Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 633 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
633.1.1
τῆς σῆς βασιλείας, δι' ὧν πείσω τὸν Μανουὴλ εἰς ὄψιν ἐλθεῖν, δοκῶ τοῦτο πρᾶξαι τῷ τε ἐνυπογράφῳ λόγῳ καὶ τῇ ἐμῇ πειθοῖ καὶ τῇ εὐσεβείᾳ ἐκείνου καὶ τῷ εἰκὸς εἶναι τὴν πατρίδα αὐτοῦ ἐρᾶν." ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα δοὺς αὐτῷ ἀπέστειλεν. ὁ δὲ εἰσελθὼν καὶ τοὺς ἐν δεσμοῖς ῥογεύσας καὶ τὸν πρωτοσύμβουλον θηρασάμενος ἠδυνήθη καὶ λάθρα τῷ Μανουὴλ συντυχεῖν καὶ δοῦναι αὐτῷ τὸν ἐνυπόγραφον λόγον καὶ τὸ φυλακτὸν τοῦ βασιλέως. ὁ μὲν οὖν ταῦτα πράξας ὑπέστρεψεν, ἀναγγείλας τῷ βασιλεῖ πάντα. ὁ δὲ Μανουὴλ ἐξαιτησάμενος τὸν ἀμερμουμνῆν μετὰ τῶν αἰχμαλώτων Ῥωμαίων τῶν καθειργμένων ἐν φυλακαῖς, πίστιν αὐτῷ δοὺς ὑπὲρ τούτων ὡς οὐ φεύξονται, εἴπερ ἐξέλθωσιν, ἀλλὰ πολεμήσουσιν ἰσχυρῶς, ἔτυχε τῆς αἰτήσεως, καὶ λαβὼν τὸν τοῦ ἀμερμουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἐξῆλθε κατὰ Περσῶν, καὶ νίκην μεγάλην ποιήσας, ἀλλὰ καὶ θηρῶν ἀτιθάσσων τοὺς Ἀγαρηνοὺς λυμαινομένων τούτους ἐλευθερώσας, ἐν μείζονι μᾶλλον τότε τιμῇ ἢ τὸ πρότερον καθίσταται, καὶ πάντα ἦν αὐτὸς παρὰ τῷ ἀμερμουμνῇ δυνάμενος. ὅθεν φροντίδα πολλὴν ἔχων τοῦ ἐξελθεῖν εἰς Ῥωμανίαν, μετὰ καιρόν τινα εἶπεν πρὸς τοὺς δυνάστας Συρίας ὅτι ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερμουμνῆ παρέξητε καὶ λαὸν καὶ ἐξέλθω, ὑποτάξαι ἔχω τὴν Ῥωμανίαν. οἱ δὲ τὸν ἀμερμουμνῆν εἰπόντες τοῦτον ἀπέστειλαν. ὁ δὲ Μανουὴλ ἐλθὼν πλησίον τῶν θεμάτων τῆς ἀνατολῆς, καὶ προσκαλεσάμενος τοὺς ὑπο 634 χειρίους αὐτῷ, ἀλλὰ καὶ τὸν υἱὸν τοῦ ἀμερμουμνῆ ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, πόρρωθεν τῶν πολεμίων γενόμενος καὶ περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερμουμνῆ καὶ καταφιλήσας εἶπεν" ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα καὶ τὰ ἴδια, μηδὲν ἐν τῷ βίῳ προτιμήσας πίστεως καὶ συμφυλετῶν· σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθαι ὑποπτεύων παρ' ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς." καὶ οὗτος μὲν μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν, ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαποστείλας αὐτοῖς τὸν μηνύσοντα. ὁ δὲ βασιλεὺς τὸν μηνυτὴν φιλοτιμησάμενος αὐτάρκως, καὶ τὸν Μανουὴλ ὡς ἄξιον ἦν ὑποδεξάμενος, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ἐποίησε, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀνεδέξατο. 