Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
Symeon MagistrusChro 699 · pg-scrape-grcMore by Symeon Magistrus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
699.1.1
τε τῆς φρουρᾶς καὶ εἰς ὄψιν ἄγει αὐτόν, καὶ τὴν πένθιμον ἀμείβει στολήν, καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεθῆναι κελεύει, καὶ τὴν προτέραν τῆς βασιλείας τάξιν καὶ τιμὴν ἀποδίδωσι. καὶ τῆς προελεύσεως τοῦ ἁγίου Ἠλιοὺ γενομένης ἰδόντες αὐτὸν οἱ λαοὶ ἐπεφωνοῦντο" δόξα σοι ὁ θεός." καὶ ὁ βασιλεὺς εἶπεν" δοξάζετε τὸν θεὸν ὑπὲρ τοῦ υἱοῦ μου. πολλὰς θλίψεις ὑπ' αὐτοῦ ἔχετε ὑπομεῖναι καὶ ἐπωδύνους ἡμέρας διελθεῖν." 22. Τῷ ιθʹ ἔτει αὐτοῦ μελετᾶται ἀνταρσία παρὰ Ἰωάννου τοῦ Κουρκούα δομεστίκου ὄντος τῶν ἱκανάτων, χρηματισθέντα παρὰ τοῦ ἐν Βλαχέρναις ἐγκλείστου. ἦσαν δὲ μετ' αὐτοῦ ἄρχοντες μέχρι τῶν ξ ʹ, μεθ' ὧν ὁ Μιχαὴλ ὁ ἑταιρειάρχης καὶ ὁ Κατούδης καὶ ὁ Μυξιάρης καὶ ὁ Βαβούτζικος. τούτους κρατήσας πάντας ἐν τῷ ἱπποδρομίῳ ἔτυψε καὶ ἐκούρευσε καὶ τὰς ὑπολειφθείσας τρίχας ἔκαυσε καὶ πομπεύσας ἐξώρισε. 23. Τοῦ δὲ βασιλέως ἐν κυνηγίῳ ἐξελθόντος, ἔλαφος παμμεγέθης ἀναφανεὶς ἦρε τὸν βασιλέα ἐκ τῆς ζώνης ἀπὸ τοῦ ἵππου μετὰ τοῦ κέρατος. φθάσας δέ τις καὶ τὴν ζώνην μετὰ τῆς σπάθης κόψας τοῦτον ἐρρύσατο. ὃν καὶ μετὰ τὴν ὑποστροφὴν ἀπεκεφάλισεν, εἰπὼν" μὴ γύμνου κατὰ βασιλέως ξίφος." ἐκ δὲ τοῦ σπαραγμοῦ τοῦ ἐλάφου νοσηλευθεὶς ὁ βασιλεὺς Βασίλειος τελευτᾷ, φάμενος τῷ υἱῷ αὐτοῦ καὶ διαδόχῳ Λέοντι καὶ Στυλιανῷ 700 τῷ ἐπιτρόπῳ τῶν βασιλέως υἱῶν, ὅτι Φώτιος ὁ ἀνίερος καὶ ὁ συμ700 μύστης αὐτοῦ Σανταβαρηνὸς τοῦ θεοῦ με μακρύναντες, καὶ ἀλλότριον τῆς δικαίας γνώσεως ποιήσαντες, εἰς τὴν ἴσην μετ' αὐτῶν κόλασιν ἐπεσπάσαντο. καὶ ταῦτα εἰπὼν ἐξέψυξεν, καταλιπὼν Λέοντα καὶ Στέφανον καὶ Ἀλέξανδρον. Κόσμου ἔτος τπηʹ, τῆς θείας σαρκώσεως ἔτη ωπηʹ, Ῥωμαίων βασιλεὺς Λέων ἔτη κεʹ μῆνας θʹ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ Φωτίου πατριάρχου, ἀνατρεφόμενος