Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
658.1.1
τὴν μητέρα ἐξιλεώσασθαι αὐτὴ ἀπαρηγόρητος ἔμεινεν· ὅθεν καὶ μεταβαλὼν ὁ βασιλεὺς ὥσπερ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις προσώποις αὐτὴν λυπεῖν κατηπείγετο ὅσοις πρὸ τούτου θεραπεύειν ἐσχηματίζετο. καὶ τὰς μὲν ἀδελφὰς αὐτοῦ Θέκλαν Ἀναστασίαν καὶ Ἄνναν εἰς τὰ Καριανοῦ μεθιστᾷ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἐν τῇ μονῇ τῶν Γαστρίων. εἶτα μετ' ὀλίγον καὶ πάσας ἑνώσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρεν. τότε δὴ καὶ ὑπὸ τῆς συγκλήτου πάσης ἀναγορεύεται καὶ αὐτοκρατορεῖ, καὶ τὸν Βάρδαν προβάλλεται μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. ἐφ' οἷς ἡ μήτηρ αὐτοῦ λυπουμένη ὡς διατασσομένη, ἀλλὰ μὴν καὶ διὰ τὴν ἄδικον σφαγὴν Θεοκτίστου, ἔχθρα ἦν ἀναμέσον αὐτῶν ἄσπονδος. κατάγει τοίνυν καὶ αὐτὴν εἰς τὰ Γαστρία· ἥτις τῇ ἀθυμίᾳ καταβαπτισθεῖσα τὸν νοῦν, καὶ ὑπ' ἐκπλήξεως ἀφαιρεθεῖσα καὶ τὸ φρονεῖν, ἀναξίαν ἑαυτῇ συσκευάζει κατὰ Βάρδα βουλήν, ἑλομένη κοινωνὸν σὺν ἄλλοις πολλοῖς καὶ τὸν τοῦ βασιλέως πρωτοστράτορα, ὅπως ὑποστρέφοντος τοῦ Βάρδα ἀπὸ τοῦ προαστείου αὐτοῦ τοῦ Κοσμηδίου ἀναιρήσουσιν αὐτόν. τῆς δὲ μελέτης πρὸ τοῦ ἔργου φανερωθείσης, κατ' αὐτῶν ἐκείνων τῶν μελετησάντων τὸ κακὸν ἐξηνέχθη· φωραθέντες γὰρ καὶ κατασχεθέντες ἐν τῇ σφενδόνῃ τὰς κεφαλὰς ἀπετμήθησαν. καὶ προβάλλεται τὸν Βασίλειον ὁ Μιχαὴλ ἀντὶ τοῦ τελευτήσαντος πρωτοστράτορος, ὁμοίως καὶ Βάρδαν τὸν θεῖον αὐτοῦ κουροπαλάτην. 659 14. Τῷ βʹ τούτου ἔτει ἔπεσε κόνις ἐκ τοῦ οὐρανοῦ πλήρης αἱματώδης, καὶ λίθους εὕρισκον πολλοὶ ἐρυθροὺς ὡς αἷμα. ἐπιδοὺς ἑαυτὸν εἰς πᾶσαν κακίαν ὁ Μιχαήλ, τὰ ἐν τῷ παλατίῳ χρήματα κακῶς ἀναλίσκων, ὑπὲρ τῶν χιλίων ἐνενήκοντα κεντηναρίων ὄντα χρυσίου, ἄργυρος δὲ πλῆθος ἀναρίθμητος, ἅπερ ἡ μήτηρ αὐτοῦ ἐφυλάξατο. καὶ τοὺς τῶν ἡνιόχων παῖδας ἀπὸ τοῦ ἁγίου βαπτίσματος υἱοθετησάμενος ἑκάστῳ ἐδίδου νομίσματα