε μεμψαίμην ποτέ. τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπειτὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ᾽ ἀεί: καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόναλαβών τε χώρας παντελῆ μοναρχίανηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ: καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰςὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγακαὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων: ἐὰν δ᾽ ἀπῇτούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶςοὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. Χορόςτί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων; Ἄγγελοςτεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. Χορόςκαὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος; λέγε. ἌγγελοςΑἵμων ὄλωλεν: αὐτόχειρ δ᾽ αἱμάσσεται. Χορόςπότερα πατρῴας ἢ πρὸς οἰκείας χερός; Ἄγγελοςαὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. Χορόςὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας. Ἄγγελοςὡς ὧδ᾽ ἐχόντων τἄλλα βουλεύειν πάρα. Χορόςκαὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦδάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτωνἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.
1.65
Εὐρυδίκηὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμηνπρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶςὅπως ἱκοίμην εὐγμάτων προσήγορος. καὶ τυγχάνω τε κλῇθρ᾽ ἀνασπαστοῦ πύληςχαλῶσα καί με φθόγγος οἰκείου κακοῦβάλλει δι᾽ ὤτων: ὑπτία δὲ κλίνομαιδείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαιἀλλ᾽ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε: κακῶν γὰρ οὐκ ἄπειρος οὖσ᾽ ἀκούσομαι. Ἄγγελοςἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶκοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος. τί γάρ σε μαλθάσσοιμ᾽ ἂν ὧν ἐς ὕστερονψεῦσται φανούμεθ᾽; ὀρθὸν ἁλήθει᾽ ἀεί. ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσειπεδίον ἐπ᾽ ἄκρον, ἔνθ᾽ ἔκειτο νηλεὲςκυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι: καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸνΠλούτωνά τ᾽ ὀργὰς εὐμενεῖς κατασχεθεῖνλούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσινθαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν, καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸςχώσαντες αὖθις πρὸς λιθόστρωτον κόρηςνυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν. φωνῆς δ᾽ ἄπωθεν ὀρθίων κωκυμάτωνκλύει τις ἀκτέριστον ἀμφὶ παστάδα, καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών. τῷ δ᾽ ἀθλίας ἄσημα περιβαίνει βοῆςἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ᾽ ἔποςἵησι δυσθρήνητον: ὦ τάλας ἐγώ, ἆρ᾽ εἰμὶ μάντις; ἆρα δυστυχεστάτηνκέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν; παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι, ἴτ᾽ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳἀθρήσαθ᾽, ἁρμὸν χώματος λιθοσπαδῆδύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονοςφθόγγον συνίημ᾽ ἢ θεοῖσι κλέπτομαι.
1.66
τάδ᾽ ἐξ ἀθύμου δεσπότου κελευσμάτωνἠθροῦμεν: ἐν δὲ λοισθίῳ τυμβεύματιτὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, βρόχῳ μιτώδει σινδόνος καθημμένην, τὸν δ᾽ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰνκαὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. ὁ δ᾽ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσωχωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ: ὦ τλῆμον, οἷον ἔργον εἴργασαι: τίνανοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης; ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. τὸν δ᾽ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφουςἕλκει διπλοῦς κνώδοντας. ἐκ δ᾽ ὁρμωμένουπατρὸς φυγαῖσιν ἤμπλακ᾽: εἶθ᾽ ὁ δύσμοροςαὑτῷ χολωθείς, ὥσπερ εἶχ᾽, ἐπενταθεὶςἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ᾽ ὑγρὸνἀγκῶν᾽ ἔτ᾽ ἔμφρων παρθένῳ προσπτύσσεται. καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴνλευκῇ παρειᾷ φοινίου σταλάγματος. κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰτέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις, δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίανὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
1.67
