Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 646 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
646.1.1
σιν. τελευτήσαντος δὲ αὐτοῦ ἡ γυνὴ αὐτοῦ μονάσασα μοναστήριον αὐτὸν κατεσκεύασεν καὶ τὰ Μετανοίας ἐκάλεσεν. ξύλον οὖν μέγιστον τοῦ τρικλίνου ἀποκλασθὲν ἠπείλει πτῶσιν, αἱ δὲ μονάζουσαι τοῦ βασιλέως διερχομένου περὶ αὐτοῦ ἐδεήθησαν. ἐκνεύσας οὖν καὶ τὸν οἶκον θεασάμενος καὶ ἀρεσθεὶς μετοικίζει μὲν τὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ κόσμῳ παντοίῳ καλλωπίσας ξενῶνα πεποίηκεν, ἐπιδοὺς χρήματα καὶ προάστεια, καὶ τὰ Θεοφίλου ἐπονομάσας. 27. Δυσεντερικῷ δὲ νοσήματι περιπαρεὶς ὁ βασιλεὺς βουλὴν βουλεύεται μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρσου. εἰδὼς γὰρ ὅτι πολλὴν πίστιν καὶ ἀγάπην ἔχουσιν εἰς αὐτὸν οἱ Πέρσαι καὶ ἐκ τῶν ἐν τέλει οὐκ ὀλίγοι, ἐφοβήθη μή πως αὐτοῦ τελευτήσαντος αὐτὸν καταστήσωσι βασιλέα, τὸν υἱὸν αὐτοῦ Μιχαὴλ ἀπωσάμενοι· καὶ ἀποστείλας ἤγαγεν αὐτὸν ἐν τῷ παλατίῳ καὶ ἐν τηρήσει εἶχεν. εἶτα βαρηθεὶς ὑπὸ τῆς νόσου προστάσσει ἀποκεφαλισθῆναι αὐτόν. καὶ τὴν κεφαλὴν ἰδὼν ἔφη" ἄρτι, Θεόφοβε, καὶ σὺ ἀνεπαύης καὶ ἐγὼ ἀπεφρόντισα." καὶ εὐθὺς τὸ πνεῦμα αὐτοῦ κακῶς καὶ ὀδυνηρῶς ἀπέρρηξε. τὸ δὲ σῶμα αὐτοῦ εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων ἀπεκομίσθη, τὸ δὲ τοῦ Θεοφόβου ἐν τῷ οἴκῳ αὐτοῦ πλησίον τῶν Ναρσοῦ. ἐπὶ τούτοις τῶν Περσῶν ἐπιζητούντων τὸν Θεόφοβον, τί ἄρα γέγονε, οἱ τοῦ βασιλέως ἔπεισαν αὐτοὺς ἐν τῷ παλατίῳ διαιτᾶσθαι. τούτῳ τῷ τρόπῳ διαβε 647 βόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσασθαι τὸν Θεόφοβον. Κόσμου ἔτος τλεʹ τῆς θείας σαρκώσεως ἔτος ωλεʹ, Ῥωμαίων βασιλεὺς Μιχαὴλ καὶ Θεοδώρα ἔτη ιδʹ, μόνος ἔτη ιβʹ, καὶ σὺν Βασιλείῳ ἔτος αʹ μῆνας δʹ, ὁμοῦ ἔτη κζʹ μῆνας
646.2.1
ἡ Θεοδώρα εὐσεβὴς οὖσα καὶ πιστὴ καὶ ὀρθόδοξος ἔτι τοῦ ἀνδρὸς αὐτῆς περιόντος λάθρα τὰς ἁγίας εἰκόνας ἐτίμα καὶ ἐσέβετο· ἥτις γνώμῃ μὲν αὐτῆς, ὑποθήκῃ δὲ καὶ παραινέσει Θεοκτίστου κανικλείου καὶ λογοθέτον, ἐξελαύνει τῆς ἐκκλησίας τὸν ἄθεον πατριάρχην Ἰωάννην, καίπερ σύντεκνον αὐτῆς ὄντα, περιορίσασα τοῦτον ἐν τῷ Στενῷ εἰς τὸ καλούμενον Κλείδιον ἔν τινι