Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 691 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
691.1.1
τέλλων δὲ καλεῖται δι' αἰτίαν τοιαύτην. κυνηγοῦντί ποτε Νικηφόρῳ τῷ βασιλεῖ ἐν οἷς ἀρτίως ἐστὶν ἡ μονὴ μέρεσιν, ἐν αὐτῷ τῷ τόπῳ χειρωθείσης ἐλάφου ἐν ᾧ νῦν τὸ τῆς μονῆς θυσιαστήριον ἵδρυται, εὑρέθη τράπεζα παλαιὰ ὑπὸ κίονος βασταζομένη γράφουσα οὕτως" τοῦτό ἐστιν τὸ ἅγιον θυσιαστήριον τοῦ ἀρχιστρατήγου Μιχαὴλ τοῦ Ἀνατέλλοντος, ὅπερ ἐνεθρόνισεν ὁ ἅγιος ἀπόστολος Ἀνδρέας." 10. Τῷ ζʹ καὶ τῷ ηʹ αὐτοῦ ἔτει βαπτίζει ὁ Βασίλειος πάντας τοὺς ὑπὸ χεῖρα αὐτοῦ Ἑβραίους, διδοὺς αὐτοῖς ἀξίας καὶ δῶρα πολλά. τότε δὲ καὶ τὸν προειρημένον Νικόλαον τὸν προσμονάριον τοῦ ἁγίου Διομήδους ἐποίησεν οἰκονόμον καὶ σύγκελλον, τὸν δὲ ἀδελφὸν αὐτοῦ Ἰωάννην δρουγγάριον τῆς βίγλας, τὸν δὲ ἕτερον ἀδελφὸν Παῦλον ἐπὶ τῆς βασιλικῆς σακέλλης, τὸν δὲ ἕτερον ἀδελφὸν Κωνσταντῖνον γενικὸν λογοθέτην. 11. Τῷ θʹ αὐτοῦ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν Νέαν ἐκκλησίαν, καὶ ἡ Συράκουσα παρεδόθη τοῖς Σαρακηνοῖς. 12. Τῷ ιʹ αὐτοῦ ἔτει Νικήτας ὁ Ξυληνίτης καὶ ἐπὶ τῆς τραπέζης κατηγορήθη ὡς φιλούμενος παρὰ τῆς Αὐγούστης· ὃς καὶ ἀποκείρεται καὶ μοναχὸς γίνεται. πολλὰ δὲ χαλκουργήματα κατέαξεν ὁ βασιλεὺς λόγῳ τῆς Νέας ἐκκλησίας· ἀλλὰ καὶ μάρμαρα καὶ ψηφῖδας καὶ κίονας ἐκ πολλῶν ἐκκλησιῶν καὶ οἴκων λόγῳ ταύτης ἀνελάβετο. ἐν οἷς στήλη ἵσταται χαλκῆ ἐν τῷ Σενάτῳ σχῆμα ἐπισκόπου φέρουσα· ἐκράτει δὲ ἐν τῇ χειρὶ ῥάβδον ὄφιν 692 ἐντετυλισμένον ἔχουσαν. ταύτην ἤγαγον ἐν τῷ βεστιαρίῳ· καὶ ἐλθὼν ὁ βασιλεὺς ἔβαλε τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα τοῦ ὄφεως· καὶ ἦν ἔσωθεν ἄλλος ὄφις ζῶν, ὃς καὶ ἔδακε τὸν δάκτυλον τοῦ βασιλέως· καὶ μόλις δι' ἀντιφαρμάκων ἰάθη. καὶ τὴν στήλην δὲ Σολομῶντος ἐν τῇ βασιλικῇ οὖσαν εἰς ὄνομα αὐτοῦ ἐκτυπώσας, τοῖς θεμελίοις τῆς Νέας ἐκκλησίας ὡς θυσίαν ἑαυτὸν τῷ θεῷ προσῆξεν. 13. Τῷ ιαʹ αὐτοῦ ἔτει ἐκστρατεύει πάλιν κατὰ Μελιτηνῶν, καὶ πολλοὺς πολέμους κατορθώσας καὶ αἰχμαλωσίαν πολλὴν λαβὼν ὑπέστρεψεν. 14. Τῷ ιβʹ αὐτοῦ ἔτει τελευτᾷ ὁ πατριάρχης Ἰγνάτιος, καὶ πάλιν Φώτιος ἀναβιβάζεται. 