Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 15 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1.1
Τῷ θʹ αὐτοῦ ἔτει Ἄραβες μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας ἐξῄεσαν, καὶ ὁ βασιλεὺς ἅμα τοῖς πρόσφυξι Πέρσαις καὶ τοῖς τάγμασι καὶ Μανουὴλ δομεστίκῳ κατ' αὐτῶν ἐχώρει. καὶ συμβολῆς γενομένης ἡττηθεὶς ὁ βασιλεὺς μέσον εἰσῆλθε τῶν Περσῶν, ὑπ' αὐτῶν περισωθῆναι ὑπολαμβάνων. Μανουὴλ δὲ ὡς ἔγνω περισκοπῶν ἐν μέσῳ τῶν Περσῶν τὸν βασιλέα ὄντα, αὐτοὺς δὲ βουλομένους ἤδη τοῖς Ἄραψι τοῦτον παραδοῦναι καὶ δι' αὐτοῦ καταλλαγῆναι αὐτοῖς, διασχίσας μέσον αὐτῶν καὶ τοῦ χαλινοῦ τοῦ ἵππου τοῦ βασιλέως λαβόμενος ἐξεῖλκεν ἄκοντα τοῦτον, αἰσχύνην ἡγούμενος οὐ καθεκτήν, εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμάλωτον λάβωσιν. ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθεστηκότος ἐκστὰς προσρυῆναι πάλιν τοῖς Πέρσαις ἐβούλετο. ὁ δὲ Μανουὴλ τὸ ξίφος ἀνέτεινεν ὡς πατάξων αὐτόν. ὁ δὲ φοβηθεὶς ἐξῆλθεν. ἐκεῖθέν τε ἐξ αἰσχύνης ὑποστρέφει ἐν τῷ Δορυλαίῳ. ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθεὶς καὶ νοσήσας ἐτελεύτησεν, πολλὰς ἀνδραγαθίας κατὰ Ἀγαρηνῶν ποιησάμενος· τὸ δὲ σῶμα 637 αὐτοῦ ἀπεκομίσθη ἐν τῇ ὑπ' αὐτοῦ κτισθείσῃ μονῇ, τῇ σύνεγγυς κειμένῃ τῆς τοῦ Ἄσπαρος κινστέρνης. (16) καὶ εὐθὺς διαβολαὶ πρὸς τὸν βασιλέα κατὰ Περσῶν καὶ ἀπειλαὶ κατὰ Θεοφόβου ὡς ἀντάρτου καὶ προδότου καὶ δυσμενοῦς. ταῦτα μαθὼν Θεόφοβος, τοὺς Πέρσας καταλαβὼν κατῆλθεν ἕως Σινώπης· ἥτις τὴν κλῆσιν εἴληφεν ἀπό τινος τῶν Ἀμαζόνων αὐτὴν δειμαμένης, Ἄμαστρις δὲ ἡ πρὶν Κρῶμμα ὠνομασμένη ἀπὸ Ἀμάστριδος τῆς Περσίδος, θυγατρὸς Ὀξυάρτου ἀδελφοῦ Δαρείου, ἥτις συνοικήσασα Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ' ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι. καὶ ταύτην παραλαβὼν κατεῖχε τυραννικῶς· ὅπερ γνοὺς ὁ βασιλεὺς ἐν μεγάλῃ λύπῃ γέγονε. φοβούμενος δὲ μὴ παραρρυῶσι τοῖς Ἄραψι, μέχρι Παφλαγονίας ἀπῄει, καὶ λόγους αὐτοῖς ὡς οὐδὲν πείσονται δεδωκὼς καὶ τὸν Θεόφοβον ἀναλαβόμενος ὑπέστρεψεν ἐν τῇ πόλει, τῶν ἄλλων Περσῶν παραγενομένων οὗπερ ἕκαστος κατεσκήνωσεν ἐξ ἀρχῆς. ἠγαπᾶτο δὲ ὁ Θεόφοβος παρὰ τῶν πολιτῶν οὐχ ἧττον ἢ τῶν Περσῶν ὡς ὀρθόδοξος. 