μοναστηρίῳ. κἀκεῖ αὐτὸν τὰς τοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν εἰκόνας καὶ τῆς θεομήτορος καὶ τῶν ἀρχιστρατήγων κατορύξαντα, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξορύξαι ἠβουλήθη· κωλυθεῖσα δὲ πέμπει καὶ μαστίζει αὐτὸν διακοσίοις λώροις, εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον. τοὺς δὲ ὑπὸ Θεοφίλου ἐξορισθέντας μοναχοὺς καὶ ἐπισκόπους ἑνώσασα, τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν ἐκκλησίαν εἰρήνευσεν τῇ πρώτῃ κυριακῇ τῶν νηστειῶν. ἐξελαύνει τοίνυν Θεοδώρα τὸν ἀλιτήριον Ἰαννὴν τοῦ πατριαρχείου τρόπῳ τοιῷδε. δηλοῖ γὰρ αὐτῷ διὰ Κωνσταντίνου δρουγγαρίου τῆς βίγλης ὡς πολλοὶ πολλαχόθεν συνεληλυθότες εὐλαβεῖς τε ἄνδρες καὶ μοναχοὶ δέησιν ἐποιήσαντο 648 πρὸς τὴν βασιλείαν μου τοῦ τὰς πανσέπτους κελεῦσαι ἀναστηλωθῆναι εἰκόνας. εἰ μὲν οὖν ὁμόλογος εἶ τούτοις καὶ σύμφωνος, καὶ δὴ τὸν παλαιὸν κόσμον ἡ τοῦ θεοῦ ἐκκλησία ἀπολαμβανέτω. εἰ δ' ἀμφίβολος καὶ τὴν γνώμην οὐκ ἔχων εὐθεῖαν, τοῦ μὲν θρόνου ἔξω γενόμενος καὶ τῆς πόλεως κατὰ δὲ προάστειόν σου διάβηθι, μέχρις ἂν ὁ σύλλογος τῶν ἁγίων πατέρων γένηται μετὰ σοῦ· οἵδε γὰρ ἕτοιμοι διαδικάζεσθαί τε καὶ διαλέγεσθαι καὶ πείθειν σε περὶ τούτων κακῶς λέγοντα." ὁ δὲ πατριάρχης ἢ μᾶλλον φατριάρχης κατὰ τὸν ἐν τῷ πατριαρχείῳ Θεσσαλὸν τρίκλινον τηνικαῦτα ἀνέκειτο ἐπὶ σκίμποδος, τὰς βασιλικὰς ἀγγελίας δεχόμενος· ὃς ἅμα τῇ ἀκοῇ τῶν λόγων βληθεὶς τὴν ψυχὴν βουλεύσασθαι ἔφη περὶ τούτου καλῶς καὶ τὸν ἀποκομιστὴν εὐθὺς ἀπέστειλεν, καὶ θᾶττον ἢ λόγῳ ἐγχειρίδιόν τι λαβὼν τὰς κατὰ γαστέρα φλέβας ἀπέτεμεν, ἃς ᾔδει δειλίαν μὲν καὶ οἶκτον ἐκ τῆς αἵματος δαψιλοῦς ἐκχύσεως ἀποτεκεῖν τοῖς πολλοῖς, θάνατον δὲ ἤ τινα κίνδυνον οὐδαμῶς. θροῦς οὖν καὶ βοὴ εὐθύς τις περιήχει τὴν ἐκκλησίαν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς βασιλικὰς ἀκοὰς προφθάνουσα τοῦ δρουγγαρίου, ὡς ἡ δέσποινα διὰ τοῦ δρουγγαρίου τὸν πατριάρχην κατέσφαξεν. τῶν οὖν λεγομένων ἐταστὴς ἀκριβὴς ὁ πατρίκως Βάρδας ἀποσταλεὶς αὐτάς τε τὰς πληγὰς ἐκ προνοίας γενομένας ἠρέμα πως κατεφώρασεν, καὶ τὸ δρᾶμα τὸν ἔλεγχον οὐ διέφυγεν, αὐτῶν τῶν θεραπόντων