Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Ἄξιον δὲ καὶ περὶ Φωτίου ὀλίγα διαλαβεῖν. οὗτος ὁ Φώτιος υἱὸς Σεργίου σπαθαρίου ἦν, οὗ τινὸς ὁ πατὴρ Ζαχαρίας ὠνόμαστο, ὃς πάλιν ἔσχεν υἱὸν Λέοντα βασι... ὁ γὰρ Σέργιος ἐθνικοῦ αἵματος ὤν, εἰς μοναστήριον γυναικεῖον εἰσπεπηδηκὼς καὶ μονάστριαν ἐκεῖθεν ἁρπάσας καὶ ταύτην ἀποσχηματίσας ἔλαβε γυναῖκα. μετὰ χρόνον τινὰ συνέβη τὸν ἅγιον Μιχαὴλ τὸν Σινάδου, φίλον Σεργίου ὄντα, εἰς τὴν οἰκίαν αὐτοῦ εἰσελθεῖν, καὶ τὴν γυναῖκα αὐτοῦ ἐνθεωρήσας ἔγκυον οὖσαν ἀπέστειλεν τὴν αὐτοῦ 669 ῥάβδον, πλῆξαι βουλόμενος αὐτήν, καὶ οὕτως εἶπεν" εἶθε ἦν τις ταύτην ἀποκτεῖναι δυνάμενος καὶ τὸ ἔμβρυον τὸ σὺν αὐτῇ. ὁρῶ γὰρ ἄλλην Εὔαν ὄφιν ἐγκυμονοῦσαν, καὶ τὸ ἔμβρυον ἄρσεν. καὶ τοῦτο κατὰ συγχώρησιν θεοῦ πατριάρχην ἐσόμενον βλέπω ἐπὶ ἀθετήσει τοῦ πανσέπτου καὶ τιμίου σταυροῦ. καὶ αὐτὸς εἰς ἀσέβειαν ἀποκλινεῖ, καὶ πολλοὺς εἰς σταυροπατίαν μεταστήσει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν πολλοὺς ταῖς πολυτρόποις αὐτοῦ στερήσει μηχαναῖς." πρὸς ὃν ὁ Σέργιος" καὶ εἰ τοιοῦτος ἔσεσθαι μέλλει, μετὰ τῆς μητρὸς αὐτὸν ἀνελῶ." πρὸς ὃν ὁ ἅγιος" οὐ δυνήσῃ τὴν συγχώρησιν τοῦ θεοῦ διακωλῦσαι. πρόσεχε οὖν σεαυτῷ." (30) εἶτα γεννηθέντος ἡ μήτηρ Ἰάκωβον τὸν Μαξιμίνης ἡγούμενον μεταπεμψαμένη ἔρριψεν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ κλαίουσα τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. ἔλεγε γὰρ ὅτι ἔγκυος οὖσα εἶδον ὄναρ ὅτι ἐσχίσθη ἡ κοιλία μου καὶ ἐξῆλθε δράκων. ἀλλὰ καὶ ὁ ὅσιος καὶ ὁμολογητὴς Ἱλαρίων ὁ τῆς Δαλμάτου εἴρηκέ μοι ὅτι σεσωματωμένον Σατανᾶν βαστάζεις. λαβὼν οὖν αὐτὸν ἐβάπτισεν, Φώτιον ὠνομακώς," ἴσως" λέγων" παρέλθοι ἡ ὀργὴ τοῦ θεοῦ ἀπ' αὐτοῦ." Σέργιος δὲ ὁ πατὴρ αὐτοῦ ὁρῶν τινὰ σημεῖα ἐν αὐτῷ ἔλεγεν" μὴ ἄρα ἡ παρ' Ἑβραίοις ἐλπιζομένη μονάστρια, ἡ τὸν Ἀντίχριστον μέλλουσα τίκτειν, ἡ γυνή μου ἐστίν;" ἐπεὶ δὲ φιλομόναχοι ἦσαν, τοὺς μοναχοὺς προσδεχομένης, ἠξίου εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ τοῦ Φωτίου. τοῦτόν ποτε τὸν Φώτιον μειράκιον 670 σκεπὶ τυγχάνοντα εἰς τὸν ἐν ἁγίοις Ἰωαννήκιον ἐν τῷ Ὀλύμπῳ ἀνήγαγεν, καὶ ὑπὲρ αὐτοῦ εὔξασθαι τοῦτον παρεκάλει. ὁ δὲ ἑτοίμως ἀποκριθεὶς ἔφη" Φώτιος ἐν καρδίᾳ αὐτοῦ ὁδούς σου, κύριε, εἰδέναι οὐ βούλεται." ὁ δὲ στενάξας εἶπεν" τί τοῦτο ἔφης, πάτερ;" αὖθις ὁ γέρων" ὅτι τὰ μέλλοντα πραχθῆναι ὑπ' αὐτοῦ δηλῶ σοι." τότε ὁ Σέργιος κόνιν σπασάμενος κατῆλθεν ἀπὸ τοῦ ὄρους. (31) εἰς μαθήματα δὲ τοῦτον ἐκδούς, μᾶλλον ἐκεῖνος πρὸς τὰ Ἑλληνικὰ φιλοτιμότερον διέκειτο ἢ τὰ ἐκκλησιαστικά. διὸ καὶ Ἑβραίων τινὶ μάγῳ συντετυχώς," τί μοι" ἔφη" δῷς, νεανία, καὶ ποιήσω σε πᾶσαν γραφὴν Ἑλληνικὴν ἐπὶ στόματος ἄγειν καὶ πάντας τοὺς ἐπὶ σοφίᾳ παρευδοκιμεῖν." ὁ δέ φησι" τὸ ἥμισυ τῆς οὐσίας αὐτοῦ προθύμως ὁ ἐμὸς πατὴρ παρέξει σοι." ὁ δέ" οὐ χρῄζω χρήματα, ἀλλ' οὐδὲ τὸν πατέρα σου γνῶναι τὸ δρᾶμα· ἀλλ' ἐλθὲ μετ' ἐμοῦ εἰς τόνδε τὸν τόπον, καὶ ἄρνησαι τὸν τύπον ἐν ᾧ Ἰησοῦν προσηλώσαμεν, καὶ δώσω σοι παράδοξον φυλακτόν, καὶ ἔσται ἡ ζωή σου πᾶσα ἐν εὐημερίᾳ καὶ πλούτῳ καὶ πολλῇ σοφίᾳ καὶ χαρᾷ." τὸν δὲ προθύμως ἀκούσαντα, καὶ πάντα πρὸς τὴν τοῦ γόητος ἀρέσκειαν τετελεκότα. καὶ ἔκτοτε ταῖς ἀπηγορευμέναις αὐτῶν βίβλοις τῆς μαντικῆς καὶ ἀστρολογικῆς τερατείας οὐκ ἀποσχόμενος τὸν νοῦν, (32) ἐπὶ ἀκούων ἦν παρὰ τοῦ πατρός, ὡς ὑπὸ προορατικῶν ἀνδρῶν ἀκηκοότος, ὅτι πολυτρόπως τὸν πατριαρχικὸν θρόνον ἐπιβήσεται, τοῦτο ἐν ἑαυτῷ στρέ 671 φων Γρηγορίῳ τινὶ τῆς Συρακούσης ἐκκλησίας γενομένῳ ἐπισκόπῳ, ὃς καὶ Ἀσβεστὰς ἐκαλεῖτο, καθῄρητο δὲ ὑπὸ τοῦ μεγάλου Μεθοδίου διά τε πολλὰ ἄλλα καὶ διὰ τὸ παρ' ἐνορίαν χειροτονῆσαι Ζαχαρίαν τὸν τοῦ πατριάρχου Μεθοδίου πρὸς Ῥωμαῖον ἀποσταλέντα πρεσβύτερον, φιλιάζεται σὺν τούτῳ τε καὶ ἄλλοις τισὶν ἐπ' ἐγκλήμασι καθῃρημένοις, ὧν ὑπῆρχεν Εὐλάμπιος ὁ Ἀπαμείας καὶ Πέτρος ὁ Συλαίου καὶ ἄλλοι σὺν αὐτοῖς πλεῖστοι, οἳ εἰς τὸν οἶκον Φωτίου συνερχόμενοι καὶ μετὰ Γρηγορίου στρεφόμενοι κατὰ τοῦ μεγάλου Ἰγνατίου μελετῶντες ἦσαν· οὓς καὶ συναθροισθεῖσα ἐν τῷ πατριαρχείῳ μητροπολιτῶν καὶ ἐπισκόπων σύνοδος πάντας καθῄρησε καὶ ἀπεκήρυξε. τοῦτον τὸν Φώτιον Βάρδας ὁ Καῖσαρ, ὁ θεῖος Μιχαὴλ τοῦ βασιλέως, χειροτονεῖ πατριάρχην. ὃς μετ' ὀλίγας ἡμέρας ζητεῖ τὸ ἰδιόχειρον αὐτοῦ γράμμα, ὅπερ πρὸς τοὺς μητροπολίτας ἐποίησεν, ἡνίκα τοῦτον εἰς χειροτονίαν ἤγαγον, ὡς δῆθεν ἰδεῖν τι ἐν αὐτῷ βουλόμενος. εἰσάγεται οὖν ὁ χάρτης, καὶ ζητεῖται ἀσφάλειαν ἵνα μὴ διαρρηχθῆναι. οἱ δὲ τοῦ Φωτίου τὸν ἀντίχειρα τοῦ κρατοῦντος αὐτὸν κλάσαντες τὸν χάρτην ἀνέσπασαν, ὃν καὶ χειρωσάμενος Φώτιος εἰς λεπτὰ κατέκοψε, λέγων" οὔτε ὑμᾶς οὔτε τὸν Ἰγνάτιον ἐπίσκοπον ἔχω." 33. Τῷ βʹ ἔτει, Φωτίου τὸν τίμιον σταυρὸν εἰς τὴν ἑορτὴν ὑψοῦντος, μοναχός τις πλησίον τοῦ θυσιαστηρίου ἑστὼς διο 672 ρατικὸς εἶδεν θέαμα ξένον, ὄφιν