Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
682.1.1
ἐπὶ τῷ φρουρίῳ τῷ κατὰ Κιλικίαν τῇ Ταρσῷ πλησιάζον ἀπέθετο, τὸ δὲ ἕτερον ἐν τῷ παλατίῳ ἐφυλάττετο, ἅπερ εἶχον γεγραμμένα εἰς ἑκάστην ὥραν τὰ ἐν Συρίᾳ γενόμενα, οἷον τὴν πρώτην ὥραν εἰ ἐκδρομὴ τῶν Σαρακηνῶν γέγονε, τὴν βʹ εἰ πόλεμος, τὴν γʹ εἰ ἐμπρησμός, τὴν δʹ εἰ ἄλλο τι, καὶ εἰς τὰς λοιπὰς ὁμοίως. ἐκ τῶν γεγραμμένων οὖν δώδεκα ὑποθέσεων εἴ τι κἂν συνέβη ἐν Συρίᾳ, ἐν τῇ ὥρᾳ ἐν ᾗ ἡ ὑπόθεσις γέγονεν, ἀνάπτων ἀπὸ τῶν ἐκεῖσε φανός, ἐπεὶ καὶ οἱ φυλάσσοντες καὶ ἀτενῶς καὶ ἀκριβῶς βλέποντες τὰ τετυπωμένα ἐν αὐτοῖς ἦσαν, μετεδίδοτο εὐθὺς ὁ φανὸς ἀπὸ τοῦ φρουρίου τοῦ λεγομένου Λούλου τοῖς κατὰ τὸν Ἀργαίαν βουνὸν καὶ αὖθις τοῖς κατὰ τὴν Σάμον καὶ τοῖς κατὰ τὸ Αἴγιλον, εἶτα τοῖς κατὰ τὸν Μάμαντα πάλιν βουνόν, ἀφ' οὗ ὁ Κύριζος, εἶτα ὁ Μώκιλος, ἀφ' οὗ ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς τοῖς ἐν τῷ παλατίῳ κατὰ τὸν ἡλιακὸν τοῦ Φάρου διαιταρίοις ἀφωρισμένοις ἐν βραχεῖ ἐποίει φανερόν. ἱππευομένῳ οὖν τῷ βασιλεῖ Μιχαήλ, ὡς εἴρηται, ὁ φανὸς ἐσήμανεν ἐκδρομὴν τῶν Σαρακηνῶν. αὐτὸς πρὸς τὸ μὴ τοὺς θεατὰς τοῦ ἱπποδρόμου χαλαρωτέρους τῇ αὔριον γενέσθαι, προσέταξεν μηκέτι τοιούτους φανοὺς ἐνεργεῖν.