Χορόςτί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλινφρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. Ἄγγελοςκαὐτὸς τεθάμβηκ᾽: ἐλπίσιν δὲ βόσκομαιἄχη τέκνου κλύουσαν ἐς πόλιν γόουςοὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσωδμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν. γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ᾽ ἁμαρτάνειν. Χορόςοὐκ οἶδ᾽: ἐμοὶ δ᾽ οὖν ἥ τ᾽ ἄγαν σιγὴ βαρὺδοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή. Ἄγγελοςἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετονκρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ, δόμους παραστείχοντες: εὖ γὰρ οὖν λέγεις, καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
1.68
Χορόςκαὶ μὴν ὅδ᾽ ἄναξ αὐτὸς ἐφήκειμνῆμ᾽ ἐπίσημον διὰ χειρὸς ἔχων, εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίανἄτην, ἀλλ᾽ αὐτὸς ἁμαρτών.
1.69
Κρέωνἰὼφρενῶν δυσφρόνων ἁμαρτήματαστερεὰ θανατόεντ᾽, ὦ κτανόντας τε καὶθανόντας βλέποντες ἐμφυλίους. ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων. ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳαἰαῖ αἰαῖ, ἔθανες, ἀπελύθηςἐμαῖς οὐδὲ σαῖς δυσβουλίαις.
1.70
Χορόςοἴμ᾽ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. Κρέωνοἴμοι, ἔχω μαθὼν δείλαιος: ἐν δ᾽ ἐμῷ κάρᾳθεὸς τότ᾽ ἄρα τότε μέγα βάρος μ᾽ ἔχωνἔπαισεν, ἐν δ᾽ ἔσεισεν ἀγρίαις ὁδοῖς, οἴμοι, λακπάτητον ἀντρέπων χαράν. φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
1.71
Ἐξάγγελοςὦ δέσποθ᾽, ὡς ἔχων τε καὶ κεκτημένος, τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ᾽ ἐν δόμοιςἔοικας ἥκειν καὶ τάχ᾽ ὄψεσθαι κακά.
1.72
Κρέωντί δ᾽ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; Ἐξάγγελοςγυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
1.73
Κρέωνἰώ. ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν, τί μ᾽ ἄρα τί μ᾽ ὀλέκεις; ὦ κακάγγελτά μοιπροπέμψας ἄχη, τίνα θροεῖς λόγον; αἰαῖ, ὀλωλότ᾽ ἄνδρ᾽ ἐπεξειργάσω. τί φής, παῖ; τίν᾽ αὖ λέγεις μοι νέον, αἰαῖ αἰαῖ, σφάγιον ἐπ᾽ ὀλέθρῳγυναικεῖον ἀμφικεῖσθαι μόρον;
1.74
Χορόςὁρᾶν πάρεστιν: οὐ γὰρ ἐν μυχοῖς ἔτι.
1.75
Κρέωνοἴμοι, κακὸν τόδ᾽ ἄλλο δεύτερον βλέπω τάλας. τίς ἄρα, τίς με πότμος ἔτι περιμένει; ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, τάλας, τὸν δ᾽ ἔναντα προσβλέπω νεκρόν. φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον. Ἐξάγγελοςἡ δ᾽ ὀξυθήκτῳ βωμία περὶ ξίφειλύει κελαινὰ βλέφαρα, κωκύσασα μὲντοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰςπράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
1.76
Κρέωναἰαῖ αἰαῖ, ἀνέπταν φόβῳ. τί μ᾽ οὐκ ἀνταίανἔπαισέν τις ἀμφιθήκτῳ ξίφει; δείλαιος ἐγώ, αἰαῖ, δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ. Ἐξάγγελοςὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχωνπρὸς τῆς θανούσης τῆσδ᾽ ἐπεσκήπτου μόρωνΚρέωνποίῳ δὲ κἀπελύσατ᾽ ἐν φοναῖς τρόπῳ; Ἐξάγγελοςπαίσας ὑφ᾽ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπωςπαιδὸς τόδ᾽ ᾔσθετ᾽ ὀξυκώκυτον πάθος.
1.77
Κρέωνὤμοι μοι, τάδ᾽ οὐκ ἐπ᾽ ἄλλον βροτῶνἐμᾶς ἁρμόσει ποτ᾽ ἐξ αἰτίας. ἐγὼ γάρ σ᾽ ἐγὼ ἔκανον, ὢ μέλεος, ἐγώ, φάμ᾽ ἔτυμον. ἰὼ πρόσπολοι, ἄγετέ μ᾽ ὅτι τάχιστ᾽, ἄγετέ μ᾽ ἐκποδών, τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα. Χορόςκέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς. βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
1.78
Κρέωνἴτω ἴτω, φανήτω μόρων ὁ κάλλιστ᾽ ἔχωνἐμοὶ τερμίαν ἄγων ἁμέρανὕπατος: ἴτω ἴτω, ὅπως μηκέτ᾽ ἆμαρ ἄλλ᾽ εἰσίδω.
1.79
Χορόςμέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ μέλεινπράσσειν. μέλει γὰρ τῶνδ᾽ ὅτοισι χρὴ μέλεινΚρέωνἀλλ᾽ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην. Χορόςμή νυν προσεύχου μηδέν: ὡς πεπρωμένηςοὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
1.80
Κρέωνἄγοιτ᾽ ἂν μάταιον ἄνδρ᾽ ἐκποδών, ὅς, ὦ παῖ, σέ τ᾽ οὐχ ἑκὼν κάκτανονσέ τ᾽ αὖ τάνδ᾽, ὤμοι μέλεος, οὐδ᾽ ἔχωὅπᾳ πρὸς πότερα κλιθῶ: πάντα γὰρλέχρια τἀν χεροῖν, τὰ δ᾽ ἐπὶ κρατί μοιπότμος δυσκόμιστος εἰσήλατο.
1.81
Χορόςπολλῷ τὸ φρονεῖν εὐδαιμονίαςπρῶτον ὑπάρχει. χρὴ δὲ τά γ᾽ εἰς θεοὺςμηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοιμεγάλας πληγὰς τῶν ὑπεραύχωνἀποτίσαντεςγήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.

Intertext edge

Open linked passage

Note