παρ' αὐτοῦ καὶ παιδευόμενος. ὁ δὲ Λέων μετὰ τὸ αὐτοκρατορῆσαι ἀπέστειλεν Ἀνδρέαν τὸν στρατηλάτην μετὰ κηρῶν πολλῶν κληρικῶν τε καὶ συγκλητικῶν ἐν Χρυσοπόλει, καὶ ἤγαγεν μετὰ σπουδῆς πολλῆς καὶ τιμῆς καὶ ὕμνων τὸ λείψανον Μιχαὴλ τοῦ βασιλέως, καὶ ἀπέθετο ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων ἐν λάρνακι. Φώτιον δὲ τὸν πατριάρχην ἐπίβουλον φωραθέντα τῆς ἐκκλησίας ἐκβάλλει, καὶ ἐν τῇ μονῇ τῶν Ἀρμενιακῶν τῇ λεγομένῃ τοῦ Γόρδονος περιορίζει· ἔνθα καὶ τελευτᾷ. χειροτονεῖ δὲ Στέφανον σύγκελλον, τὸν ἴδιον αὐτοῦ ἀδελφόν, διά τε Θεοφάνους τοῦ πρωτοθρόνου καὶ λοιπῶν ἀρχιερέων· ὃς καὶ ἔζησεν ἔτη ʹ καὶ μῆνας εʹ, καὶ θάπτεται ἐν τῇ μονῇ τῶν Σικεῶν. γέγονε δὲ ἐμπρησμὸς πλησίον τῶν Σοφιῶν καὶ τῆς Σιδηρᾶς, ἐμπρησθέντος καὶ τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὃν αὐτὸς ὁ Λέων λαμπρῶς ἀνεκαίνισεν. ἄγει δὲ Θεόδωρον τὸν Σανταβαρηνὸν ἀπὸ Εὐχαΐτων ἐν 701 τῇ πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφανος ὁ μάγιστρος κινοῦσι κατ' αὐτοῦ καὶ τοῦ Φωτίου, ὡς λοιδορηθέντος τοῦ βασιλέως Λέοντος ὑπ' αὐτῶν εἰς Βασίλειον τὸν βασιλέα τὸν πατέρα αὐτοῦ. καὶ τῆς συγκλήτου καταψηφισαμένης αὐτῶν, τὸν μὲν Φώτιον εἴασαν εἰς τοῦ Γόρδονος, τὸν δὲ Σανταβαρηνὸν τύψαντες ἐξώρισαν ἐν Ἀθήναις. εἶτα ἀποστείλας ἐξόπισθεν ὁ βασιλεὺς ἐτύφλωσεν αὐτὸν καὶ ἐν τῇ ἀνατολῇ ἐξώρισεν. μετὰ πολλοὺς δὲ χρόνους παρακληθεὶς τοῦτον εἰσήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξεν λαμβάνειν ἀννώνας ἐκ τῆς Νέας ἐκκλησίας. 2. Τῷ βʹ αὐτοῦ ἔτει τῆς Λαγουβαρδίας διαστασιασάσης ἀπεστάλη Κωνσταντῖνος ὁ τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι· καὶ συμβολῆς γενομένης μόνος αὐτὸς ὁ Κωνσταντῖνος μόλις ἠδυνήθη διαφυγεῖν, τῶν ἄλλων σφαγέντων καὶ κρατηθέντων. γέγονε δὲ καὶ ἔκλειψις ἡλιακή, ὡς καὶ νύκτα γενέσθαι ἐπὶ ὥρας γʹ καὶ τοὺς ἀστέρας φαίνεσθαι. γεγόνασι δὲ καὶ ἄνεμοι σφοδροὶ καὶ ἀστραπαὶ καὶ βρονταί, ἐξ ὧν ἐκάησαν ἐν τῷ φόρῳ ἄνθρωποι ἑπτά. 3. Τῷ γʹ αὐτοῦ ἔτει ἐπολιορκήθη ἡ Σάμος τὸ κάστρον ὑπὸ τῶν Ἀγαρηνῶν, καὶ αἰχμαλωτίσθη ὁ στρατηγὸς αὐτοῦ ὁ Πασπαλᾶς. συμφιλιωθεὶς δὲ ὁ βασιλεὺς Ζωῇ τῇ θυγατρὶ τοῦ Ζαούτζα προχειρίζεται αὐτὸν βασιλεοπάτορα, αὐτὸς καινουργήσας τὸ ὄνομα. Συμεὼν ὁ ἄρχων Βουλγαρίας ἐκστρατεύει κατὰ Ῥωμαίων, καὶ πολεμηθεὶς παρὰ τῶν Τούρκων ἡττήθη, καὶ πᾶσα ἡ αἰχμαλωσία ἠγοράσθη παρὰ τοῦ βασιλέως. εἶτα πάλιν τρέπει 702 τοὺς Τούρκους, καὶ μετὰ αἰτήσεως ἀναλαμβάνεται τοὺς αἰχμαλώτους, καὶ ποιεῖ εἰρήνην. καὶ μετ' ὀλίγον ἀνατραπείσης πάλιν τῆς εἰρήνης γίνεται πόλεμος εἰς τὸ Βουλγαρόφυγον, καὶ τροπῆς δημοσίας γενομένης πάντες ἀπώλοντο, καὶ ὁ πρωτοβεστιάριος Θεόδωρος. Στεφάνου τελευτήσαντος πατριάρχου χειροτονεῖται ἀντ' αὐτοῦ πατριάρχης Ἀντώνιος ὁ λεγόμενος Καυλέας. 4. Τῷ ζʹ αὐτοῦ ἔτει ἔσφαξαν οἱ Χερσωνῖται τὸν στρατηγὸν αὐτῶν. παρελήφθη καὶ τὸ κάστρον τὸ Κόρον ἐν Καππαδοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. ὁ βασιλεὺς Λέων πρόκενσον ποιήσας εἰς τὰ Δαμιανοῦ, συνόντος καὶ τοῦ παραδυναστεύοντος Ζαούτζα καὶ τῆς θυγατρὸς αὐτοῦ Ζωῆς ἅμα τῷ βασιλεῖ (ἡ γὰρ πρώτη αὐτοῦ γαμετὴ Θεοφανὼ ἐν τῇ ἁγίᾳ σορῷ τῶν Βλαχερνῶν προσεκαρτέρει εὐχομένη), συμβούλιον ἐποίησαν οἱ τοῦ Ζαούτζα συγγενεῖς, ὅ τε Τζάντζης καὶ οἱ λοιποί, φονεῦσαι τὸν βασιλέα. ἡ Ζωὴ δὲ μετὰ τοῦ βασιλέως καθεύδουσα, ὡς ᾔσθετο τὸ δεινόν, ἐξύπνισεν αὐτόν· καὶ παρευθὺ εἰς πλοῖον διεπέρασαν εἰς Πηγάς, καὶ τὸ πρωῒ τάχιον εἰσῆλθεν εἰς τὸ παλάτιον. 5. Τούτῳ τῷ ἔτει τελευτᾷ Θεοφανὼ Αὐγοῦστα, βασιλεύσασα ἔτη ιβʹ· ἣν μετ' οὐ πολλὰς ἡμέρας ἀνέδειξεν ὁ θεὸς θαυματουργὸν διὰ τὸ ἀζηλότυπον αὐτῆς καὶ ἀμνησίκακον καὶ ἐν ἐλεημοσύναις καὶ προσευχαῖς ἀδιαλείπτως προσκαρτερεῖν τῷ θεῷ. ἔστεψεν δὲ Λέων ὁ βασιλεὺς τὴν δευτέραν αὐτοῦ γυναῖκα Ζωὴν 703 τὴν θυγατέρα τοῦ Ζαούτζα, καὶ εὐλογεῖται μετ' αὐτῆς παρά τινος κληρικοῦ τοῦ ἐπίκλην Σινεύπης. καὶ ὁ μὲν εὐλογήσας καθῃρέθη, ἡ δὲ ἐβασίλευσεν ἔτος αʹ μῆνας ηʹ, καὶ ἐτελεύτησεν. ἐφεῦρον