Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 688 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
688.1.1
λέως μελετᾶν ἐφωράθη, ἀνασκολοπίζεται παρὰ Ἀνδρέου στρατηλάτου. ὁ δὲ ἀδελφὸς τοῦ βασιλέως Ἀσυλαίων, ἐξωσθεὶς παρὰ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπηνὴς ὢν καὶ ὠμὸς πρὸς τοὺς αὐτοῦ δούλους μαχαίραις ὑπ' αὐτῶν ἀνῃρέθη· οὓς κρατήσας ὁ βασιλεὺς καὶ μεληδὸν κατακόψας ἐν τοῖς Ἀμαστριανοῦ ἔκαυσεν. ὁ δὲ ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενόμενος τὴν ψυχὴν ἀπέρρηξεν. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυρραιώτας σπαθοκοπηθεὶς τελευτᾷ, καὶ Μαριανὸς ὁ ἀδελφὸς τοῦ βασιλέως τὸν πόδα συντριβεὶς καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 4. Ἐν τῇ ἑορτῇ τῶν Χριστοῦ γέννων προελεύσεως γενομένης βαπτίζει ὁ βασιλεὺς διὰ Φωτίου Στέφανον τὸν υἱὸν αὐτοῦ ἐν μεγάλῃ ἐκκλησίᾳ. 5. Τῷ γʹ αὐτοῦ ἔτει, τῇ ἑορτῇ τοῦ ἁγίου Πολυεύκτου, γέγονε σεισμὸς ἐπὶ μʹ ἡμέρας καὶ μʹ νύκτας, καὶ ἐπτωήθησαν πολλαὶ ἐκκλησίαι, μεθ' ὧν καὶ ἡ ὑπεραγία θεοτόκος ἡ λεγομένη τὸ Σίγμα, ὥστε πάντας τοὺς ψάλλοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ ὁ φιλόσοφος τυχὼν ἐκεῖ παρῄνει πάντας ἐξελθεῖν· οἱ δὲ μὴ πεισθέντες συνετελέσθησαν ἅπαντες. αὐτὸς δὲ ὁ φιλόσοφος εἰς κίονα ὑπὸ συσταματίου σταθεὶς μετὰ καὶ ἑτέρων δύο ἐσώθη, καὶ ἕτεροι θʹ μόνοι ὑποκάτω τοῦ ἄμβωνος. 6. Φώτιος δὲ ὁ πατριάρχης, ἐλθόντος τοῦ βασιλέως ἐν τῇ ἐκκλησίᾳ καὶ μέλλοντος αὐτοῦ κοινωνεῖν, λῃστὴν καὶ φονέα 689 ἔλεγεν καὶ ἀνάξιον τῆς θείας κοινωνίας. ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώμῃ, καὶ ἤγαγε τόμον μετὰ Ῥωμαίων ἐπισκόπων, καὶ τοῦτον τοῦ θρόνου ἐξέωσεν· καὶ ἀναβιβάζει πάλιν Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύτερον. 7. Μετὰ τὸ ἐξωσθῆναι τῆς ἐκκλησίας Φώτιον καὶ ἐν τῇ μονῇ τῆς Σκέπης ἐξορισθηνῆναι ἐτροπεύσατο πλάσμα τοιόνδε. γενεθλιαλογήσας τὸν βασιλέα Βασίλειον, ὡς ἀπὸ Τηριδάτου τῆς μεγάλης Ἀρμενίας ἄρχοντος τὴν γενεὰν κατάγοντος, καὶ τὸ βιβλίον βασιλικῇ βιβλιοθήκῃ ἐνθεῖναι διὰ Θεοφάνους τοῦ λεγομένου Σφηνοδαίμονος, βασιλικοῦ κληρικοῦ τότε τυγχάνοντος καὶ τῷ Βασιλείῳ προσκειμένου διὰ σοφίαν καὶ πολυμαθίαν. ἐκλαβόμενος δὲ τὰ πρῶτα στοιχεῖα τῶν ὀνομάτων οὕτως, Βασιλείου Εὐδοκίας Κωνσταντίνου Λέοντος Ἀλεξάνδρου καὶ Στεφάνου, ἃ καὶ ἀναγινωσκόμενα Βεκλὰς ὀνομάζεται. τούτου τὴν ἀπ' ἀρχῆς γενεαλογίαν κατά τε χώραν καὶ πράγματα ἀναμαθών, καὶ καταγραψάμενος τὸ βιβλίον, καὶ τούτου ἐπιτηδεύμασι παλαιότατον ποιήσας, τῇ βασιλικῇ βιβλιοθήκῃ, ὡς εἴρηται, κατατίθεται διὰ Σφηνοδαίμονος Θεοφάνους. καί ποτε αὐτοῦ τοῦ Σφηνοδαίμονος προστάξει βασιλικῇ βιβλίον τι ζητοῦντος, ὡς εὗρεν αὐτὸ καὶ πολυπραγμονῶν ἠπόρει, τῷ βασιλεῖ ὑποδείκνυσι καὶ φησὶ" τούτου ἄλλος νοῆσαι οὐ δύναται τὰ γεγραμμένα εἰ μὴ Φώτιος." καὶ εὐθὺς ὁ αὐτὸς ἀποστέλλεται· καὶ ἡ πρόφασις εὐχερής, ὡς εἰ μὴ ἴδω τὸν βασιλέα, οὐ λέγω τί ἐστι τὸ βιβλίον ἢ ἡ τούτου ἐπιγραφή. καὶ 690 εἰσελθὼν τοῦτο ἀναγινώσκει, καὶ ὡς δι' ἀγγέλου τοῦτο μεμάθηκεν. τοῦτο πάλιν ἡ πρὸς τὸν βασιλέα Φωτίου οἰκείωσις γίνεται. 8. Τῷ εʹ αὐτοῦ ἔτει τῆς κγʹ τοῦ Νοεμβρίου μηνὸς ἐγεννήθη Ἀλέξανδρος βασιλεὺς ἀπὸ τῆς Ἴγγηρος Εὐδοκίας, γνήσιος παῖς τοῦ Βασιλείου. ἐκστρατεύει δὲ ὁ βασιλεὺς κατὰ τῶν Ἀγαρηνῶν τῶν εἰς Ἀφρικήν, καὶ πολέμους συνάψας πολλοὺς εἰς πάντας ἡττήθη καὶ πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλετο. μέλλοντα δὲ κρατηθῆναι καὶ αὐτὸν τὸν βασιλέα Θεοφύλακτος ὁ Ἀβάστακτος διέσωσεν, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος. ὑποστρέψαντος δὲ τοῦ βασιλέως ἐν τῇ πόλει, ἀπέστειλε Χριστοφόρον γαμβρὸν αὐτοῦ ἐν τῇ Ἀφρικῇ, καὶ νίκην ποιήσας ἐκπόρθησε ταύτην καταστρέψας ἕως ἐδάφους. 9. Τῷ ʹ ἔτει αὐτοῦ Ἰγνάτιος ὁ πατριάρχης τὴν τοῦ Σατύρου ἐκκλησίαν εἰς ὄνομα τοῦ ἀρχιστρατήγου τοῦ Ἀνατέλλοντος ἐποίησεν· εἶτα καὶ μονὴν αὐτὴν ἀνδρῴαν εἰργάσατο, ἔνθα καὶ ἐτάφη. καὶ Σάτυρος μὲν ὀνομάζεται, ὅτι ἐν μικρῷ διαστήματι τῆς τοιαύτης μονῆς ὁ παλαιὸς ὀνομάζεται Σάτυρος, ἐν ᾗ ἦν ἱερὸν παρ' Ἑλλήνων οἰκοδομηθὲν τῷ αὐτῷ Σατύρῳ, οὗ καθ' ὁμωνυμίαν διὰ τὸ πλησίον εἶναι τὴν εἰρημένην μονὴν τῷ τοιούτῳ καλεῖται ὀνόματι· ἐξ οὗ καὶ τὸ παλάτιον τοῦ Βρύαντος κτίσας Θεόφιλος ὁ βασιλεὺς τὴν ὕλην ἀφελόμενος ταύτην ἐδείματο. Ἀν

Intertext edge

Open linked passage

Note