Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 683 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
683.1.1
καὶ ἑαυτῷ ὑποδῆσαι. τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον βλέποντος, ἐπεὶ ὁ βασιλεὺς μετὰ θυμοῦ προσέταξεν καὶ ὁ Βασίλειος ἐπένευσεν, ὑπέδησεν τὰ αὐτά. καὶ λέγει ὁ βασιλεὺς μεθ' ὅρκου πρὸς Βασίλειον" κάλλιον αὐτῷ πρέπουσιν. καὶ γὰρ οὐκ ἔχω ἐξουσίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι." καὶ ὠργίζετο κατὰ Βασιλείου θυμούμενος. δακρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βασιλεῖ" τὸ τῆς βασιλείας σου ἀξίωμα, δέσποτά μου, μέγα ἐστίν, ᾧ ἀναξίως καὶ ἡμεῖς ἐτιμήθημεν· καὶ οὐ δίκαιόν ἐστι καταφρονεῖσθαι αὐτό." καὶ τῷ Βασιλείῳ ἔφη" μὴ λυποῦ ἐπὶ τούτῳ· καὶ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιεῖν." καὶ πρὸς τοὺς παρόντας εἶπεν" ἆρα οὐ πρέπει αὐτὸν εἶναι βασιλέα; πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. τὸ δεύτερον δὲ συμφυὲς πέλει στέφος. ἅπαντα δ' ἁρμόζουσι πρὸς τὴν ἀξίαν. καὶ ὅτι πόσον οὖν κάλλιον τοῦτόν με ποιῆσαι βασιλέα!" Βασίλειος δὲ ἐν θυμῷ καὶ λύπῃ μεγάλῃ γέγονεν. 48. Ἐξελθόντος δὲ τοῦ βασιλέως εἰς κυνήγιον, μοναχός τις δέδωκεν αὐτῷ χαρτίον ἔχον τὴν κατ' αὐτοῦ μελετωμένην ὑπὸ βασιλέως ἐπιβουλήν, ὥς τινι τῶν ὑπασπιστῶν προσέταξεν ὁ βασιλεὺς τὴν λόγχην κατὰ τοῦ Βασιλείου ῥῖψαι. κατὰ δὲ τὸν καιρὸν τοῦ δείπνου, οὐ μόνον τοῦ νῦν ἀλλὰ καὶ τῶν ἄλλων, ἀφ' οὗ τῷ οἴνῳ ἐμεθύσθη, πέρα δεινῶν ἐνεκελεύετο, ἀφαιρέσεις ὤτων καὶ 684 ῥινῶν καὶ κεφαλῶν ποιούμενος· καὶ εἰ μή τινες οἴκτῳ κρατούμενοι τούτων παρημέλουν καὶ πρὸς τὴν αὔριον ἔπεμπον, ἀνάκλησίν τινα καὶ μεταμέλειαν ἐκδεχόμενοι, ὃπερ ἦν, ἀπώλετο ἂν σύμπας ὁ παραμένων τῷ Μιχαήλ. ἀλλὰ καὶ Βασίλειος οὐκ ὀλιγάκις παροινίας παίγνιον γεγονὼς ἐκαρτέρει καὶ ἔμενεν μετάμελόν τινα γενέσθαι κατὰ τὸν ἄνδρα. ὀψὲ γοῦν τοῖς πράγμασιν ὑποβλεπόμενος προλαμβάνειν ἐσπούδασεν μᾶλλον ἢ ὑπ' αὐτοῦ ἀναιρεθῆναι. τῆς δὲ μητρὸς τοῦ Μιχαὴλ Θεοδώρας καλεσάσης τὸν βασιλέα εἰς τὰ Ἀνθεμίου, ὁ Βασίλειος συνεσκεύαζε τὸ κατὰ Μιχαήλ. εἶτα ἐπὶ δεῖπνον τοῦ βασιλέως καθεσθέντος, προσεκαλέσατο Εὐδοκίαν καὶ Βασίλειον τοῦ συνδειπνῆσαι αὐτῷ. τοῦ δὲ βασιλέως οἴνῳ πολλῷ χρησαμένου, ἀναστὰς Βασίλειος ὡς διά τινα χρείαν, ἀπελθὼν ἐν τῷ κοιτῶνι τοῦ βασιλέως διαστρέφει τὰ κλεῖθρα τῶν θυρῶν δυνατὸς ὤν, ὡς μὴ κλείεσθαι τὰς θύρας· καὶ ἀπελθὼν πάλιν συνεδείπνει τῷ βασιλεῖ. εἶτα ἀναστὰς ὁ βασιλεὺς