δὲ λάρνακα εἰς τὸ ἀποτεθῆναι τὸ σῶμα αὐτῆς, ἔχουσαν ἔσωθεν γράμματα κεκολαμμένα γράφοντα οὕτως" θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος." πλησίον δέ, τοῦ Μαΐου μηνός, οἰκοδομήσας ναόν, τὴν ἁγίαν Ζωήν, κατατίθησιν αὐτήν. καὶ πλησίον τῶν ἁγίων ἀποστόλων ἐξωνησάμενος οἰκήματα Λέων ὁ βασιλεὺς κτίζει ἐκκλησίαν περικαλλῆ εἰς ὄνομα Θεοφανῶ τῆς πρώτης αὐτοῦ γυναικός, καὶ κατατίθησι καὶ ταύτην ἐκεῖ. 6. Τῷ θʹ αὐτοῦ ἔτει ἐπιβουλῆς γενομένης Λέοντι τῷ βασιλεῖ παρὰ τῶν συγγενῶν τοῦ Ζαούτζα, καὶ διαγνωσθείσης, πάντας κρατήσας ἐξώρισεν, καὶ ἐξωλόθρευσεν τὴν συγγένειαν τοῦ Ζαούτζα ἅπασαν. 7. Τῷ ιʹ αὐτοῦ ἔτει τελευτᾷ Ἀντώνιος πατριάρχης, καὶ χειροτονεῖται Νικόλαος πατριάρχης μυστικὸς τοῦ βασιλέως. τότε καὶ ἡ Δημητριὰς παραλαμβάνεται ὑπὸ Δαμιανοῦ τοῦ Ἀγαρηνοῦ. στέφει δὲ ὁ βασιλεὺς Ἄνναν θυγατέρα Ζωῆς τῆς τοῦ Ζαούτζα, διὰ τὸ μὴ δύνασθαι ποιεῖν τὰ ἐκ τύπου κλητόρια μὴ οὔσης Αὐγούστης. 8. Τῷ ιαʹ ἔτει αὐτοῦ ἠγάγετο ὁ βασιλεὺς τρίτην ἑαυτοῦ γυναῖκα τὴν ἀπὸ τοῦ Ὀψικίου Εὐδοκίαν, στέψας αὐτὴν καὶ ἀνα 704 γορεύσας· ἥτις ἐξ αὐτοῦ ἄρρενα γεννήσασα παῖδα ἐτελεύτησεν. ἀπέθανε δὲ καὶ τὸ γεννηθὲν παιδίον. 9. Τῷ ιγʹ αὐτοῦ ἔτει κτίζει ὁ βασιλεὺς εἰς τοὺς λεγομένους Τόπους ναὸν ἅγιον Λάζαρον, καὶ κατασκευάζει μονὴν ἀνδρῴαν εὐνούχων· ἐν ᾧ καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα καὶ Μαρίας τῆς Μαγδαληνῆς ἀπέθετο. τούτῳ τῷ καιρῷ παραδίδοται Ταυρομένιον τοῖς Ἀγαρηνοῖς. 10. Τῷ ιεʹ ἔτει παρελήφθη ἡ νῆσος Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν. 11. Τῷ ι ʹ ἔτει ἐν τῇ προελεύσει τῆς πεντηκοστῆς τοῦ βασιλέως εἰσοδεύοντος εἰς τὸν ἅγιον Μώκιον, ὃν πρῴην φασὶν Ἡρακλέους εἶναι ναόν, ἐπεὶ πλησίον τῆς σωλέας ἦλθεν, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος ἔδωκεν αὐτῷ κατὰ κεφαλῆς μετὰ ῥάβδου ἰσχυρᾶς καὶ παχείας· καὶ εἰ μὴ εἰς πολυκάνδηλον ἡ ῥάβδος ἐνεποδίσθη, παρευθὺ ἂν τοῦ ζῆν αὐτὸν ἀπήλλαξεν. τοῦ δὲ αἵματος σφοδρῶς καταρρέοντος