Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
668.1.1
λάρνακος αὐτὸν καταβιβάζων ἐκούφιζε τὸ πολὺ τῆς συμφορᾶς μέχρι τῆς ἐκείνων ἐλεύσεως. τούτοις ὑποβαλὼν Βάρδας ὁ Καῖσαρ τὸν ὅσιον, ἐπεὶ τὴν παραίτησιν αὐτοῦ λαβεῖν οὐκ ἠδυνήθη, Φώτιον πρωτοασηκρῆτις ἀντ' αὐτοῦ χειροτονεῖ πατριάρχην. ἐξώρισεν δὲ Ἰγνάτιον ἐν τῇ νήσῳ Τερεβίνθου, ἐν ᾗ καὶ ἐταλαιπωρεῖτο, μυρία καθ' ἑκάστην πρὸς τὸ παραιτήσασθαι ὑπομένων. εἶτα φέρουσιν αὐτὸν εἰς τὴν Ἱερείαν δέσμιον, καὶ κατακλείουσιν εἰς μάνδραν Αἰγῶν. εἶτα εἰς τὰ Προμούντου ἀγαγόντες, Λέων ὁ Λαλάκων τοῖς ῥαπίσμασι τὰς σιαγόνας αὐτοῦ συνέθλασεν ὡς δύο μύλους αὐτοῦ ἐκπεσεῖν. εἶτα μοχλῷ σιδηρῷ ἀνδροφόνῳ τοὺς πόδας προσηλώσαντες ἐν μικρᾷ εἱρκτῇ καὶ στενῇ κατέκλεισαν, καὶ μετ' ὀλίγας ἡμέρας εἰς τὰ Νούμερα σιδηροδέσμιον καθεῖρξαν. ἐκεῖθεν εἰς Μιτυλήνην τὴν νῆσον τοῦτον ἐξώρισαν, καὶ τοὺς μητροπολίτας ἐν φυλακαῖς ἄλλον ἀλλαχοῦ διεσκόρπισαν.