κατειπόντων αὐτῷ καὶ τὰ τῆς τομῆς ὄργανα (φλεβοτόμα δὲ ἦν) εἰς μέσον καθυποβαλλόμενα. ἔκτοτε οὖν 649 οὐδενὸς λόγου ἀξιωθείς, ὡς ἐπὶ τοιαύτῃ αὐτοφώρῳ αἰτίᾳ ὑπειλημμένος, τῆς ἐκκλησίας ἀπελαύνεται ὁ ἀλιτήριος καὶ κατά τινα μονὴν ἐν τῷ Κλειδίῳ περιορίζεται. ἐν ᾗ ἁγίων εἰκόνας ξέσας, τοῦτον ἡ βασίλισσα μάστιξι διακοσίαις παιδεύει, καὶ κατὰ τὸ προάστειον αὐτοῦ, ὃ λέγεται Ψιχά, ἀποστέλλεται. 2. Οὗτος οὖν ὁ προρρηθεὶς Ἰωάννης πατριάρχης, ὁ δι' οἰκείαν ἀσέβειαν Ἰαννὴς παρὰ τῶν εὐσεβῶν ὀνομασθείς, οὐκ ἔπηλύς τις καὶ ξένος αὐτόχθων δὲ καὶ τῆς βασιλίδος τῶν πόλεων βλάστημα καὶ ἐκ λίαν εὐγενοῦς καταγόμενος σειρᾶς, τῆς οὕτω τῶν Μωροκαρδανίων λεγομένης, καὶ τῆς τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου τῆς ἐν τοῖς Ὁρμίσδου μονῆς ἡγούμενος ἄνωθεν ὢν καὶ τοῦ βασιλέως κληρικοῖς καταριθμούμενος, διαφερόντως παρὰ Μιχαὴλ ἠγαπᾶτο τῷ Τραυλῷ, εἴτε τῷ μόνῳ τούτῳ κοινωνὸς εἶναι τῆς τούτου αἱρέσεως, εἴτε καὶ τῷ διαφέρειν ἐπὶ λογιότητος δόξαν τινὰ ἐσχηκώς· πλὴν ἠγαπᾶτο, καὶ τοῦ Θεοφίλου διδάσκαλος ἐγκαθίσταται. καὶ οὗτος ἐπεὶ τὰς τῆς βασιλείας ἔσχεν ἡνίας, σύγκελλον μὲν πρότερον τοῦτον τιμᾷ, εἶθ' ὕστερον καὶ πατριάρχην καθίστησι Κωνσταντινουπόλεως, προγνώσεις τινὰς διὰ λεκανομαντείας καὶ γοητείας αὐτῷ ἀπαγγέλλοντα. καὶ γοητεία τοιαύτη. ἔθνους ποτὲ τρισὶν ὑφ' ἡγεμόσι στρατηγουμένου, ἀπίστου τε καὶ σκληροῦ, τὴν τῶν Ῥωμαίων χώραν κατέτρεχε καὶ ἐληΐζετο. ὡς εἰκὸς οὖν ἀθυμοῦντος ἐπὶ τούτῳ τοῦ Θεοφίλου καὶ 650 τοῦ ὑπηκόου παντός, ἀποσκευάσασθαί που τὴν ἀθυμίαν οὗτος συμβουλεύει, θάρσους τε πληρωθῆναι καὶ χαρᾶς, εἴ γε μόνον τῇ τούτου ἐπακολουθοίη βουλῇ. ἡ δὲ ἦν τοιαύτη. ἐν τοῖς εἰς τὸν εὔριπον τοῦ ἱπποδρομίου χαλκοῖς ἀνδριᾶσιν ἐλέγετό τις εἶναι ἀνδριὰς τρισὶ διαμορφούμενος κεφαλαῖς, ἃς κατά τινα στοιχείωσιν πρὸς τοὺς τοῦ ἔθνους ἐκείνου ἀρχηγοὺς ἀνῆγεν. σφύρας οὖν μεγίστας σιδηρᾶς τρεῖς προσέταττεν γενέσθαι καὶ ἀνδράσιν ἐγχειρισθῆναι ἰσχυροτάτοις τρισίν. πόρρω δὲ τῶν νυκτῶν ἐπὶ τὸν ἀνδριάντα ἦσαν ἀμφότεροι, ὁ μὲν Ἰαννὴς διὰ λαϊκοῦ ἐνδύματος ἑαυτὸν περισκέπων, οἱ δὲ ἄνδρες μετεώρους τὰς σφύρας ἔχοντες. καὶ αὐτὸς τοὺς στοιχειωτικοὺς