Μιχαήλ, τῇ πολλῇ μέθῃ μὴ δυνάμενος περιπατεῖν, χειροκρατούμενος ὑπὸ τοῦ Βασιλείου ἀπῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ. οὗ τὴν χεῖρα φιλήσας ἐξῆλθε Βασίλειος. ἔνδοθεν δὲ τοῦ κοιτῶνος ἦν Βασιλισκιανὸς τῇ κελεύσει τοῦ βασιλέως ὑπνώσας ἐν τῇ κλίνῃ Ῥεντακίου τοῦ παρακοιμωμένου πρὸς παραφυλακὴν αὐτοῦ. ὁ δὲ κοιτωνίτης Ἰγνάτιος ἀπελθὼν κλεῖσαι αὐτοῦ τὴν θύραν τοῦ κοιτῶνος εὗρεν αὐτὴν διεστραμμένην, καὶ ἀπογνοὺς ἐκαθέσθη ἐπὶ τῆς κλίνης τίλλων τὰς τρίχας αὐτοῦ. 685 τοῦ δὲ βασιλέως ἐξ οἴνου ὕπνον θανάτῳ παραπλήσιον κοιμωμένου, ἀθρόον ἐλθὼν Βασίλειος μετὰ καὶ ἑταίρων τὰς θύρας ἀνέῳξε. καὶ ἔμφοβος ἐξῆλθεν Ἰγνάτιος ἀνθιστάμενος τῷ Βασιλείῳ μὴ εἰσελθεῖν. ἐν τούτῳ ἔξυπνος γίνεται ὁ βασιλεύς, καὶ παρευθὺ Ἰωάννης ὁ Χάλδος κόπτει τὰς χεῖρας αὐτοῦ. ὁ δὲ ἀπελάτης Ἰακωβίτζης τὸν Βασιλισκιανὸν ξίφει τρώσας ἔρριψεν ἀνωκάτω. τῶν δὲ λοιπῶν ἱσταμένων ἔξω πρὸς παραφυλακήν, ἐπεὶ ἀμφότεροι ἡνώθησαν, Ἀσυλαίων ἔφη πρὸς Βασίλειον" εἰ καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ὅμως ζῶντα αὐτὸν εἰάσαμεν. καὶ ἐὰν ζῇ, τί ἀπολογησόμεθα;" καὶ ὑποστρέψας πήσσει τὸ ξίφος κατὰ τῆς καρδίας τοῦ βασιλέως καὶ διαχέει τὰ ἔγκατα αὐτοῦ. κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ συναθροισθέντες ἦλθον μέχρι τοῦ περάματος, καὶ ἀνελθόντες διὰ τοῦ τείχους ἦλθον ἕως τοῦ παλατίου, πλὰξ δὲ ἦν φράσσουσα τὸ τεῖχος· καὶ κρατήσας Βασίλειος δύο τῶν μετ' αὐτοῦ καὶ λακτίσας κατέαξε τὴν πλάκα, καὶ εἰσῆλθεν μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλόγιος δὲ ὁ Πέρσης συνὼν τῷ Βασιλείῳ ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρδαβάσδῳ ἑταιρειάρχῃ, ὡς ὁ Μιχαὴλ ξίφει ἐτελεύτησεν, καὶ ἄνοιξον τὸν Βασίλειον. ὁ δὲ Ἀρδάβασδος δραμὼν πρὸς τὸν παπίαν, καὶ ἄρας ἀπ' αὐτοῦ τὰς κλεῖς βιαίως, ἤνοιξεν. καὶ γενόμενος ἔνδον Βασίλειος ᾖρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας. ταῦτα δὲ γέγονε κατὰ τὴν τρίτην ἡμέραν ἐν τῷ τξβʹ ἔτει, καὶ νυκτὸς τρίτης ὥρας, ἐπινεμήσεως αʹ, καθ' ἣν ἐπιφώσκουσαν εἶχεν ἡμέραν Θέκλας τῆς πρωτομάρτυρος. 686 καὶ τῇ ἕωθεν Γρηγόριον τὸν Φιλήμονος ἐποίησε παπίαν· καὶ παρευθὺ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ εἰσάγει Εὐδοκίαν τοῦ Ἴγγηρος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ. ἀπέστειλε δὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἀπαγάγαι τὴν Δεκαπολίτισσαν πρὸς τοὺς ἰδίους γονεῖς, καὶ Παῦλον ἐπὶ τοῦ κοιτῶνος