ρʹ ἢ τὸ ἐλάχιστον νʹ. καί τινί ποτε πατρικίῳ (Ἱμέριος οὗτος ἐκαλεῖτο ὁ Χοῖρος, διὰ τὴν τοῦ προσώπου ἀγριότητα οὕτως κατονομαζόμενος) ἄλλως αἰσχρολογοῦντι κατὰ τὴν τράπεζαν καὶ ψόφον ἐκ τῆς βεβήλου αὐτοῦ γαστρὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ τῶν συνδειπνούντων ἀφιέντι, ὡς καὶ τὸ φατλίον τὸ τούτους φωταγωγοῦν ἐκ τοῦ τηλικούτου ψόφου ἀποσβέσαι τῷ παραδόξῳ θαύματι, χρυσίου νομίσματα δέδωκεν ρʹ. (15) οὕτως ἐκεῖνος εἰς οὐδὲν δέον τὰ δημόσια κατανάλισκεν. καὶ μήπω καιροῦ παρελθόντος ἑνός, ἐπεὶ τῆς στρατιωτικῆς ῥόγας παρῆν ὁ καιρὸς καὶ χρημάτων πόρος οὐκ ἦν, τήν τε χρυσῆν ἐκείνην καὶ πολυθρύλητον πλάτανον καὶ τοὺς δύο λέοντας καὶ τοὺς δύο γρῦπας, ὁλοχρύσους ὄντας καὶ σφυρηλάτους, καὶ τὸ ὁλόχρυσον ὄργανον, ἀλλὰ καὶ ἕτερα ἔργα ὁλκὴν ἔχοντα τῶν ςʹ κεντηναρίων καὶ στολὰς ωξʹ ὁλοχρύσους καὶ χρυσοϋφάντους χωνεύσας ἐχάραξε, καὶ τὴν τῶν στρατιωτῶν ῥόγαν ἐποίησεν. ὅτε δὲ ὁ Βασίλειος ἦλθεν, οὐδὲν ἄλλο εὗρεν εἰ μὴ 660 κεντηνάρια ιγʹ καὶ μιλιαρίσια σακία θʹ· ἐφ' οἷς ἀπορῶν τὸ νῦν σενζάτον καλούμενον χαραχθῆναι ἐκέλευσε καὶ τοῦ δημοσίου ποιήσασθαι πρόνοιαν. 16. Ἵνα δὲ μικρόν τι λέξας βεβαιώσω τὰ διηγούμενα καὶ σαφεστέρα γένηται ἡ τοῦ ἀνδρός, εἴ γε δὴ καὶ ἄνδρα αὐτὸν καλεῖν δεῖ, ἀναγωγία καὶ ἄνοια, ἐφ' ἅρματος ἱσταμένου καὶ τῆς βαλβῖδος μέλλοντος ἐκπηδῆσαι, ἐπαγγελίας φθασάσης ὅτι δεινῶς ὁ Ἄμερ καταληΐζεται τὸ Θρᾳκήσιον καὶ τὸ Ὀψίκιον ὑπεισελθὼν τοῖς Μαλαγίνοις πλησιάζει καὶ προσδοκῶνται ὡς οὐδέπω δεινά, καὶ ἐπὶ τούτῳ στυγνάσαντος μὲν τοῦ πρωτονοταρίου, ἀπαγγείλαντος δὲ μετὰ κατηφείας τὴν ἐκ τοῦ δομεστίκου τῶν σχολῶν ἀπόκρισιν, καὶ ἅμα ἐπὶ χεῖρας τὰ γράμματα φέροντά τε καὶ δεικνύοντα, ἐκεῖνος" τί" φησίν," ὦ οὗτος, τόλμῃ χρησάμενος τοιαῦτα κατὰ τὸν ἀναγκαῖον τοῦτον ἀγῶνά μου διαλέγειν ἐπιχειρεῖς, τοῦτο μόνον σπουδάζοντι, μὴ τὸν μέσον εὐώνυμον ἰδεῖν περιτετραμμένον, ὑπὲρ οὗ μοι πᾶς ὁ ἀγών." 17. Ἀλλὰ καὶ τούτου