Rus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/stesichorus" aria-label="More works by Stesichorus">
—
⋯
Original / primary: Textus receptus
1.8/185
Ἀέλιος δ' Ὑπεριονίδας δέπας ἐσκατέβαινεχρύσεον, ὄφρα δι' ὠκεανοῖο περάσαςἀφίκοιθ' ἱαρᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς, ποτὶ ματέρα κουριδίαν τ' ἄλοχον παίδας τε φίλουςὁ δ' ἐς ἄλσος ἔβα δάφναισι κατάσκιονποσὶ παῖς Διός.
1.15.192
οὐκ ἔστ' ἔτυμος λόγος οὗτος, οὐδ' ἔβας ἐν νηυσὶν ἐυσσέλμοιςοὐδ' ἵκεο πέργαμα Τροίας,
1.219.f42
τᾶι δὲ δράκων ἐδόκησε μολεῖν κάρα βεβροτωμένος ἄκρον, ἐκ δ' ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη.
1.223.f46
οὕνεκα Τυνδάρεοςῥέζων ποκὰ πᾶσι θεοῖς μόνας λάθετ' ἠπιοδώρουΚύπριδος· κείνα δὲ Τυνδαρέου κόραιςχολωσαμένα διγάμους τε καὶ τριγάμους τίθησι 5καὶ λιπεσάνορας.