τοῦ ἐνταφιάσαι τὸν Μιχαήλ· ὃς ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλισμένον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ αὐτοῦ ἵππου, οὗ ἤλαυνε, καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν αὐτοῦ θρηνούσας καὶ ἐλεεινολογουμένας αὐτόν. καὶ εἰσαγαγὼν εἰς πλοιάριον διεπέρασεν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως, καὶ ἔθαψεν αὐτόν. Κόσμου ἔτος τξβʹ, τῆς θείας σαρκώσεως ἔτει ωξβʹ, Ῥωμαίων βασιλεὺς Βασίλειος ὀρθόδοξος ἔτη ιθʹ. ἦν δὲ οὗτος τὴν μὲν μορφὴν τοῦ σώματος ἀνθηρότατος, εὐεκτικός, σύνοφρυς, εὐόμματος, σκυθρωπός, μελανόχρους, τὴν ἡλικίαν μέσος τοῦ εὐμήκους, τὰ στέρνα πλατύς, κατηφής, καὶ ὡς ἄν τις εἰκάσῃ, τῶν ἑαυτοῦ συλλογιζόμενος. ὥρμητο δὲ ἀπὸ Ἀδριανουπόλεως τῆς Μακεδονίας, ἥτις πρότερον μὲν Ὀρεστιὰς ἐκαλεῖτο ἐξ Ὀρέστου υἱοῦ Ἀγαμέμνονος, ὃς ζήλῳ δικαίῳ διὰ τὴν πρὸς τὸν πατέρα Κλυταιμνήστρας δολοφονίαν ταύτην σὺν Αἰγίσθῳ ἀπεκτονηκὼς λίαν ἐκμέμηνεν, καὶ ἐν τῇ συνελεύσει Ἕβρου Ἄρξου τε καὶ Ἀρτάβου τῶν τριῶνποταμῶν λουσάμενος τῆς νόσου ἀπήλλακτο· ἔνθα ταύτην οἰκοδο 687 μήσας ἐπὶ τῷ ἰδίῳ ὀνόματι κέκληκεν. Ἀδριανὸς δὲ Καῖσαρ εὐκτίστοις ἐρύμασιν αὐτὴν μεγαλύνας πόλιν Ἀδριανοῦ μετακέκληκεν. αὔτη τρίτης ἡμέρας παρὰ ἀνδρὸς εὐπετοῦς ἐν διόδῳ Φιλιππουπόλεως σταδιάζεται, ἠγκαλισμένη ὄρει τῷ Αἵμῳ, παρ' ᾧ οἱ τρεῖς ποταμοὶ ἐς μισγάγκειαν οἷον συμβάλλετον ὄμβριμον ὕδωρ. 2. Οὗτος ὁ βασιλεὺς προστάσσει Μαριανῷ ἐπάρχῳ τῷ υἱῷ Πετρωνᾶ, καὶ ἀναγορεύει αὐτὸν μόνον βασιλέα. Ὠορύφας δὲ τοῦ πλωΐμου στρατηγὸς χρηματίζων καὶ καθηγεμών, συνεὶς τὸ πραχθὲν παρὰ Βασιλείου καὶ φιλοδέσποτος ὤν, πρὸς ἐκδίκησιν Μιχαὴλ βασιλέως κεκίνηται. τοῦτον μετακαλεῖται ὁ αὐτοκράτωρ, καὶ τὰ μὲν πρῶτα λόγοις αὐτῷ ἐφυβρίστοις ἐπαπειλεῖ, ἔπειτα ἀποδοχῆς ἀξιοῖ ἀνθ' ὧν ὑπὲρ δεσπότου τοιαῦτα τετολμηκέναι προῄρηται. ἀλλὰ δὴ καὶ χρόνου προβεβηκότος ἐπ' αὐτῷ τοσοῦτον πεπληροφόρηται ὥστε καταλιμπάνειν αὐτῷ τὴν πόλιν ἐξιὼν κατ' ἐχθρῶν. 3. Ἀναγκαῖον δέ ἐστι καὶ παρὰ θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους γράψαι. ὁ μὲν οὖν Ἰακωβίτζης κυνηγῶν μετὰ τοῦ βασιλέως, καὶ τοῦ ξίφους αὐτοῦ ἐκπεσόντος, καὶ αὐτοῦ μέλλοντος κατελθεῖν εἰς τὸ ἆραι αὐτόν, ὁ ποῦς αὐτοῦ ἐν τῇ σκάλῃ ἐκρατήθη, καὶ θροηθεὶς ὁ ἵππος ἔσυρεν αὐτὸν κατὰ φαράγγων καὶ κρημνῶν καὶ μεληδὸν κατέκοψεν. Ἰωάννης δὲ ὁ Χάλδος στρατηγὸς Χαλδίας γενόμενος, ἐπεὶ κατὰ τοῦ βασι

Intertext edge

Open linked passage

Note