ἕτερόν τι διηγήσομαι χαλεπώτερον, οὐ μόνον ἐκπῖπτον τοῦ πρέποντος, ἀλλὰ καὶ τῆς βασιλικῆς ἀξίας ὅτι μάλιστα ἀλλότριον. γυναίῳ τινὶ ἧς τὸν παῖδα υἱοθετησάμενος ἦν, ἐκ βαλανείου ἐρχομένην καὶ τὴν ἑαυτῆς κάλπην ἐπὶ χεῖρας ἐχούσῃ συναντήσας τοῦ ἵππου ἀπέβη, καὶ τοὺς μὲν ἄλλους κατὰ τὰ ἀνάκτορα ἀπέστειλεν, ἀκόλαστα δὲ καὶ μυστικὰ ἀνδράρια ἑται 661 ρισάμενος ἀπῄει μετὰ τῆς γυναικός, τὴν κάλπην τῶν ἐκείνης χειρῶν ἀναλαβών. καὶ" ἄγε δή, ὦ γύναι, θαρροῦσα" ἔλεξεν" ἐμὲ κατὰ τὸ σὸν οἴκημα ὑπόδεξαι, ψωμοῦ πιτυρώδους καὶ ἀσβεστοτύρου ἐπιθυμοῦντα," τάχα που ἀπὸ τῶν νʹ νομισμάτων, ἅπερ δέδωκε τῷ ἀνδρὶ αὐτῆς, ὑπολαμβάνων τι κεκτῆσθαι ταύτην. ἐπὶ δὲ τῷ ξένῳ τούτῳ θεάματι ἡ γυνὴ ἐκπλαγεῖσα, ἐπεὶ καὶ πάντων ἐν ἀπορίᾳ ἦν, αὐτὸς ὁ Μιχαὴλ τὸ σαβάνον αὐτῆς ἔτι διάβροχον ὂν ἀντὶ μεσσαλίου τῷ σκάμνῳ ἐπέθετο (οὐ γὰρ εἶχεν τράπεζαν), τήν τε κλεῖδα ἀφελὼν αὐτῆς ἦν τὰ πάντα ὁ βασιλεύς, τραπεζοποιὸς μάγειρος δαιτυμών. ἐκβαλὼν δὲ ἅπερ εἶχεν τῆς πενιχρᾶς ἐκείνης ἡ κιβωτός, συνειστιᾶτο ταύτῃ καὶ συνεδείπνει, κἀκεῖθεν βάδην αὖθις ἀπῄει πρὸς τὰ ἀνάκτορα. 18. Καὶ τὸ δὴ χαλεπώτερον, ἡ τῶν ὧν εἶχε μεθ' ἑαυτοῦ φατρία, σατύριοί τινες οὗτοι καὶ πρὸς πᾶσαν αἰσχρουργίαν ἀκόλαστοι, οὓς ἐκεῖνος διὰ τιμῆς ἄγων καὶ αἰδοῦς τῶν θείων κατωλιγώρει· ἱερατικὰς στολὰς χρυσοϋφάντους ἐπετίθει καὶ ὠμοφόρια, καὶ ἠνάγκαζεν ἀσχημόνως τε καὶ ἀνάγνως τελεῖν τὰ ἁγνά. καὶ πατριάρχην τὸν ἔξαρχον τούτων ἐκάλει, Γρύλλον καλούμενον, τοὺς δὲ λοιποὺς ιαʹ μητροπολίτας τῶν ἐξαιρέτων θρόνων τε καὶ λαμπρῶν. οἷς εἰ μὴ καὶ αὐτὸς ἐκοινώνει, οὐδὲ βασιλεύειν ἠξίου· καὶ γὰρ πρωτόθρονος ὁ Κολωνείας ὤν, δωδέκατος δὲ αὐτὸς ὁ βα 662 σιλεὺς Μιχαήλ. καὶ τὰς ᾠδὰς ἐξεπλήρουν διὰ κιθαρῶν· καὶ τὰ μὲν μυστικὰ μιμούμενοι λιγυρῶς ἐπήχουν, τὰς δὲ ἐκφωνήσεις ἀνέτῳ φορᾷ καὶ διαπρυσίῳ. σκεύη δὲ διάχρυσα καὶ μαργαριτῶν συγκρίμενα εἶχον, ὄξους τε καὶ σινάπεως πληροῦντες οἷς ἐβούλοντο μεταλαμβάνειν ἐδίδοσαν, τῶν