παμμεγέθη τὰς χεῖρας τοῦ Φωτίου κρατοῦντα, τὸν δὲ σταυρὸν τὸν τίμιον ἐφ' ἑαυτοῦ ἀνυψούμενον. σύντρομος δὲ γεγονὼς μεγάλα ἔκραζε καὶ σύντομον τὸ κύριε ἐλέησον. καί τινες σὺν αὐτῷ εὐλαβεῖς ἱστάμενοι τὸ αἴτιον ἀνηρώτων, καὶ αὐτὸς τὴν ὀπτασίαν εἶπεν αὐτοῖς. οἱ δὲ ἦσαν τῶν ἀπὸ τῆς ἐκκλησίας πρεσβυτέρων. οὗτοι δὲ πρὸς τὸν εὐλαβῆ καὶ διορατικὸν τοῦτον μοναχὸν εἶπον ὅτι καὶ ἡμεῖς λειτουργοῦντες μετ' αὐτοῦ οὐδέποτε ἠκούσαμεν αὐτοῦ εὐχὴν λαλοῦντος ἀλλὰ τῶν θύραθεν ποιητῶν ὑποψιθυρίζοντος ῥήματα· τὸ δὲ χαλεπώτερον, ὅτι καὶ ὑποκάτω τῆς θείας καὶ ἁγίας τραπέζης ἐμεῖ δυσωδέστατον ἐμετόν. (34) καὶ διηγήσατο ἡμῖν Ἰωάννης ὁ ἡσυχαστής, ἀνὴρ θεοφόρος καὶ προορατικὸς ἀληθές, ὅτι ἐν τῷ σπηλαίῳ ποτὲ σφοδρῶς καθεζομένου μου δύο τινὲς ἡγούμενοι Εὐθύμιος καὶ Ἰωσὴφ ὑπὸ Φωτίου σφοδρῶς διωκόμενοι παρέβαλον πρός με· καὶ καθὼς ἔδωκεν ὁ θεός, ἐστήριξα αὐτούς, καὶ τελευταῖον εἰπὼν" ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται" ἀπέλυσα αὐτούς. τῇ δὲ ἐπιούσῃ νυκτὶ πρὸ τοῦ ἀφυπνῶσαί με παρέστη μοι Αἰθίοψ μέγας καὶ ἀπευκτὸς καὶ ἰδεῖν φρικτός, ὃς ἥπλωσε κρατῆσαι τοῦ λαιμοῦ μου πρὸς τὸ ἀποπνῖξαί με. εὐθὺς δὲ ἐγὼ τὸν τύπον τοῦ σταυροῦ ποιήσας καὶ θαρρήσας ἐκράτησα αὐτὸν ἀπὸ τῆς χειρός, καὶ" τίς εἶ σὺ" λέγων," καὶ τί τὸ ὄνομά σου, καὶ τίς ὁ ἀποστείλας σε ἐνταῦθα, καὶ δι' ἣν αἰτίαν." αὐτὸν δὲ ἀποκριθέντα εἰπεῖν" ἐγώ εἰμι ὁ δυνατὸς μὲν τοῦ Βελίαρ, ὑπουργὸς δὲ Φωτίου· ὄνομα δέ 673 μοι Λεβούφας. συνεργὸς γοήτων καὶ φαρμακῶν, ὁδηγὸς μοιχῶν καὶ λῃστῶν, φίλος δὲ Ἑλλήνων καὶ τοῦ ἐμοῦ ἐν κρυπτῷ θεράποντος Φωτίου. ἀπέστειλε δέ με ὁ ἐξουσιάζων με εἰς ἐκδίκησιν αὐτοῦ διὰ τὰς χθὲς κατ' αὐτοῦ ἀτιμίας, τοῦ περιεργάσεσθαί σε, ὅπως μεταμεληθεὶς ἀποδέξῃ αὐτὸν καὶ ἀλλοτριωθῇς τοῦ θεοῦ, καθὼς καὶ ἄλλοις τοῦτο πεποίηκεν πολλοῖς. ἀλλὰ σύ με τῷ ὅπλῳ τοῦ σταυροῦ ἀνίσχυρον ἔδειξας." τότε ἐγὼ κατήργησα αὐτὸν τῷ τιμίῳ σταυρῷ, καὶ ἄφαντος ἐγένετο. 35. Ἐν μιᾷ νυκτὶ συνέβη γενέσθαι σεισμοὶ μεγάλοι· καὶ αὐτὸς ὁ Φώτιος ἀναβὰς ἐπὶ τοῦ ἄμβωνος δημηγορῆσαι εἶπεν ὅτι οἱ σεισμοὶ οὐκ ἐκ πλήθους ἁμαρτιῶν ἀλλ' ἐκ πλησμονῆς ὕδατος γίνονται, καὶ ἕκαστος ἄνθρωπος δύο ψυχὰς ἔχει, καὶ ἡ μὲν μία ἁμαρτάνει, ἡ δὲ ἑτέρα οὐχ ἁμαρτάνει. τούτων ἀκούσας ὁ πρωτοασηκρῆτις καὶ ἀπελθὼν εἶπεν τῷ βασιλεῖ ὅτι οἱ δοῦλοι ἡμῶν ἀναγκάζουσιν ἡμᾶς, λέγοντες ὡς ἡμεῖς ἠλπίζομεν μίαν ψυχὴν ἔχειν, καὶ ἐλαμβάνομεν ἑκάστῳ μηνὶ ἀνὰ μοδίους