17. Τῷ ιʹ αὐτοῦ ἔτει γίνεται τῷ βασιλεῖ παῖς ἐκ Θεοδώρας, ὃν ἐπωνόμασεν Μιχαήλ. ἀπερχομένῳ δὲ τῷ βασιλεῖ πρὸς Βλαχέρνας, καθὼς εἴθιστο, ὑπήντησεν αὐτῷ τις λέγων" ὁ ἵππος ᾧ ἐποχεῖται ἡ βασιλεία σου ἐμός ἐστιν." ὁ δὲ βασιλεὺς τὸν κόμητα τοῦ στάβλου ἐπηρώτησεν" τίνος ἐστὶν ὁ ἵππος;" ὁ δέ φησιν" ὁ κόμης τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ βασιλείᾳ σου." τῇ δὲ 638 ἐπαύριον τὸν κόμητα τοῦ Ὀψικίου ἀγαγών (ἔτυχε γὰρ ἐν τῇ πόλει αὐτὸν εἶναι) ἔφη" τίνος ἐστὶν ὁ ἵππος;" ὁ δὲ ἔφη" ἠγόρασα αὐτόν." τοῦ δὲ ἐγκαλοῦντος ἀνθισταμένου καὶ λέγοντος μετὰ βίας ἀφελέσθαι αὐτὸν καὶ χωρὶς τιμήματος, ὁ βασιλεὺς ἔφη" διὰ τί μὴ πρότερον τὴν τιμὴν ἀπέκοψας;" ὁ δὲ ἀποκριθείς" ρʹ νομίσματα ἐδίδουν αὐτῷ· αὐτὸς δὲ ἐζήτει γενέσθαι σχολάριος, καὶ διὰ τὸ εἶναι αὐτὸν δειλὸν τούτου ἀποτυχὼν οὐδὲ τὰ ρʹ νομίσματα ἠθέλησε λαβεῖν." ἐπὶ τούτοις βεβαιωθεὶς ὁ βασιλεὺς ὅτι βίᾳ, τὸν ἵππον ἀποδέδωκεν, ὁρίσας καὶ σχολάριον αὐτὸν ποιῆσαι. ὁ δὲ τὸν ἵππον μὴ βουληθεὶς λαβεῖν, ἔλαβεν χρυσίου λίτρας βʹ καὶ ἀπῆλθεν. 18. Τῶν δὲ Σαρακηνῶν ἐπὶ τὸ Ἀμόριον ἐλθόντων ὁ βασιλεὺς συντόμως μέχρι Καππαδοκίας ἐξήλασεν. ὁ δὲ ἀμερμουμνὴς νʹ χιλιάδας λαὸν ἀφορίσας, δεδωκὼς αὐτοῖς καὶ τὸν Γουνδεῆ ἄρχοντα ὀνομαστότατον ὄντα ἐν τοῖς Ἀγαρηνοῖς, ἀπέστειλε κατὰ τοῦ βασιλέως. καὶ πολέμου γενομένου ἡττηθεὶς ὁ βασιλεὺς ἔφυγε, καὶ μετ' αἰσχύνης ὑπέστρεψε μόλις διασωθείς. οἱ δὲ Σαρακηνοὶ περιχαρακώσαντες τὸ Ἀμόριον καὶ πολλοὺς πολέμους ποιήσαντες, ἐπεὶ σταθερῶς τοὺς ἔνδον ἀγωνιζομένους ἑώρων, ἠβουλήθησαν ὑποχωρῆσαι. μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσόφου ἐν τῷ κάστρῳ ὢν μηνύει τούτους ὅτι εἰ προσκαρτερήσετε δύο ἡμέρας, ἐκπορθεῖτε ἡμᾶς. ὃ καὶ γέγονεν· προεδόθη γὰρ ὑπὸ τοῦ λεγομένου Βουδίτζη καὶ τοῦ Μανικοφάνους. κατεσχέθησαν δὲ ἄνδρες ὀνομαστότατοι 639 τῶν εὐσεβῶν, Θεόφιλος πατρίκιος καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ ὁ Ἀέτιος, καὶ Θεόδωρος πρωτοσπαθάριος καὶ εὐνοῦχος ὁ Κρατερός, Κάλλιστος τουρμάρχης, Κωνσταντῖνος δρουγγάριος καὶ Βασόης ὁ δρομεὺς καί τινες ἄρχοντες τῶν ταγμάτων. οὓς ἐξωνήσασθαι βουλόμενος ὁ βασιλεὺς ἀποστέλλει πρέσβεις πρὸς τὸν ἀμερμουμνῆ μετὰ κεντηναρίων διακοσίων. ἀλλ' οὐκ ἔπεισεν εἰπόντα ὅτι χίλια κεντηνάρια ἐὰν παράσχῃς λόγῳ τοῦ συνειλεγμένου λαοῦ, οὐκ ἐλευθερώνω οὐδένα τούτων. (19) τῶν αἰχμαλώτων οὖν ἐν Συρίᾳ ἀπαχθέντων, πολλὰ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγκασθέντες, ἀλλὰ μὴν καὶ τοῦ Βουδίτζη, τῇ τῶν ἑπτὰ χρόνων καθείρξει, καὶ μὴ πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, ξίφει ἀπετμήθησαν, ἀντὶ τῆς προσκαίρου ζωῆς τὴν αἰώνιον ἀγαπήσαντες, καὶ μετὰ μίαν ἡμέραν ἐν τῷ ποταμῷ ἐρρίφησαν. τὸ δὲ παραδοξότατον, ὅτι ἑκάστη κεφαλὴ μετὰ τὴν ἐκτομὴν τῷ ἰδίῳ σώματι ἡνώθη καὶ συνεφύη· καὶ ὥσπερ αἱ ψυχαὶ ἐν ἑνὶ τόπῳ τοῦ παραδείσου, οὕτω καὶ τῶν ἁγίων τὰ σώματα μιᾶς ὁσίας παρὰ τῶν πιστῶν ἔλαχον. τούτων τελειωθέντων ἐκέλευσεν ὁ πρωτοσύμβουλος καὶ τὸν Βουδίτζην ἀποκεφαλισθῆναι εἰπὼν ὅτι καὶ οὗτος, εἰ ἦν ὀρθὸς Χριστιανός, οὐκ εἶχε μαγαρίσαι. καὶ τούτου γενομένου καὶ τοῦ σώματος αὐτοῦ ῥιφέντος μετὰ τῶν ἁγίων, ἔξω τῆς στοιβῆς τούτων ηὑρίσκετο. καὶ ἡ κεφαλὴ δὲ αὐτοῦ πόρρω τοῦ σώματος ἦν, καὶ οὐχ ὡς τῶν ἁγίων συγκεκολλημένη. καὶ εἰς τὸν ποταμὸν ῥιφέντων, καὶ πάντων τῶν σωμάτων τῶν ἁγίων βλέποντος τοῦ 640 ὄχλου εὐπλοησάντων καὶ εἰς τὸ πέραν ἐλθόντων, αὐτοῦ μόνον τὸ σῶμα οἱ κροκόδειλοι διασύραντες κατέκοψαν καὶ κατέφαγον. 20. Ὁ δὲ τοῦ φιλοσόφου Λέοντος μαθητής, ὁ καὶ μηνυτὴς τῆς προδοσίας, ἠρωτήθη παρὰ τοῦ ἀμερμουμνῆ περὶ τῆς ἐπιστήμης αὐτοῦ καὶ εἶπεν μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. ἐκεῖνος δὲ μαθὼν ὁποῖό ἐστιν ὁ Λέων, ἐπεθύμει τοῦτον ἰδεῖν, καὶ δούς τινι τῶν αἰχμαλώτων γράμματα πρὸς Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινουπόλει, ὑποσχόμενος δεύτερον αὐτὸν εἶναι ἐν τιμῇ. ὁ δὲ Λέων τὰ γράμματα ἀπολαβὼν ἀνήγαγε ταῦτα Θεοφίλῳ τῷ βασιλεῖ. ὁ δὲ γνοὺς τὰ τῆς ἑαυτοῦ ἐπιστήμης, καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πόλει αὐτοῦ ἔχει, προσλαβόμενος αὐτὸν εἰς τὸ παλάτιον ἐν τῇ Μαγναύρᾳ ἔθετο, παραδοὺς αὐτῷ καὶ μαθητὰς διδάσκειν τοὺς εὐφυεστάτους νέων, παρέχων αὐτῷ πᾶσαν ἀπάθειαν. οὗτος καὶ μητροπολίτης μετὰ ταῦτα Θεσσαλονίκης γέγονεν, ὑπὸ τοῦ ἁγιωτάτου πατριάρχου Μεθοδίου χειροτονηθείς. 21. Τῷ ιαʹ αὐτοῦ ἔτει κτίζει ὁ βασιλεὺς ἐν τῷ παλατίῳ τὸ Τρίκογχον καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβάθρας τῶν δήμων, ἵστησι δὲ καὶ τὴν φιάλην ἐν ᾗ γίνεται τὸ σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμάτων. ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησε τὸ λεγόμενον Μυστήριον, ἐν ᾧ, ἐν τῇ μιᾷ γωνίᾳ ὃ ἐὰν

Intertext edge

Open linked passage

Note