λόγους ἐπειπὼν παίειν ἕκαστον ὡς ἔχει δυνάμεως προσεῖπε νεανικῶς τε καὶ ἰσχυρῶς. καὶ οἱ μὲν δύο τὰς δύο τοῦ ἀνδριάντος κεφαλὰς ἀπέκοψαν, ὁ δὲ ἕτερος μικρὸν μὲν κατέκλινεν, οὐ μὴν καὶ ὅλην τοῦ σκηνώματος ἐναπέτεμεν. τούτοις οὖν καὶ τὰ κατὰ τοὺς ἡγεμόνας ἐξηκολούθει· ἔριδος γὰρ κραταιᾶς αὐτοῖς ἐπεισπεσούσης καὶ ἐμφυλίου μάχης, ὑπὸ τοῦ ἑνὸς οἱ δύο τῶν ἡγεμόνων πίπτουσι κατὰ τὴν τῶν κεφαλῶν ἐκτομήν, τοῦ τρίτου μόνου διασωθέντος, οὐχ ὑγιῶς δέ. οὕτως εἰς τὸ μηδὲν εἶναι τὸ ἔθνος χωρῆσαν πρὸς τὰ οἰκεῖα αὖθις μετὰ φυγῆς ἀφορμᾷ καὶ συμφορᾶς. 3. Τῆς δὲ θεοφιλοῦς, ὡς εἴρηται, Θεοδώρας τῇ ἐκκλησίᾳ τὸν ἑαυτῆς κόσμον δούσης (ἀπὸ γὰρ Λέοντος τοῦ Ἀμαληκίτου ἕως τῆς ὀρθοδοξίας ἐπὶ τριάκοντα χρόνους κατεῖχον οἱ εἰκονοκαῦσται τὰς ἐκκλησίας) αἴτησιν ποιεῖται πρὸς τοὺς παρόντας ἁγίους 651 πατέρας, λέγουσα" οἶδα ὅτι δέδωκεν ὑμῖν ὁ θεὸς ἐξουσίαν ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας κατὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἐπείπερ οὖν ὁ βασιλεὺς Θεόφιλος, ὡς οἴδατε πάντες, δικαιοκρίτης μὲν εἰ καί τις ἄλλος ἦν, καὶ πάντα καλῶς διοικῶν, ὡς μαρτυρεῖτε, εἶχε δὲ μόνην ταύτην τὴν αἵρεσιν, ἢν καὶ τελευτῶν ἀπηρνήσατο, καὶ μετὰ δακρύων κατ' αὐτὴν τὴν ὥραν τῆς ἐξόδου, ἐμοῦ τούτῳ ταύτας δούσης, τὰς ἁγίας εἰκόνας κατεφίλησε, καὶ οὕτως ἐξέπνευσε, δότε μοι καὶ αὐτοὶ χάριν ἐγγράφως ἀφεθῆναι αὐτῷ τὴν ἁμαρτίαν ταύτην μόνην· περὶ δὲ τῶν λοιπῶν οὐ φροντίζω." πρὸς ἣν οἱ πατέρες τὰ μὲν πρῶτα σιγήσαντες, εἶτα καὶ δακρύσαντες τοῖς αὐτῆς ἐπικαμπτόμενοι δάκρυσι, πρὸς δὲ καὶ τὴν τῶν ἁγίων εἰκόνων ζητοῦντες τιμήν, κοινῇ ψήφῳ καὶ γνώμῃ δι' ἐγγράφου ἀσφαλείας τὴν πίστιν τούτου τῇ δεσποίνῃ ἐδίδοσαν. ἐφ' οἷς τὴν ἐκκλησίαν βεβαίως καταλαβόντες, καὶ Μεθοδίῳ τῷ ἁγιωτάτῳ τὴν τῆς ἀρχιερωσύνης ἀποδεδωκότες τιμήν, τῇ πρώτῃ τῶν ἁγίων νηστειῶν κυριακῇ σὺν τῇ βασιλίσσῃ πάννυχον ὑμνῳδίαν ἐν τῷ τῶν Βλαχερνῶν τῆς θεοτόκου ναῷ ἀφ' ἑσπέρας τετελεκότες, τῇ ἕωθεν μετὰ λιτῆς τῷ μεγάλῳ τοῦ θεοῦ λόγου τεμένει καταλαμβάνουσι, καὶ τὸν κόσμον αὐτῆς αὖθις ἡ ἐκκλησία λαμβάνει τῆς θείας μυσταγωγίας τελεσθείσης ἁγνῶς, πάντων τῶν αἱρεσιωτῶν ἐν πάσῃ τῇ ὑφ' ἡλίῳ καθαιρέσει ὑποβληθέντων μετὰ καὶ τοῦ ἀρχιερέως αὐτῶν, ὃς ἦν ὁ προειρημένος Ἰωάννης. 