δύο· νῦν δέ, ὡς διδάσκει ἀναφανδὸν ὁ πατριάρχης, δύο ψυχὰς ἔχει ἕκαστος, καὶ δεῖ ἄλλους δύο μοδίους προσθεῖναι ἡμῖν. καὶ ὁ βασιλεὺς γελάσας εἶπεν" οὕτως δογματίζει ὁ Χαζαροπρόσωπος;" προσκαλεῖται οὖν εὐθὺς τὸν πατριάρχην, καὶ πυνθάνεται ὡς δῆθεν θυμούμενος" οὕτως δογματίζεις, ὦ μαρζούκα, δύο τὸν ἄνθρωπον ἔχειν ψυχάς;" ὁ δὲ ταῖς πιθανολογίαις δολερῶς τοῦτον ὑπεισελθὼν 674 ἔπεισεν ὡς περὶ ἄλλων ὑποθέσεων εἰπεῖν, οὐχὶ δὲ οὕτως. τούτῳ Γρηγόριος ὁ Συρακούσης ἠρώτησε" τί τὸ μαρζούκας σημαίνει;" ὁ δὲ εἶπεν" τὸ μάρ κύων, τὸ ζού σῦρε, τὸ κάς κάσσυμα· τουτέστι κύων ἕλκων δέρμα." 36. Ἐργαστηριακὸς δέ τις, ὡς οἱ ἰδόντες καὶ ἀκούσαντες ἐβεβαίωσαν, εἰς τὰς Σοφίας τὴν οἴκησιν ἔχων, ἐπὶ πολλαῖς ταῖς ἡμέραις ψυχορραγῶν καὶ τὴν γλῶτταν καὶ τὰ χείλη καὶ τὰς χεῖρας ἐσθίων ἀποψῦξαι οὐκ ἠδύνατο. μικρὸν δὲ ἀνασφήλας εἶπεν" γινώσκετε, ἀδελφοί, ὅτι ὁ πατριάρχης Φώτιος ἐδίδαξέ με μὴ κοινωνεῖν νῆστις. διὸ καὶ ἃ βλέπετε πανθάνω, καὶ ἀποθανεῖν οὐ δύναμαι." καὶ ταῦτα εἰπὼν ἐξέψυξεν. καὶ ταῦτα μὲν περὶ Φωτίου. 37. Τῷ θʹ αὐτοῦ ἔτει ἐκστρατεύει ὁ βασιλεὺς Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, τὸν Ὀρύφαν ὕπαρχον ἐν τῇ πόλει καταλιπών· ὃς καὶ τὸν βασιλέα ἤδη τὸ Μαυροπόταμον καταλαβόντα δηλοῖ τὴν τῶν Ῥῶς ἄφιξιν, πλοίων οὖσαν διακοσίων. ὁ δὲ βασιλεὺς εὐθὺς ὑποστρέφει, μηδὲν ὅλως ἐργασάμενος. 38. Τῷ ιʹ αὐτοῦ ἔτει οἱ Ῥῶς ἔνδοθεν τοῦ Ἱεροῦ φθάσαντες πολὺν εἰργάσαντο φόνον. περικυκλοῦσιν οὖν τὴν πόλιν· καὶ τοῦ βασιλέως μόλις διαπερᾶσαι ἰσχύσαντος, εὐθὺς σὺν τῷ πατριάρχῃ Φωτίῳ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν καταλαμβάνουσι, καὶ μεθ' ὑμνῳδιῶν τὸ ἅγιον τῆς θεοτόκου ἐξαγαγόντες μαφόριον τῇ θαλάσσῃ ἄκρως προσέβαψαν· καὶ νηνεμίας οὔσης 675 εὐθὺς ἀνέμων ἐπιφοραὶ καὶ τῆς θαλάσσης ἠρεμούσης κυμάτων ἐπαναστάσεις ἀλλεπάλληλοι ἐγεγόνεισαν, καὶ τὰ τῶν ἀθέων Ῥῶς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφευγότων τὸν κίνδυνον. 39. Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ προελεύσει διερχομένου, καθεζόμενος ὁ πατρίκιος Δαμιανὸς ἐν τῷ ὡρολογίῳ, ὁ καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. ὁ δὲ θυμωθεὶς τῷ βασιλεῖ κλαίων τοῦτο ἀπήγγειλεν, καὶ ὅτι εἰς ὄνειδος τῆς σῆς βασιλείας οὐκ ἐπηγέρθη μοι. ὁ δὲ βασιλεὺς αὐτῇ τῇ ὥρᾳ ἐξορίζει τὸν παρακοιμώμενον Δαμιανὸν ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ προβάλλεται Βασίλειον τὸν πρωτοστράτορα αὐτοῦ παρακοιμώμενον. τοῦτο ὁ Καῖσαρ ἰδὼν ἐλυπήθη λίαν, καὶ ἐζήτει ἀποκτεῖναι Βασίλειον. 