ἀχράντων οὕτω καταπαίζοντες μυστηρίων. οὗτος οὖν ὁ Γρύλλος καὶ ὄνῳ ἐπωχεῖτο λευκῇ, τὰς δημοσίους προόδους τελῶν, καὶ τὸν τοιοῦτον θίασον συνεπόμενον ἔχων ἠγάλλετο. καί ποτε συνέβη μετὰ τῆς ἐκκλησιαστικῆς λιτῆς ἐρχομένῳ τῷ μακαρίτῃ Ἰγνατίῳ συντυχεῖν· καὶ τὸν φελόνην ἀναστείλας μετὰ τῶν αὐτοῦ συμμυστῶν εὐτονώτερον τῶν κρουσμάτων ἦρχε, καὶ τὸν κλῆρον μυρίοις καὶ αἰσχίστοις περιέβαλλε ῥήμασιν. ὑπὸ δὲ τοῦ ὁσίου ἐπιτιμηθεὶς αὐτὸς μὲν οὐδὲν τούτων ἐφύλαξεν, πλὴν τέως τῆς ὁδοῦ ἐξέκλινε. τούτοις ἑαυτὸν γέλωτα ἄσεμνον καὶ ἀνακαγχασμὸν ὁ ἀφρονέστατος προετίθει, οἷς ὑβρίζετο μὲν ἡ ἁγία προσφορά, ὑβρίζετο δὲ τὰ ἅγια λόγια, τοῖς ἀρρήτοις αὐτῶν καὶ ἀκαθάρτοις ἐπιτηδεύμασιν ἐπιλεγόμενα καὶ ἐπιφωνούμενα. 19. Μετ' οὐ πολὺ δὲ τοῦ ἁγιωτάτου Ἰγνατίου τοῦ θρόνου τῆς πατριαρχίας καταβιβασθέντος, ἐπίπροσθεν τῆς βασιλικῆς τραπέζης κατενώπιον τελουμένων Φωτίου καὶ δι' αἰσχίστης μιμήσεως τῶν θείων παιζομένων ὑπὸ τῶν καταφρονητῶν καὶ καταπτύ 663 στων ἀνδρῶν, τοσοῦτον ἐκεῖνος ἀπέσχεν τοῦ ἐπιτιμῆσαι καὶ διελέγξαι καὶ τὸ ἀτοπώτατον καταργῆσαι τοῦ ἐπιτηδεύματος, ὅτι καὶ ἐπεκύρου μᾶλλον ὁ ἀθέμιτος τὸ ἀθέμιτον, ἐπευξάμενος τὸν θεομισῆ Θεόφιλον ἐκεῖνον τὸν καὶ Γρύλλον, ὃν ὁ ἀπαιδευτότατος ἄναξ ἴδιον πατριάρχην ὠνόμαζεν, παίζειν εὔστοχος καὶ ἐν ἱερατικοῖς ἀμφίοις καὶ λογίοις, καὶ κρότους ἀποπέμπειν μεγίστους ἡμιόνων τρόπῳ, καὶ πιεῖν ἐξ αὐτοῦ πάντας, τοῦτό γε μόνον ἄξιος αὐτοῖς ἐπιφωνεῖν, καὶ σαρκίνων μεταλαμβάνειν μετὰ νάπυος καὶ ὄξους· καὶ τῷ ὠμοφορίῳ αὐτοῦ ὁ ἀνίερος τῷ ἀνιέρῳ τὴν ἀνιεραρχίαν ἀνιέρως ἐπεσφραγίζετο, ἐν γέλωτι ὁ μετὰ ἀφρόνων ὁ ἄφρων τὴν φωνὴν αὐτοῦ ἀνυψῶν, ἐπιγελῶν τοῦ ἀοιδίμου Ἰγνατίου ὡς μὴ ὄντος τοῖς πράγμασι συγκαταβατικοῦ καὶ οἷον, ὡς αὐτὸς ἐνόμιζε, παντὶ ἀνέμῳ εὐριπίστως φερομένου. ἀλλὰ καὶ ἅμιλλαν μετὰ τοῦ ἀθλίου βασιλέως Μιχαὴλ ὑπὲρ τοῦ τίς ἂν πλέον πίῃ ἐνστησάμενος δέκα κώθωσιν αὐτὸν ὑπερέβαλλεν· τοῦ Μιχαὴλ γὰρ ἐν τοῖς νʹ πεπληρωμένου, οὗτος ὁ Φώτιος τοὺς ξʹ ἐκπεπωκὼς ἐνεκαυχᾶτο ὡς μὴ μεμεθυκώς. 