652 4. Οὗτος οὖν μετὰ τῆς αὐτοῦ, ὡς εἴρηται, συμμορίας τῇ καθαιρέσει ὑποβληθεὶς οὐχ εἵλετο ἡσυχῇ διάγειν τὸν ἑαυτοῦ κατάπτυστον βίον, ἀλλ' ἔτι κατὰ τῶν ἁγίων εἰκόνων ἐνεανιεύετο. καὶ γὰρ ὑπερόριος πάλιν ἔν τινι μονῇ γεγονώς, εἰκόνος θείας κατὰ τὸν ὄροφον ἱσταμένης καὶ ἀτενῶς ἀτενιζούσης αὐτῷ, μὴ φέρων οὗτος ὁρᾶν τὴν ἐκείνης πρὸς αὐτὸν ἐπικατιοῦσαν θέαν, καθαιρεῖσθαι ταύτην διά τινος οἰκέτου προστάττει καὶ τοὺς ὀφθαλμοὺς κατορύττεσθαι, τοῦτο μόνον ἐπιλέγων ὡς τὴν αὐτῆς οὐ δύναμαι μορφὴν ἐνορᾶν. ἤκουστο γοῦν ταῦτα τῇ δεσποίνῃ, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκείνου τοῦ Ἰαννῆ ἐκτυφλοῖ. ἀλλ' οὐδ' οὕτως ἦν ἀγαπητὸν αὐτῷ τῆς ἡσυχίας ἐρᾶν, μῶμον δέ τινα ἐπειρᾶτο μετὰ τῶν ὁμοίων αὐτοῦ τῷ ἐν ἁγίοις Μεθοδίῳ προσάπτειν, καὶ γυναῖκά τινα φρεναπατήσαντες κρυψιγαμίας ἔγκλημα τούτῳ ἐπεισφέρουσιν. ὁ δὲ μακαριώτατος πατριάρχης μὴ θέλων πέτρα σκανδάλου λογίζεσθαι τὰ κρύφια αἴσχη ἀπογυμνοῖ, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μεμαρασμένα. καὶ τὸ αἴτιον ἐρωτηθεὶς εἶπεν ὅτι διάγοντός μου ἐν Ῥώμῃ, ἐπεὶ τοῖς γαργαλισμοῖς ἐκινούμην, τῷ ἀποστόλῳ Πέτρῳ προσῆλθον δεόμενος· ὃς τῇ νυκτὶ ἐπιστὰς τῇ δεξιᾷ τὰ αἰδοῖα κατεπίασεν, ἐπιφθεγξάμενος μὴ τοῦ λοιποῦ πτοεῖσθαι φιληδονίαν. ἐγὼ δὲ σφοδρῶς ἀλγήσας διυπνίσθην, καὶ ἔκτοτε ἀβλαβὴς διέμεινα. ἀλλὰ μὴν τὸ γύναιον ἀσφαλῶς κρατηθὲν πάντα ἀφηγήσατο, καὶ τὸ δοθὲν αὐτῷ χρυσίον τοῖς ἀποδέσμοις ἔτι περιειλημμένον καὶ τῇ αὐτῶν βούλλᾳ σεσημασμένον ὑπεδείκνυε. καὶ 653 αὐτοὺς μὲν τιμωρεῖν ἐβούλοντο, τῇ δὲ τοῦ ἁγίου Μεθοδίου παρακλήσει τούτους εἴασαν. 5. Ὡς οὖν κατὰ τὴν ἑορτὴν ταύτην, ἤγουν τὴν τῆς ὀρθοδοξίας λεγομένην κυριακήν, ἐν τοῖς τοῦ Καριανοῦ παλατίοις, ἅπερ ἕνεκεν τῶν ἑαυτοῦ θυγατέρων ὁ Θεόφιλος ἀνῳκοδόμησεν, ὑπὸ Μαυρικίου τοῦ βασιλέως ὡς τὸ πρῶτον κατασκευασθέντα, ἡ βασιλὶς Θεοδώρα ἅπαν τὸ τῆς ἐκκλησίας πλήρωμα εἱστία, καὶ οὐκ ἦν ὅστις μὴ παρῆν ἐκεῖ τῶν ἱερέων καὶ ὁμολογητῶν· μεθ' ὧν καὶ ὁ Νικαίας Θεοφάνης ἦν. ἐπεὶ δὲ τὰ τῆς εὐωχίας παρήκμασε καὶ τὰ τραγήματα μετὰ τῶν πλακούντων