40. Τῷ ιαʹ αὐτοῦ ἔτει ἐχώρισεν ὁ βασιλεὺς Μιχαὴλ τὸν Βασίλειον τῆς αὐτοῦ γυναικὸς Μαρίας, καὶ δέδωκεν αὐτῷ γυναῖκα Εὐδοκίαν τὴν Ἰγγηρίναν, διορισάμενος αὐτῷ κυρίως αὐτὴν ἔχειν· ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακή, καὶ πάνυ ἠγάπα αὐτὴν ὡς εὐπρεπῆ. τὴν δὲ προτέραν αὐτοῦ γυναῖκα Μαρίαν, δοὺς χρυσίον καὶ πλοῦτον πολύν, ἀπέστειλεν εἰς τὰ ἴδια. Θέκλαν δὲ τὴν ἰδίαν ἀδελφὴν προσήρμοσε Βασιλείῳ τοῦ ἔχειν αὐτὴν ἰδίως. ὁ μέντοι Καῖσαρ καὶ ὁ Βασίλειος ὑπεβλέποντο ἀλλήλους, ζητοῦντες πῶς ἕτερος τὸν ἕτερον ἀνέλῃ. διὸ καὶ ἐλοιδόρει τὸν Καίσαρα Βασίλειος πρὸς τὸν βασιλέα ὡς κατ' αὐτοῦ μελετῶντα. ὁ δὲ 676 ταῦτα ὡς λῆρον ἤκουεν. διὸ καὶ σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου, γαμβρῷ τοῦ Καίσαρος· καὶ δι' ὅρκων βεβαιοῦσιν ἀλλήλους τὴν εἰς αὐτοὺς ὁμόνοιαν. ἐπληροφόρει δὲ Συμβάτιον Βασίλειος δι' ὅρκων φρικτῶν ὅτι τοῦ βασιλέως πολλά σε ἀγαπῶντος βούλεται Καίσαρα προβάλλεσθαι, ἀλλὰ διὰ τὸν πενθερόν σου τοῦτο ποιῆσαι ἀδυνατεῖ. ἐν τούτοις ἀπατηθεὶς ὁ Συμβάτιος γέγονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ, καὶ εἰσελθὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληροφορήσας αὐτὸν πῶς ὁ Καῖσαρ βούλεταί σε, φησίν, ἀνελεῖν, ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις Συμβατίου πεισθεὶς καὶ τοῖς λόγοις Βασιλείου βεβαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. ὁ δὲ Βασίλειος πάντα σκευασάμενος κατὰ τοῦ Καίσαρος, ἐν δὲ τῇ πόλει μηδὲν ποιῆσαι δυνάμενος, πείθει τὸν βασιλέα κινῆσαι στόλον κατὰ τῆς Κρήτης. καὶ τούτου γινομένου Λέων ὁ φιλόσοφος Βάρδα Καίσαρα παρῄνει ὑποστέλλεσθαι καὶ συντηρεῖν ἑαυτὸν ἀπὸ Βασιλείου. ὁ δὲ Καῖσαρ τὸν βασιλέα ἐπεφωνεῖτο φείδεσθαι τοῦ Βασιλείου. ἐπεὶ δὲ προέλευσις τοῦ εὐαγγελισμοῦ ἐν τοῖς Χαλκοπρατείοις ἐτελεῖτο, εὐαγγελίου τελεσθέντος ἀνῆλθεν ὅ τε πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ Βασιλείῳ παρακοιμωμένῳ ἐν τοῖς Κατηχουμένοις· καὶ τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον σῶμα καὶ αἷμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, βάψαντες ὅ τε 677 βασιλεὺς καὶ ὁ Βασίλειος τοὺς τιμίους ὑπέγραψαν σταυρούς, ὅκῳ βεβαιώσαντες τὸν Καίσαρα ἀφόβως συνελθεῖν αὐτοῖς ἐν τῷ ταξειδίῳ. ὁ δὲ φιλόσοφος Λέων φανερῶς παρηγγύα