15. Τῷ ιγʹ αὐτοῦ ἔτει ἐκστρατεύει ὁ βασιλεὺς κατὰ Γερμανικίαν, καὶ ταύτην αἰχμαλωτεύσας ὑπέστρεψεν. τελευτᾷ δὲ Κωνσταντῖνος υἱὸς Μιχαὴλ ὁ ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ θρηνήσας ἀπέθετο ἐν τοῖς τάφοις τῶν βασιλέων. 16. Τῷ ιδʹ αὐτοῦ ἔτει, μηνὶ Μαΐῳ αʹ, ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ Νέα ἐκκλησία παρὰ Φωτίου πατριάρχου. 17. Τῷ ιεʹ αὐτοῦ ἔτει Λέων ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεόδωρον μοναχὸν τὸν Σανταβαρηνόν, ὃς ὑπὸ Φωτίου μετὰ τοῦτο γέγονεν ἀρχιεπίσκοπος Εὐχαΐτων, ὡς εὐλαβῆ 693 καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον Βασιλείῳ βασιλεῖ μεσιτεύει· εἰς ὃν ὁ βασιλεὺς ἀρεσθείς (πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο) εἶχεν ἐν τιμῇ πολλῇ. ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ αὐτοῦ Κωνστανίνου, διὰ τὸ φίλτρον ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα, καὶ ἐπηγγέλλετο δεῖξαι ζῶντα. ὃ καὶ ἐποίησεν· ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνηντήθη ἔφιππον, χρυσοΰφαντον ἐνδεδυμένον, ἐν τῷ εἴδει τοῦ Κωνσταντίνου· ὃ καὶ ὀφθαλμοῖς ἰδὼν καὶ περιπλακεὶς κατεφίλησεν. καὶ γεγονότος ἀφανοῦς, αὐτὸν ἰδεῖν ὑπελάμβανε, καὶ ὡς οὐ πεπλάνητο. διὸ καὶ μονὴν ἐκεῖσε τίσας ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κωνσταντίνου. 18. Τούτοις καὶ ἑτέροις πλείστοις ἐκ τῶν Ἀπολλωνίου ἀκριβῶς μεμυημένος ὁ Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν κεκτῆσθαι εἰς ἑαυτὸν πολλήν. οὗτος ὁ περιώνυμος Σανταβαρηνός, ὃς ὑπ' αὐτοῦ τοῦ Φωτίου κατὰ δευτέραν αὐτοῦ τυραννίδα ἐπίσκοπος Εὐχαΐτων ἐγένετο, Μανιχαίου υἱὸς καὶ Μανιχαῖος ὤν, καὶ ὡς νεώτερος διὰ Βάρδα τοῦ Καίσαρος τὴν κεφαλικὴν τιμωρίαν διαφυγὼν τῇ τῶν Στουδίου μονῇ ἐπὶ διορθώσει ἀπεδόθη· ὁ δὲ καὶ μοναχῶν σχῆμα περιβαλόμενος οὐδ' ὅλως τῆς κακίας, ἀνένευσεν. κατὰ μέντοι τὴν πρώτην τυραννίδα Φωτίου καὶ ἡγούμενος ἐν αὐτῇ τῇ μονῇ γίνεται· ὑφ' οὗ καὶ πάντες οἱ εὐλαβεῖς τῆς μονῆς ἔφυγον, τὴν κοινωνίαν Φωτίου μὴ καταδεχόμενοι. τοῦ 694 μέντοι Φωτίου τῆς πατριαρχίας διωχθέντος καὶ ὁ Σατανώνυμος ἐκεῖνος τῆς μονῆς ἀπηλάθη. εἶτα εἰσοικίζεται Φωτίῳ, καὶ φησὶ" χρῆσαί τινι τῶν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, καὶ λαβὼν ταῦτα τὰ ὕδατα ἃ ἐσκεύασα ῥανάτω ἐπὶ τοῦ κοιτῶνος· καὶ ὄψει αὐτίκα τὸν βασιλέα καταδεδουλωμένον τῇ ἀγάπῃ σου. καὶ μετὰ ταῦτα ἀγώνισαι ὅπως ἴδω αὐτὸν ἅπαξ, καὶ ποιήσω σε ἐπανελθεῖν εἰς τὴν προτέραν σου τιμήν." τούτου οὖν γενομένου, πρωῒ πρωῒ τοὺς υἱοὺς αὐτοῦ εὐχῆς χάριν καὶ χρυσίον ἀπέστειλεν Φωτίῳ, καὶ εἰς τὴν Μαγναύραν κατῴκισε, καὶ συνεχῶς ὡμίλει, καὶ παρρησίας τοσαύτης μετέδωκεν ὡς καὶ τοὺς οἰκείους αὐτῷ πάντας ἐν τῷ παλατίῳ ἐπιστῆναι ὀφφικίοις. ἐντεῦθεν καὶ τὸν ἀρχιμάγον Σανταβαρηνὸν ὡς ἅγιον καὶ εὐλαβῆ καὶ διορατικώτατον συνοψίζει καὶ προσοικειοῖ. 19. Τῷ ι ʹ αὐτοῦ ἔτει ἠγάγετο ὁ βασιλεὺς γυναῖκα Λέοντι τῷ βασιλεῖ Θεοφανὼ τὴν θυγατέρα Μαρτινακίου, καὶ στέψας τοὺς γάμους ἐποίησε ἐν τῇ Μαγναύρᾳ. 20. Τῷ ιζʹ αὐτοῦ ἔτει αἱ τῶν Σαρακηνῶν ναυστολίαι καὶ Ἰταλίας καὶ Σικελίας καὶ τῶν λοιπῶν χωρῶν ἐπῆλθον· ὑφ' ὧν συνέβη τι τοιοῦτον. Σαλδανὸς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς τὴν Βάρην κρατήσας, ἥτις ἐστὶ πόλις μεγάλη τῶν Ῥαουσαίων, καὶ ἐν αὐτῇ κατοικήσας πολλὰς ἑτέρας πόλεις καὶ χώρας κατελυμήνατο. γράφει οὖν ὁ βασιλεὺς τῷ ῥηγὶ Φραγγίας ἐπικουρῆσαι τῷ ὑπ' αὐ 695 τοῦ ἀποσταλέντι στόλῳ κατὰ τῶν Ἀγαρηνῶν. καὶ δὴ πολέμου κροτηθέντος ἁλίσκεται μὲν τὸ κάστρον καὶ ἡ χώρα, ἀλλὰ μὴν καὶ αὐτὸς ὁ Σαλδανὸς καὶ ὁ ὑπ' αὐτὸν λαός. τοῦτον τὸν Σαλδανὸν ὁ ῥὴξ ἐν Καπύῃ ἀπάγει, καὶ ἐπὶ διετίαν τῷ ῥηγὶ συνὼν παρρησίας καὶ συνδιαιτήσεως ἐπέλαχε. ὁ δὲ πανοῦργος ὢν ἐκ τῆς ἑτέρων διαβολῆς ἔγνω σωτηρίαν ἑαυτῷ πραγματεύσασθαι. τοῖς γὰρ ἄρχουσι Καπύης καὶ Βενεβενδοῦ λέγει ἐν μυστηρίῳ" βούλομαι ὑμῖν εἰπεῖν ἀπόρρητον βούλευμα τοῦ ῥηγός, δέδοικα δὲ τὸν ἐκ μηνύσεως κίνδυνον." τῶν δὲ διομοσαμένων ἀνέκφορον ποιήσασθαι τὸ λαλούμενον, φησὶ" πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν Φραγγίας ὁ ῥὴξ σιδηροδεσμίους συντόμως ἀποστέλλει." τῶν δὲ μὴ πιστευσάντων ἀλλὰ ζητούντων ἔτι σαφεστέραν κατάληψιν, αὖθις ὁ Σαλδανὸς πρὸς τὸν ῥῆγά φησιν ὡς οὐκ ἔστι σοι ἀσφαλὴς ἡ τῶν κάστρων τούτων κατάσχεσις, ἕως οἱ τούτων ἄρχοντες ἐνταῦθα ἐπιχωριάζουσιν· ἀλλ' εἰ βούλει βεβαίως δεσπόζειν αὐτῶν, πρὸς Φραγγίαν τούτους δεσμίους ἀπόστειλον. πεισθεὶς οὖν ὁ ῥὴξ ἁλύσεις διωρίσατο συντόμως χαλκευθῆναι ὡς ἐπὶ χρείᾳ κατεπειγούσῃ τινί. ἰδὼν οὖν ὁ Σαλδανός φησι πρὸς τοὺς ἄρχοντας" οὐδὲ ἔτι μοι πιστεύετε;" γνόντες οὖν οἱ ἄρχοντες ἀληθεύειν τὸν βάρβαρον, ἐζήτουν ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελθόντος κλείουσι κατ' αὐτοῦ τὰς πύλας· ὁ δὲ πρὸς τὴν ἰδίαν χώραν ἀπαίρει λυπούμενος. καὶ ὁ Σαλδανὸς τὴν χάριν τῆς μηνύσεως ἀπαιτεῖ· ἡ δὲ ἦν τὸ πρὸς τὴν οἰκείαν πατρίδα συγχωρηθῆναι αὐ 696 τὸν ἀπελθεῖν. τὴν οἰκείαν οὖν ἀρχὴν ἀπολαβὼν καὶ τοῦ κακὸς εἶναι μὴ ἐκστὰς ἐκστρατεύει κατὰ Καπύης καὶ Βενεβενδοῦ. οἱ δὲ πρὸς τὸν ῥῆγα διαπρεσβεύονται. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμπονται. στέλλουσιν οὖν πρὸς τὸν βασιλέα. ὁ δὲ θᾶττον ἐκπέμπει τὸν πρεσβευτήν, δηλῶν προσδέχεσθαι συντόμως τὴν ἐκεῖθεν βοήθειαν. γίνεται τοῖς πολεμίοις ἐγκρατὴς ὁ τῆς ἀγγελίας διάκονος. λέγει οὖν πρὸς αὐτὸν ὁ Σαλδανὸς" εἰ ὑπηρετήσῃς μου τῷ βουλήματι, καὶ σωτηρίας ἀξιωθήσῃ καὶ δωρεῶν ἀπολαύσῃ πολλῶν." τοῦ δὲ συνθεμένου" βούλομαι" ἔφη" στῆναί σε τοῦ κάστρου ἐκτός, καὶ τοῖς ἔνδον εἰπεῖν ὡς ἐγὼ μὲν τὴν διακονίαν μου ἐξεπλήρωσα, ἀλλ' ἐκ τοῦ βασιλέως βοήθειαν μὴ προσδέχεσθε· οὐ γὰρ ἤκουσεν τῆς δεήσεως ὑμῶν." ὁ δὲ πλησίον τοῦ τείχους μετὰ τῶν ὑπηρετῶν τοῦ Σαλδανοῦ γενόμενος καὶ τοὺς πρώτους παραγενέσθαι τῆς πόλεως αἰτησάμενος ἔφη" εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος καὶ ἐν χερσὶν ἡ σφαγή, ἀλλ' ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. πλὴν αἰτῶ καὶ ὁρκίζω ὑμᾶς ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ νῦν ταῖς τῶν πολεμίων περιεσχέθην χερσίν, ἀλλ' ὅμως τὴν διακονίαν μου ἐξεπλήρωσα καὶ τὴν παρ' ὑμῶν πρεσβείαν τῷ βασιλεῖ Ῥωμαίων προσήγαγον, καὶ συντόμως προσδέχεσθε τὴν ἐκεῖθεν βοήθειαν. διὸ στῆτε γενναίως καὶ μὴ δειλανδρήσητε· ἔρχεται γὰρ ὁ ὑμᾶς ῥυσόμενος, εἰ καὶ μὴ ἐμέ." ταῦτα οἱ τοῦ Σαλδανοῦ ἀκούσαντες καὶ πρὸς τὴν ἀπάτην ἐμμανέντες εὐθὺς αὐτὸν τοῖς ξίφεσι κατακόπτουσι. φοβηθεὶς οὖν ὁ Σαλδανὸς τὴν ἐκ τοῦ βασιλέως 697 προσδοκωμένην δύναμιν ἔλυσε τὴν πολιορκίαν καὶ πρὸς τὴν οἰκείαν χώραν ὑπέστρεψεν. 21. Τῷ ιηʹ αὐτοῦ ἔτει Λέων ὁ βασιλεὺς κατηγορεῖτο παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τὸν ἴδιον πατέρα τρόπῳ τοιῷδε. νουνεχὴς ὢν καὶ εὐσεβῶς τὸν βίον διαπερῶν τὰ γινόμενα παρὰ τοῦ Σανταβαρηνοῦ κατεγίνωσκε, καὶ ἐμέμφετο αὐτὸν καὶ ἀπεστρέφετο. ἐπεὶ ἐκεῖνος δὲ τὸ μῖσος τούτου ὑπενεγκεῖν οὐχ ὑπέφερεν, ὑφορώμενος διαβολὴν αὐτοῦ πρὸς τὸν βασιλέα