παρέκειντο, συνεχῶς ἀτενιζούσης τῆς βασιλίδος καὶ τὰ ἐν τῷ μετώπῳ γράμματα τοῦ ὁσίου Θεοφάνους καθορώσης καὶ στεναζούσης συνέβη καὶ τοῦτον ὡς ἐξ ὁμολόγου ἀντοφθαλμῆσαι καὶ ταύτην ἐνιδεῖν ἀτενίζουσαν αὐτῷ. φήσαντος γοῦν" τίς ἄρα ἡ αἰτία τῆς πρὸς ἐμέ σου ἀτενοῦς ὁράσεως;" ἡ δὲ ἔφη τὴν ἐκ τῶν γραμμάτων θαυμάζειν καρτερίαν σου καὶ τὴν τοῦ ταῦτα δράσαντος ἀπήνειαν. καὶ ὁ μακάριος Θεοφάνης μηδὲν εὐλαβηθεὶς ἢ τῶν προησφαλισμένων διανοηθεὶς" ὑπὲρ ταύτης τῆς γραφῆς" ἔφησεν εὖ μάλα τρανῶς" ἐν τῷ τοῦ θεοῦ ἀδεκάστῳ δικαστηρίῳ σφοδρότερον διαδικάσομαι τῷ ἀνδρί σου." τοῦτο ἀκούσασα ἡ βασίλισσα, καὶ περίλυπος γενομένη καὶ σύνδακρυς, ἔφη πρὸς τὸν ὅσιον" αὗται αἱ δι' ἐγγράφων ὑποσχέσεις ὑμῶν καὶ ὁμολογίαι, ὡς μὴ μόνον οὐ συγκεχωρηκέναι ἀλλὰ καὶ 654 πρὸς ἀγῶνας ἄγειν αὐτόν;"" οὔ" φησιν ὁ πατριάρχης αὐθωρὸν ἀναστὰς καὶ οἱ λοιποὶ τῶν ἱερέων," βασίλισσα, οὔ· ἀλλ' ἕξει βεβαίως τὰ ἡμέτερα, τῆς ὀλιγωρίας τούτου λογιζομένης εἰς οὐδέν." οὕτω μὲν οὖν ἐσιγάσθη ταῦτα, καὶ τὰ τῆς ἐκκλησίας ἔθη ἀκύμαντα διέμεινεν. 6. Ἀνεφάνη δέ τις καὶ ἑτέρα αἵρεσις ἡ οὕτω τῶν Ζηλίκων λεγομένη, σὺν τῷ ἑαυτῆς ἀρχηγῷ, Ζήλικι μὲν ὀνομαζομένῳ, φέροντι δὲ τὴν τῶν σηκρῆτις ἐν πρώτοις τιμήν. ἐθεραπεύθη δὲ καὶ πρὸς θεοσέβειαν μετηνέχθη ἐν προόδῳ βασιλικῇ, τῆς τοῦ μύρου μόνου μετὰ καινῶν ἐμφωτίων τε καὶ ἐσθημάτων καταξιωθέντων χρίσεως τῶν ἀντιποιουμένων αὐτῆς, καὶ τελειωθέντων λαμπρῶς. 7. Τῷ βʹ αὐτῆς ἔτει ἀπέστειλε Θεοδώρα Θεόκτιστον τὸν λογοθέτην κατὰ τῆς Κρήτης, καὶ κακῶς τοῖς ὑπὸ χεῖρα χρησάμενος αὐτὸς μὲν τὴν φυγαδείαν ἠσπάσατο, ὁ δὲ στρατὸς μαχαίρας ἔργον τοῖς ἐν Κρήτῃ γέγονεν. 8. Τῷ γʹ αὐτῆς ἔτει Ἄμερ κατὰ Ῥωμαίων στρατεύσαντος αὐτὸν πάλιν Θεοδώρα ἀπέστειλε μετὰ πολλῆς δυνάμεως· καὶ πολλῶν ἀναιρεθέντων πλείους οἱ κρατηθέντες ἦσαν. Θεόκτιστος δὲ πρὸς τὴν βασίλισσαν ἐλθὼν πάλιν τῆς αὐτῆς οἰκειότητος εἴχετο, καὶ τῷ τῆς Αὐγούστης Θεοδώρας ἀδελφῷ Βάρδᾳ εἴς τινας λόγους ἐλθὼν τὴν ἧτταν τούτῳ προσῆπτε καὶ ἀνετίθετο, ὡς τῇ παραινέσει τούτου καὶ τῇ συμβουλῇ τὸ Ῥωμαϊκὸν ἐτρώθη στρατόπεδον. 