20. Καί ποτε τὴν ἑαυτοῦ μητέρα ὁ Μιχαὴλ ἐν τοῖς ἀνακτόροις διαιτουμένην, τοῦ Γρύλλου δὲ σὺν αὐτῷ τὰ ἄθεσμα πράττοντος, πλασάμενος τοῦτον εἶναι τὸν μακαρίτην Ἰγνάτιον μετακαλεῖται εὐλογηθησομένην παρ' αὐτοῦ. ὡς οὖν ἐκείνη ἐξῄει μετ' εὐλαβείας καὶ αἰδοῦς, ῥίπτει ἑαυτὴν εἰς τοὔδαφος ἐξαιτουμένη εὐχήν· καὶ γὰρ ἐλάνθανεν τέως τὴν γενειάδα κρύπτων. καὶ ἐκ 664 προχείρου ψόφον ἀναθορὼν ἐπαφεὶς καὶ λόγους ἀπρεπεῖς προστεθεικὼς καὶ τὸ" ἡμεῖς ὅπερ ἔχομεν, κυρά, παρέχομέν σοι," τὰ πάντα δυσωδίας ἐπλήρου. ἡ δὲ τὸ μέλλον ἀποφοιβάσασα, τῆς τοῦ θεοῦ προνοίας καὶ χειρὸς ἔξω γενέσθαι ὁδοῦ. 21. Ἔτι τῆς Θεοδώρας τὴν βασιλείαν κατεχούσης, Βόγαρις ὁ ἄρχων Βουλγαρίας, γυναῖκα τῆς τῶν Ῥωμαίων βασιλείας ἀκούσας κρατεῖν, δηλοῖ αὐτῇ καταλύειν τὰς συνθήκας καὶ πρὸς Ῥωμαίους ἐκστρατεύειν. ἀντιδηλοῦται οὖν αὐτῷ ὅτι καὶ ἐμὲ κατὰ σοῦ εὑρήσεις ἀντιστρατεύουσαν, καὶ ἐλπίζομεν κυριεῦσαί σου. εἰ δὲ μή, καὶ οὕτως σοῦ περιέσομαι, τὴν νίκην ἀρίδηλον ἔχουσα· γυναῖκα γάρ, ἀλλ' οὐκ ἄνδρα ἔχεις τὸν ἡττηθέντα σοι." διὰ τοῦτο μὲν οὖν καὶ ἐφ' ἡσυχίας ἔμεινε καὶ τὰς τῆς ἀγάπης ἀνενέωσεν σπονδάς. (22) ζήτησιν οὖν αὐτὴ ποιεῖται περὶ τοῦ μοναχοῦ Θεοδώρου τοῦ Κουφαρᾶ, πρὸ πολλοῦ αἰχμαλωτισθέντος. καὶ οὗτος δὲ ἀφορμὴν ἐκ τούτου λαβὼν περὶ τῆς οἰκείας ἀδελφῆς αἰχμαλωτισθείσης καὶ ἐν τῇ τοῦ βασιλέως αὐλῇ κατεχομένης δηλοῖ· ἥτις καὶ γράμματα μαθοῦσα καὶ τὴν τῶν Χριστιανῶν τάξιν καὶ τὴν περὶ τὸ θεῖον αἰδῶ καὶ δόξαν, ἐπεὶ τῆς ἐπανόδου τῆς πρὸς τὸν ἀδελφὸν τετύχηκεν, οὐ διέλιπεν ἐκθειάζουσα καὶ παρακαλοῦσα μεταθέσθαι πρὸς τὴν ἀληθῆ πίστιν, εἰ καὶ αὐτὸς τῇ ἀπιστίᾳ κατισχημένος πρὸς τὴν ἀλήθειαν ἰδεῖν τέως οὐκ ἠθέλησεν. λιμοῦ 665 δὲ τὴν χώραν ἐπινεμομένου ἠναγκάσθη τὰ Ῥωμαίων ὅρια ὑπερβαίνειν. 