τῷ Βάρδᾳ μὴ ἐξελθεῖν σὺν αὐτοῖς, ἐξερχομένῳ δὲ ἔλεγεν μὴ ὑποστρέφειν. (41) καὶ σημεῖα τῷ τούτου θανάτῳ παρηκολουθήκεσαν. σεισμοῦ γὰρ γεγονότος ἐπεπτώκει τὸ ἄγαλμα ὃ κατὰ τὴν ἁγίαν Ἄνναν τὸ δεύτερον ἐπὶ κίονος ἵστατο· ὅπερ διαγγελθὲν παρὰ Καίσαρος Λέοντι τῷ φιλοσόφῳ σαφῶς διηρμήνευτο, τὸν ἐκ πρώτου ἄνακτος δεύτερον ἐκπεσεῖσθαι διὰ θανάτου. ἀλλὰ καὶ ἐσθὴς αὐτῷ ἐξαποσταλεῖσα παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς τοῦ προσήκοντος μήκους ἐλλείπουσα, ᾗ τινὶ πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνετο αὐτῇ τί κεκολόβωται; ὡς οἶμαι, φησίν, ἀμφοτέροις τὴν λύσιν προεζωγράφησε, διὰ μὲν τῆς πέρδικος τὸ πρὸς αὐτὸν δολερόν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν ἑαυτοῦ ἡμερῶν αἰνιττόμενος. καὶ ὄναρ δὲ ἐθεάσατο τοιοῦτον. ἐδόκει ἑορτασίμου ἡμέρας ὁ Καῖσαρ μετὰ τοῦ βασιλέως τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ προσπεφοιτηκέναι καὶ συνήθους λαμπρότητος. ὡς δὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἦσαν, λαμπροφόροι τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοὺς ἔσω διώπτετό τις ὑπεράνω γηραιὸς θρονιζόμενος, καὶ οὗτος Πέτρος ὁ ἀπόστολος, ᾧ Ἰγνάτιος γονυπετῶν δάκρυσιν ὑπῆν ὑπομιμνήσκων ὑπὲρ ὧν λωβηθεὶς ὑπομεμενήκει. ὁ δὲ διὰ τὸ πάθος συνδιατεθεὶς αὐτῷ ἔφη τὴν ἐκδίκησιν ἐκ χειρὸς κυρίου ἀποίσεσθαι. καὶ εὐθὺς ἑνὶ τῶν ἱστα 678 μένων αὐτῷ δύο χρυσενδύτων ὡσεὶ πραιποσίτοις μάχαιραν ἐπιδίδωσι, καί φησιν τάχει ἐκνεύσας τὸν μὲν βασιλέα τῷ δεξιῷ ἀφώρισεν, τὸν δὲ θεόργιστον Καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. οὗ δῆθεν ἐξιεμένου, καὶ περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον. 42. Μετὰ γοῦν τὸ πάσχα ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ ἦλθεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων, καὶ Βασίλειος κατὰ τοῦ Καίσαρος ἐμελέτα. ἦσαν δὲ ἐν τῇ βουλῇ Μαριανὸς ὁ ἀδελφὸς αὐτοῦ καὶ Συμβάτιος ὁ γαμβρὸς τοῦ Καίσαρος καὶ Βάρδας ὁ ἀδελφὸς Συμβατίου καὶ Πέτρος ὁ Βούλγαρος καὶ Λέων ὁ Ἀσσύριος ἐξάδελφος αὐτοῦ, Ἰωάννης τε ὁ Χάλδος καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς. διέγνω δὲ ταῦτα Ἰωάννης ὁ Νεατοκόμιτος, καὶ δηλοῖ διὰ Προκοπίου τῷ Καίσαρι. ὁ δὲ ἀντιδηλοῖ αὐτῷ" νέος εἶ, καὶ ληρεῖς ἐγείρων ζιζάνια." ἄϋπνος δὲ ὁ Καῖσαρ διατελέσας, ὄρθρου βαθέος τοὺς αὐτοῦ πάντας προσκαλεσάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ καὶ βουλὴν ἐζήτει. Φιλόθεος δὲ ὁ πρωτοσπαθάριος καὶ γενικὸς προσφιλὴς αὐτοῦ ὢν λέγει τῷ Καίσαρι" αὔριον, δέσποτα, περιβαλοῦ τὸν χρυσοπέρσικόν σου χιτῶνα καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται." τοῦ δὲ ἡλίου ἀνατείλαντος ἵππῳ ἐπιβὰς παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν περικυκλούντων αὐτόν. 679 θὼν δὲ Βασίλειος καὶ τῇ χειρὶ κρατήσας εἰσήγαγε πρὸς τὸν βασιλέα. ὁ δὲ τῷ βασιλεῖ ἔφη" τοῦ λαοῦ παντός, δέσποτα, συνειλεγμένου πρόσταττε διαπερᾶσαι ἐν τῇ Κρήτῃ." καὶ εὐθὺς ὁ Βασίλειος ὄπισθεν ἑστὼς δίδωσιν αὐτῷ μετὰ ξίφους. οἱ δὲ λοιποὶ μεληδὸν αὐτὸν κατέκοψαν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶντος. ἦν δὲ ὡσεὶ ὥρα τρίτη. καὶ εὐθὺς ὑποστρέφουσι πρὸς τὴν πόλιν. ἐλθόντων δὲ αὐτῶν κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτα, μοναχός τις ἐφ' ὑψηλῆς τῆς πέτρας ἐπεφώνει μεγάλως τῷ βασιλεῖ" καλὸν ταξείδιον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιόν σου καὶ συγγενῆ ἀνελών. οὐαί σοι, ὅτι ταῦτα ἐποίησας." θυμωθεὶς δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος πέμπουσιν ἀνελεῖν τὸν μοναχόν. οἱ δὲ παρατυχόντες ἔπεισαν τὸν ἀποσταλέντα ἄνουν καὶ δαιμονῶντα εἶναι τὸν μοναχόν. διὸ καὶ μόλις παρῆλθεν ὁ μοναχὸς τῆς τιμωρίας. 43. Τῇ δὲ ἁγίᾳ πεντηκοστῇ ἔστεψεν ὁ βασιλεὺς Μιχαὴλ καὶ Φώτιος πατριάρχης ἐν τῇ ἁγίᾳ Σοφίᾳ Βασίλειον τὸν παρακοιμώμενον εἰς βασιλέα, τόμον ἀναγνοὺς διὰ Κάστορος ἀσηκρῆτις ἔχοντα οὕτως." Βάρδας ὁ Καῖσαρ ἐβουλεύσατο ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως· καὶ εἰ μὴ διὰ Συμβατίου καὶ Βασιλείου ἐμηνύθη μοι, οὐκ ἐν τοῖς ζῶσιν ἤμην. ὅθεν καὶ ἐτελεύτησεν ὑπὸ τῆς ἰδίας ἁμαρτίας. θέλω δὲ Βασίλειον τὸν παρακοιμώμενον, ὡς πιστὸν ὄντα καὶ φυλάττοντα τὴν ἐμὴν βασιλείαν καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά με καὶ πόθον πρός με πολὺν ἔχοντα, 680 εἶναι φύλακα τῆς ἐμῆς βασιλείας καὶ προνοητήν, καὶ ὑπὸ πάντων εὐφημεῖσθαι ὡς βασιλέα." καὶ εὐφήμησαν πάντες" Μιχαὴλ καὶ Βασιλείου πολλὰ τὰ ἔτη." ὁ δὲ τὸν τόμον ἀναγνοὺς Κάστωρ ὁ ἀσηκρῆτις ἐξελθὼν ἐν Νικομηδείᾳ καὶ ἐλθὼν εἰς μονὴν ἀνδρῴαν ἔμεινεν μέσον λιβαδίου. ἦν δὲ ἐκεῖσε φρέαρ, καὶ πεσὼν ἐν αὐτῷ ἀπεπνίγη. 44. Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τοῦ Βασιλείου, εἰς μῖσος αὐτοῦ κινεῖται· καὶ συμβουλευσάμενος μετὰ Γεωργίου τοῦ Πηγάνη αἰτεῖται στρατηγὸς προβληθῆναι, καὶ γίνεται. ἀντ' αὐτοῦ δὲ προβάλλεται λογοθέτης τοῦ δρόμου ὁ Γοῦμερ. καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης καταστρέφουσι τὸν λαὸν καὶ πυρπολοῦσι τὰς χώρας (ἦν γὰρ καιρὸς τοῦ θέρους), εὐφημοῦντες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀποκηρύττοντες. τοῦτο μαθόντες οἱ βασιλεῖς γράφουσι τοὺς λοιποὺς στρατηγοὺς καταπολεμῆσαι αὐτούς. Νικηφόρος δὲ ὁ Μαλέϊνος ἔρριψεν ἔγγραφα μετὰ παντὸς τοῦ λαοῦ, ἵνα δόλῳ τούτους κρατήσωσι καὶ μὴ εἰς ἐμφύλιον ἐμπέσωσι πόλεμον. κρατεῖται οὖν ὁ Πηγάνης, καὶ εἰσαχθεὶς ἐν τῇ πόλει ἀποτυφλοῦται, καὶ καθίζουσιν αὐτὸν ἐν τῷ Μιλίῳ προσαιτεῖν. κρατεῖται δὲ καὶ ὁ Συμβάτιος παρὰ τοῦ Μαλεΐνου εἰς Κελτζινήν· καὶ εἰσαχθέντος εἰς τὸν ἅγιον Μάμαντα, φέρουσιν τὸν Πηγάνην μετὰ θυμιάματος ὀστρακίνου καπνίζοντα θέαφον, καὶ ἀπαντᾷ καὶ θυμιᾷ τὸν Συμβάτιον. ἀποτυφλοῦται δὲ καὶ αὐτὸς τὸν ἕνα 681 ὀφθαλμόν, καὶ ἐκκόπτουσι τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ καθίζουσι καὶ αὐτὸν εἰς τὰ Τζαύσου προσαιτεῖν, καὶ μεθ' ἡμέρας τρεῖς ἄγουσιν αὐτοὺς ἐν τῇ πόλει εἰς τοὺς ἰδίους οἴκους. 45. Ἐκβάλλει οὖν ὁ βασιλεὺς Μιχαὴλ διὰ τοῦ μηχανικοῦ τοῦ λεγομένου Λάμαρι Κωνσταντῖνον τὸν Καβαλῖνον ἐκ τοῦ τάφου, καὶ Ἰωάννην τὸν ἀσεβῆ πατριάρχην μετὰ τοῦ ὠμοφορίου καὶ αὐτὸν ἐκ τοῦ τάφου, καὶ κατακλείει διὰ τοῦ ὑπάρχου ἐν τῷ πραιτωρίῳ, καὶ ἐν ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν καὶ ἀπογυμνώσας ἔτυψε μαγγλάβια, καὶ τὰ ὀστᾶ αὐτῶν ἔκαυσεν ἐν τοῖς Μαυριανοῦ. τὴν δὲ λάρνακα τοῦ Κοπρωνύμου πράσινον οὖσαν καὶ θαυμαστὴν διαπρίσας ἐποίησε στήθεα ἐν τῷ ὑπ' αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ παλατίῳ τοῦ Φάρου. 46. Τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τῆς ιεʹ ἐπινεμήσεως ἐγεννήθη Κωνσταντῖνος ὁ βασιλεὺς ἐκ Μιχαὴλ καὶ Εὐδοκίας τῆς Ἰγγηρίνης ἔτι περιόντος τοῦ Μιχαήλ· καὶ ἱππικοῦ γενομένου ἐν τῷ ἁγίῳ Μάμαντι ἵππευσεν ὁ βασιλεὺς βένετος, Κωνσταντῖνος δὲ ὁ ἐξ Ἀρμενίων ὁ πατὴρ Θωμᾶ πατρικίου καὶ Γενεσίου δρουγγαρίου τῆς βίγλας λευκός, πράσινος δὲ Ἀγαλλιανὸς καὶ ῥούσιος ὁ Κρασσός. νικᾷ δὲ ὁ βασιλεύς. καὶ τί συμβαίνει ἐντεῦθεν; καὶ τοῦτο γὰρ τῆς αὐτοῦ τοῦ βασιλέως τοῦ Μιχαὴλ κακίας ἐστίν, εἰς ὅσον τὴν τῶν Ῥωμαίων ἰσχὺν ἠλάττωσεν. ὁ φιλόσοφος Λέων ὁ Θεσσαλονίκης γενόμενος πρόεδρος, τῷ βασιλεῖ Θεοφίλῳ συμβουλεύσας, ὡς ὡρολόγια ἐποίησεν δύο ἐξ ἴσου κάμνοντα· καὶ τὸ μὲν ἓν