655 9. Τῷ ζʹ ἔτει τοῦ βασιλέως Μιχαὴλ ἀνδρυνθέντος καὶ τοῖς κυνηγίοις καὶ ἀκαθαρσίαις σχολάζοντος, ἐπεὶ ἔγνω Θεοδώρα συμφιλιωθῆναι αὐτὸν Εὐδοκίαν τὴν τοῦ Ἴγγηρος, μισουμένην δι' ἀναίδειαν τῇ Αὐγούστῃ καὶ τῷ λογοθέτῃ, ζεύγνυσιν αὐτῷ Εὐδοκίαν τὴν τοῦ Δεκαπολίτου, καὶ στεφανοῦνται ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου τῷ εἰς τὴν Δάφνην. 10. Τῷ ιʹ αὐτοῦ ἔτει ὁ τῶν βουκελλαρίων στρατηγὸς ἤγαγε τῷ βασιλεῖ ἵππον θαυμαστὸν καὶ γενναῖον, σκληρότατον δὲ πάνυ, ὡς μὴ δύνασθαί τινα ἰδεῖν κἂν ἀπὸ τῶν ὀδόντων τὸν χρόνον αὐτοῦ. ἀχθομένου οὖν ἐπὶ τούτου τοῦ βασιλέως, παρὼν Θεοφιλίτζης ἐκεῖνος ὁ τῶν νουμέρων τότε καὶ τοῦ τείχους κόμης ὢν εἶπεν τῷ βασιλεῖ" ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρεῖον εἰς τοὺς ἵππους, οἷον ἀγαπᾷ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον." τοῦ δὲ βασιλέως κελεύσαντος παρευθὺ ἤχθη, καὶ τῇ μὲν μιᾷ χειρὶ τὸν χαλινὸν τοῦ ἵππου κρατήσας, τῇ δὲ ἑτέρᾳ τοῦ ὠτὸς δραξάμενος, εἰς ἡμερότητα προβάτου μετέβαλεν. ἐφ' ᾧ θεραπευθεὶς ὁ βασιλεὺς παραδέδωκεν αὐτὸν τῷ ἑταιρειάρχῃ Ἀνδρέᾳ τοῦ εἰς τὴν ἑταιρείαν εἶναι καὶ τοῖς ἵπποις τοῦ βασιλέως ἐκδουλεύειν. 11. Γέγονε δὲ οὗτος ὁ Βασίλειος ἐκ Μακεδονίας, ἐκ χωρίων τῆς Ἀδριανουπόλεως. καὶ προσεκολλήθη τῷ στρατηγῷ Μακεδονίας τῷ Τζάντζῃ ἐκδουλεύειν· ἦν δὲ ἐτῶν κεʹ. καὶ μηδὲν παρ' αὐτοῦ ὠφεληθεὶς ἦλθεν ἐν τῇ πόλει. καὶ εἰσελθὼν ἔνδον τῆς Χρυσῆς πόρτης, ἐπεὶ κεκοπωμένος ἦν ἀπὸ τῆς ὁδοιπορίας, 656 κυριακῆς ἡμέρας οὔσης, ἑσπέρας ἀνακλιθεὶς ἐν τῷ πεζουλίῳ τοῦ ἁγίου Διομήδους, ὃς τὸ πρὶν Ἠλιοὺ ναὸς ἐχρημάτισε. καθολικὴ γὰρ ἦν ἡ ἐκκλησία, καὶ ὑπὸ προσμοναρίου τοὔνομα Νικολάου· ᾧ καὶ ἐφάνη τῇ νυκτί τις φωνήσας" ἐγερθεὶς εἰσάγαγε τὸν βασιλέα ἔσω." ὁ δὲ ἐγερθεὶς οὐδένα εὗρεν εἰ μὴ τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστραφεὶς πάλιν ἀνεκλίθη εἰς τὴν κοίτην αὐτοῦ. ὁμοίως δὲ τοῦτο καὶ ἐκ δευτέρου ἐγένετο. εἰς δὲ τὸ τρίτον μετὰ ῥομφαίας ἔπληξε τὴν πλευρὰν αὐτοῦ, εἰπών" οὐ βλέπεις ἔξωθεν τοῦ πυλῶνος κείμενον; αὐτός ἐστιν ὁ βασιλεύς· εἰσάγαγε αὐτόν." ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν τὸν Βασίλειον μετὰ πήρας καὶ ῥάβδου, εἰσήγαγεν ἔσω. καὶ τῇ ἐπαύριον λούσας ἤλλαξεν αὐτόν, καὶ ἀδελφοποιητὸν ποιήσας συνευφραίνετο αὐτῷ. ἦν δὲ τῷ Νικολάῳ ἀδελφὸς ἰατρὸς δουλεύων τῷ εἰρημένῳ Θεοφιλίτζῃ, ὃς καὶ κατὰ τύχην ἐλθὼν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Νικόλαον εἶδε τὸν Βασίλειον, καὶ θαυμάσας τό τε ἀνάστημα τῆς ἡλικίας αὐτοῦ καὶ τὸ εἶδος ἠρώτα τῷ ἀδελφῷ πόθεν ἐστίν. ὁ δὲ πάντα εἶπε πλὴν τῆς ὁράσεως. μετ' ὀλίγας οὖν ἡμέρας τοῦ Θεοφιλίτζη ζητοῦντος ἄνθρωπον ἀνδρεῖον εἰς τοὺς ἵππους αὐτοῦ, παρῆν ὁ ἰατρὸς καὶ τὰ περὶ τοῦ Βασιλείου διηγήσατο. ἤχθη οὖν ὁ Βασίλειος συντόμως, καὶ θεασάμενος αὐτὸν Θεοφιλίτζης ἠράσθη. ἐπεὶ δὲ ἐπιάγουρος ἦν καὶ μεγαλοκέφαλος, καλεῖ αὐτὸν Κεφαλάν, καὶ δέδωκεν αὐτῷ δουλεύειν τοὺς ἵππους αὐτοῦ. ἐντεῦ 657 θεν, ὡς εἴρηται, δίδοται τῷ βασιλεῖ Μιχαήλ. ὁ δὲ βασιλεὺς Μιχαὴλ εἰσαγαγὼν τὸν Βασίλειον πρὸς τὴν μητέρα αὐτοῦ εἶπεν" δεῦρο, ἴδε, μῆτερ, ἄνθρωπον ὃν ἐπελαβόμην νῦν." ἡ δὲ ἐξελθοῦσα καὶ τοῦτον ἰδοῦσα ἀπεστράφη, εἰποῦσα" οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων τὴν γενεὰν ἡμῶν ἀφανίσαι." ὁ δὲ βασιλεὺς οὐδαμῶς ἐπείσθη ἢ ἤκουσε τῆς μητρὸς αὐτοῦ. 12. Τῷ ιαʹ ἔτει αὐτοῦ ἐτελεύτησεν ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ ἀντ' αὐτοῦ χειροτονεῖται Ἰγνάτιος ὁ υἱὸς κουροπαλάτου τοῦ βασιλεύσαντος. τῶν δὲ Βουλγάρων τὴν Θρᾴκην καὶ Μακεδονίαν ληϊζομένων, ἡ Θεοδώρα ταξατίωνα πέμψασα τούτους τῆς ῥύμης ἔστησεν. 13. Τῷ ιγʹ ἔτει αὐτοῦ Βάρδας ὁ Καῖσαρ ἔξω τῆς πόλεως ὢν συνεφιλιώθη Δαμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ, ὃς τὸν βασιλέα κρατήσας ἔπεισεν εἰσελθεῖν ἐν τῇ πόλει τὸν Βάρδαν καὶ εἰς τὸ παλάτιον ἔρχεσθαι. οἰκειωσάμενος δὲ καὶ τὸν πρωτοσπαθάριον Θεοφάνην τὸν Φαλγάνην καὶ ἄλλους τινὰς ἀποκτείνει τὸν Θεόκτιστον ἐν τῷ παλατίῳ, μετὰ καὶ τῆς τοῦ βασιλέως συνειδήσεως. τοῦτο μαθοῦσα Θεοδώρα ἠγανάκτησε κατὰ τοῦ βασιλέως καὶ τῶν ἄλλων οἳ τὸν φόνον κατειργάσαντο, καταβοωμένη αὐτῶν. ἀλλὰ καὶ φωνῇ βριαρᾷ καταπτοηθεῖσα θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γένος, αὐτῇ ἀπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν τοιαύτην ἡμέραν κρουόντων ἀποκαλῶν. τοῦ δὲ Μιχαὴλ παντὶ τρόπῳ μηχανωμένου

Intertext edge

Open linked passage

Note