23. Τῷ γʹ αὐτοῦ ἔτει προβάλλεται Μιχαὴλ ὁ βασιλεὺς Ἀντίγονον τὸν υἱὸν Βάρδα δομέστικον τῶν σχολῶν· τὸν δὲ ἕτερον υἱὸν αὐτοῦ, δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προβάλλεται μονοστράτηγον τῶν δυτικῶν. συντόμως δὲ αὐτοῦ τελευτήσαντος, τῇ δʹ τῶν διακαινισίμων, προβάλλεται Μιχαὴλ Βάρδαν τὸν αὐτοῦ [θεῖον] Καίσαρα. 24. Τούτῳ τῷ ἔτει ἐξῆλθεν Ἄμερ μέχρις Σινώπης, καὶ ληϊσάμενος πάντα τὰ Ῥωμαίων ὑπέστρεψεν ἀβλαβής. 25. Τῷ δʹ αὐτοῦ ἔτει ἐκστρατεύει Μιχαὴλ ἅμα Καίσαρι διά τε γῆς καὶ θαλάσσης κατὰ Γόβορι ἄρχοντι Βουλγάρων. τοῦτο μαθόντες οἱ Βούλγαροι, ἅμα δὲ καὶ λιμῷ τηκόμενοι, ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς μάχης περὶ τὴν νίκην κατέγνωσαν, Χριστιανοί τε γενέσθαι καὶ ὑποτάσσεσθαι τῷ βασιλεῖ Ῥωμαίων ᾐτήσαντο. ὁ δὲ βασιλεὺς τούτους ἐν τῇ πόλει ἀγαγὼν ἐβάπτισεν πάντας καὶ τὸν ἄρχοντα αὐτῶν Μιχαὴλ ἐπωνόμασεν. ὃς εἰς τὸ ἴδιον ὑποστρέψας διὰ ζωγράφου Μεθοδίου λεγομένου τὴν κρίσιν καὶ ἀνταπόδοσιν ἐν τῷ οἴκῳ αὐτοῦ γραφῆναι πεποίηκεν· διὸ καὶ μᾶλλον τὴν ἐκ παντὸς τοῦ γένους αὐτοῦ καθυφίσταται ἐπανάστασιν, οὓς μετά τινων ὀλίγων καταπολεμήσας, τὸν τοῦ θείου σταυροῦ τύπον ἐγκόλπιον περιάγων, πάντας ἀνα 666 φανδὸν ἐποίησε Χριστιανούς. δηλοῖ καὶ τῷ βασιλεῖ περὶ γῆς διὰ τὸ στενοῦσθαι ἐν τοῖς ἰδίοις τὸ πλῆθος τὸ ἑαυτοῦ, πρὸς τῷ καὶ ἐν τῇ πίστει ὁμονοεῖν ἀϊδίως καὶ τὴν ἀγάπην ἄλυτον εἰς αἰῶνας φυλάττειν. ὁ δὲ εὐμενῶς ἤκουσε, καὶ δέδωκεν ἐρήμην οὖσαν τηνικαῦτα τὴν ἀπὸ τῆς Σιδηρᾶς, ταύτης δὴ τότε ὅριον τυγχανούσης Ῥωμαίων τε καὶ αὐτῶν, ἄχρι τῆς Δεβελτόν, ἥτις οὕτω καλεῖται Ζαγόρια παρ' αὐτοῖς. 26. Τῷ εʹ αὐτοῦ ἔτει τοῦ Ἄμερ πάλιν ἐπὶ Ῥωμανίαν ἐξελθόντος συναντῶσι Πετρωνᾶς καὶ Νάσαρ οἱ στρατηγοὶ εἰς τὸν Λαλακαῶνα. καὶ συμβολῆς γενομένης τρέπεται ὁ Ἄμερ, καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἄλλων πολλῶν οἱ στρατηγοὶ εἰς τὴν πόλιν εἰσάγουσιν. ἐκ τούτου γίνεται γαλήνη μεγάλη ἐν τῇ ἀνατολῇ. καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ τῶν πολέμων ἀνδραγαθήματα· ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξεκέχυτο, καὶ τοῦτον μόνον ἐνόμιζεν εἶναι τὸν θεραπεύοντα αὐτόν. 