γενήσεσθαι, τί τεχνάζεται; μάχαιραν μεγάλην, τὸ δὴ λεγόμενον παραμήριον, ποιήσας καὶ ποικίλως ἐπισκευάσας δίδωσι τῷ Λέοντι, εἰπὼν" οἶδα ὅτι πολλάκις εἰς κυνήγιον ἐμπίπτει σοι ζῷον μόνῳ, καὶ μὴ ἔχων μάχαιραν σφάξαι αὐτὸ ἀπόλλυται. βάσταζε οὖν αὐτό. ἴσως καὶ ὁ βασιλεὺς ὁ πατήρ σου ἐπαινέσει σοι." πεισθεὶς οὖν τῷ ἀλάστορι ὁ Λέων λαμβάνει τὴν μάχαιραν. ἀπέρχεται οὖν ὁ δόλιος Σανταβαρηνός, καὶ διαβάλλει τοῦτον πρὸς τὸν πατέρα αὐτοῦ, ὡς ὁ Λέων ὁ υἱός σου παραμήριον βαστάζει, καὶ ἡνίκα μοναζευθῇ μετὰ σοῦ, ὁρμᾶν ἔχει τοῦ σφάξαι σε." τοῦτο ἀκούσας ὁ βασιλεὺς καὶ ἐρευνήσας καὶ εὑρὼν ἀπέκλεισεν αὐτὸν ἐν τῷ Μαργαρίτῃ, βουλόμενος ἐκτυφλῶσαι, εἰ μὴ Φώτιος ὁ πατριάρχης μετ' ἄλλων πολλῶν τῆς συγκλήτου τοῦτο διεσκέδασαν. τοὺς δὲ ἀνθρώπους αὐτοῦ πάντας πολλὰ τιμωρήσας, ὡς οὐδὲν εὑρέθη τῆς κατηγορίας ἀληθές, ἐξώρισεν. ἐποίησε δὲ ἀπὸ ὄψεως μῆνας τρεῖς, θρηνῶν 698 καὶ ὀδυρόμενος καὶ δι' ἐπιστολῶν πολλῶν δυσωπῶν τὸν βασιλέα. καὶ τῆς ἑορτῆς τοῦ ἁγίου Ἠλιοὺ φθασάσης, ἐπεὶ πίστιν μεγάλην ἔσχεν ὁ βασιλεὺς εἰς τὸν ἅγιον, ἀποσυνοψίζει Λέων τῷ τρόπῳ τούτῳ. ἦν τι ζῷον πτηνὸν ἐν ταλάρῳ πλεκτῷ κατὰ τὰ βασίλεια αἰωρούμενον, μιμηλὸν καὶ πολύφωνον, ὃ ψιττακὸς ὀνομάζεται, ὅπερ εἴτε πρός τινων διδαχθὲν εἴτ' ἄλλως πως πολλάκις" αἲ αἲ κύριε Λέων" ἐφθέγγετο. πανδαισίας δέ ποτε τελουμένης τῷ βασιλεῖ, καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαιτυμόνες καὶ τῆς εὐωχίας παυσάμενοι ἐπὶ συννοίας ἐκάθηντο. οἷς προσέχων ὁ βασιλεὺς τὴν αἰτίαν ἐπυνθάνετο. οἱ δὲ δακρύων ὑποπλησθέντες" τίνα βρῶσιν" εἶπον" φαγούμεθα, οὕτως ὑπὸ τῇ φωνῇ τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι οἱ δοκοῦντες ἡμεῖς λογικοὶ καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μὴ ἀδικήσαντος δεσπότου ἐλάβομεν. εἰ μὲν γὰρ ἐλέγχεται ἀδικῶν καὶ κατὰ τῆς πατρικῆς κεφαλῆς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες αὐτοῦ ἡμεῖς πάντες γενώμεθα, καὶ τοῦ αἵματος αὐτοῦ μὴ λαβώμεθα κόρον. μέχρι τίνος ἡ συκοφάντις γλῶσσα κατ' αὐτοῦ δυναμωθήσεται;" μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτους προσέταξεν καὶ σκοπῆσαι περὶ τοῦ πράγματος ἐπηγγείλατο. μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει

Intertext edge

Open linked passage

Note