11. Τῷ ζʹ αὐτοῦ ἔτει ἐξέρχεται ὁ βασιλεὺς μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ Ἀγαρηνῶν. καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸν Σαμοσάτορα πλούτῳ κομῶντα διὰ τὸ ἀμερμουμνῆν ἐκεῖθεν εἶναι παραλαβών, ἐπανῄει τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος. καὶ ἐλθὼν μέχρι τοῦ Βρύα προσέταξε παλάτιον οἰκοδομηθῆναι καὶ παραδείσους φυτευθῆναι καὶ ὕδατα ἀγαγεῖν· ἃ καὶ γεγόνασιν. ἐκεῖθέν τε εἰς τὴν πόλιν ἀφικόμενος, ἱππικὸν ποιήσας καὶ τὸ πρῶτον βαΐον παίξας, ἅρματι λευκῷ ἐποχησάμενος καὶ τὰ λάφυρα θριαμβεύσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοώντων" καλῶς ἦλθες, ἀσύγκριτε φακτωνάρη." 635 12. Τῷ ηʹ τούτου ἔτει, τοῦ πατριάρχου Ἀντωνίου τελευτήσαντος, ἀντ' αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, Ἰαννὴς δὲ μᾶλλον καὶ Ἰαμβρής, ὁ ἐπὶ τοῦ Ἀρμενίου καὶ παραβάτου Λέοντος μνημονευθεὶς γραμματικός, βεβοημένος ἐπί τε μαγείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ. ὃς ὄργανον ἐπιτήδειον εὑρεθεὶς τῆς τοῦ βασιλέως ἀσεβείας σὺν αὐτῷ πάντα τὰ πρὸς ἀπώλειαν κατειργάσατο· καὶ ὃν ὤδινεν κατεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεὺς ἐξέρρηξε καὶ ἀπέτεκεν, τὰς ἁγίας εἰκόνας ἀναχρίσεσθαι προστάξας ἢ ἐπαλείφεσθαι. 13. Οὗτος ὁ Ἰωάννης πρὸ τοῦ ἄστεος οἴκημα ἐκ λίθων λαξευτῶν κατασκευάσας, ὃ Τροῦλος μέχρι τοῦ νῦν ὀνομάζεται, διά τινων θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαινεν· ὃ καὶ ἀοίκητον ἔμεινεν διὰ τὰς ἐν αὐτῷ γενομένας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. 14. Ἐν τούτοις Ἀγαρηνοῦ τινὸς γυναίου πνεῦμα Πύθωνος ἔχοντος, ὃ αἰχμάλωτον ἔλαβεν, ἐκμαντεύεσθαι μαθὼν ὁ βασιλεὺς μετακαλεσάμενος ἐκπυνθάνεται, τίνος ἡ βασιλεία ἐν πολλοῖς διαρκέσει ἔτεσι· καὶ ἐξεῖπεν" ἡ τῶν Μαρτινακίων." κατὰ πληροφορίαν δὴ τῆς τοιαύτης προφάσεως τὸν μονήρη βίον κατέκρινε Μαρτινάκιον, τὸν αὐτοῦ οἶκον ποιήσας εἰς μοναχῶν φροντιστήριον. ἐντεῦθεν καὶ Κωνσταντίνῳ τῷ Τριφυλλίῳ τὰ συμβησόμενα αὐτῷ προδεδήλωκεν, ὅτι ὡσαύτως καὶ σὺ καὶ τὰ τέκνα ἀποκαρήσεσθε κληρικοὶ ἐπὶ αὐτοκράτορος Βασιλείου· ὃ καὶ συμβέβηκεν. 636 ὁμοίως καὶ ἄλλοις πολλοῖς τὰ συμβησόμενα αὐτοῖς προύλεγε, καὶ τὸν βασιλέα τὰ μετὰ θάνατον αὐτοῦ ὀφείλοντα γενέσθαι ἀκριβῶς προηγόρευσεν, ἀλλὰ καὶ τὴν τῶν εἰκόνων προσκύνησιν καὶ τὴν τοῦ Ἰαννῆ καθαίρεσιν. καὶ Γεωργίῳ δὲ τῷ τὰς στρατιωτικὰς δέλτους ἐπειλημμένῳ ἐπὶ τῇ σφενδόνῃ εἶπεν τῇ κατὰ τοῦ ἱπποδρόμου ἀποκτάνεσθαι, καὶ τὴν ὕπαρξιν αὐτοῦ τῷ βασιλείῳ ἀνειλῆφθαι ταμείῳ.

Intertext edge

Open linked passage

Note