27. Τῷ ʹ αὐτοῦ ἔτει κτίζει στάβλον τῶν ἵππων αὐτοῦ, κοσμήσας αὐτὸν μαρμάροις καὶ ὑδάτων ἐπιρροαῖς παντοιοτρόπως. τελεσθέντος δὲ ὑποδεικνύει τὴν ἄλογον κατασκευὴν τοῦ οἴκου, βουλόμενος ἐπαινεθῆναι, Πέτρῳ τινὶ λογίῳ καὶ σκωπτικῷ ἀνδρί, ὃν καὶ Πτωχομάχην ἐκάλουν, καὶ φησὶν ὡς ἀεὶ μνημονεύεσθαι ὀφείλω διὰ τὴν τοῦ ἔργου τούτου κατασκευήν. καὶ ὁ Πέτρος τῷ βασιλεῖ 667 φησίν" Ἰουστινιανὸς ἔκτισε τὴν μεγάλην ἐκκλησίαν κοσμήσας χρυσῷ καὶ ἀργύρῳ καὶ μαργάροις πολυτίμοις, καὶ ἡ μνήμη αὐτοῦ νῦν οὐκ ἔστι· καὶ σύ, βασιλεῦ, κοπρῶνα ποιήσας καὶ ἀλόγων ἀνάπαυσιν λέγεις μνημονεύεσθαι διὰ τοῦτο;" ὁ δὲ ὀργισθεὶς ὡς τοῦ ἐπαίνου ἀποτυχὼν τυπτόμενον καὶ συρόμενον αὐτὸν ἐξήγαγεν. 28. Τῷ ζʹ αὐτοῦ ἔτει, φήμης διαθεούσης ὡς Βάρδας ὁ Καῖσαρ τῇ νύμφῃ αὐτοῦ Εὐδοκίᾳ συμφθείρεται, ὁ πατριάρχης Ἰγνάτιος πολλάκις τούτῳ παραινεῖ ἀποσχέσθαι τοῦ κακοῦ. ὁ δὲ μὴ πειθόμενος μᾶλλον ἐνεῖχε τῷ πατριάρχῃ, σωφρονεῖν αὐτὸν κατεπείγοντος. καὶ δή ποτε μέλλοντος κοινωνεῖν τοῦ Βάρδα, ὁ πατριάρχης ὡς ἀνάξιον ἀπώσατο· ὃς ὀργῆς πληγεὶς τὴν ψυχὴν τὸν παραινέτην ὡς ἄνομον καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσε, καὶ παραιτήσασθαι ἀναγκάζων βασάνοις ἀπείροις ὑπέβαλεν. παραδίδωσι γὰρ αὐτὸν τῷ Θεοδοσίῳ τῷ Μωρῷ λεγομένῳ καὶ τῷ Γοργονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτελόπτῃ, οἳ καὶ περιέκλεισαν αὐτὸν ἐν τῇ τοῦ Κοπρωνύμου λάρνακι γυμνὸν χειμῶνος ὥρᾳ. ἔνθεν τῇ ἀνάγκῃ τοῦ κρύους ἐκ τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἵματος. οὕτως ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ καρτερικώτατος οὐκ ἐφθέγξατό τι πρὸς κύριον πονηρόν. τοιγαροῦν διανίστησιν αὐτῷ κύριος Κωνσταντῖνον τὸν Ἀρμένιον παραμυθούμενον αὐτῷ· καὶ γὰρ ἀγγείδιον οἴνου καὶ ἄρτον καὶ μῆλα, τοὺς κακοποιοὺς κατὰ χώρας λανθάνων, τῷ ὁσίῳ εἰσῆγε, καὶ τῆς