ταραχὴ καὶ φυγὴ τῶν ἀρχόντων γέγονε. διὸ καὶ τοῦ ἀδελφοῦ Ἀλεξάνδρου νόσον προφασισαμένου καὶ ἐν τῇ εἰσόδῳ μὴ κατελθόντος, ὑπόληψις γέγονε τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸν κατεργάσασθαι. κρατηθέντος τοῦ δόντος τῷ βασιλεῖ, καὶ πολλὰς βασάνους καὶ τιμωρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μηδένα καθωμολόγησεν, ἐκκόπτεται χεῖρας καὶ πόδας καὶ ἐν τῷ σφενδόνι τοῦ ἱππικοῦ καίεται. ἔκτοτε οὖν ἐξεκόπη ἡ τοιαύτη 705 προέλευσις. καὶ μετά τινα καιρὸν ἀνῆλθεν Μάρκος ὁ σοφώτατος οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ὃς ἦν ἀναπληρώσας τὸ τετράῳδον τοῦ κυροῦ Κοσμᾶ τῆς μεγάλης ἑβδομάδος ἤτοι τοῦ μεγάλου σαββάτου, πρὸς τὸν βασιλέα, καὶ συνεστιώμενος αὐτῷ ἐξελιπάρει μὴ ἐκκοπῆναι τὴν ἑορτήν. καὶ τοῦ βασιλέως ἀπαναινομένου ἔφη ὁ Μάρκος ὅτι προείρηται τοῦτο παρὰ τοῦ Δαβίδ· φησὶ γὰρ" ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐπὶ τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου." καὶ δεῖ σε, ὦ δέσποτα, ἀπὸ τοῦ νῦν κρατῆσαι τῆς βασιλείας ἔτη δέκα. ὃ δὴ καὶ γέγονε· τῇ γὰρ αὐτῇ ἡμέρᾳ ᾗ ἔλαβεν, τῇ αὐτῇ καὶ τελευτᾷ. 12. Τῷ ιζʹ ἔτει ἠγάγετο ὁ βασιλεὺς καὶ τετάρτην γυναῖκα, Ζωὴν ὀνομαζομένην τὴν Καρβουνοψίναν. 13. Τῷ ιηʹ ἔτει ἀνέρχεται κατὰ τῆς πόλεως ὁ στόλος τῶν Ἀγαρηνῶν ἅμα τῷ Τριπολίτῃ. Τριπολῖται δὲ ἐκλήθησαν διὰ τὸ τριῶν ἐκ γενεῶν συναχθῆναι, ἐξ Ἀράβων καὶ Τυρίων καὶ Σιδονίων ἀποίκων. ὡσαύτως δὲ καὶ τὸ Αἰγαῖον πέλαγος τὴν κλῆσιν ἀπείληφεν ἀπὸ τῆς τῶν ὑδάτων φορᾶς, ἀϊσσούσης κατὰ τρόπον αἰγός. ὁμοίως δὲ καὶ Στρόβηλος ὠνομάσθη ἀπὸ τῆς τοπικῆς θέσεως, καὶ Λάμψακος ἀπὸ φωτὸς λάμψεως, ὅπερ ἐν νυκτὶ Φωκέων θεμελιούντων ταύτην καὶ εὐξαμένων θεόθεν ἐπέλαμψεν, καὶ ἡ τῶν θεμελίων βάσις καλῶς κεκραταίωται. καὶ Ἴμβρος ἀπὸ Ἴμβρου κέκληται υἱοῦ Ἀνθέος, 706 οὗ γενέτης Στάφυλος, Διονύσου φίλτατος υἱός. καὶ Ἑλλήσποντος ἀπὸ Ἕλλης τῆς Φρίξου ἀδελφῆς, τῷ ἐκεῖσε πελάγει ῥιφείσης. Κιβύρρα δὲ ὑπὸ Κιβύρρου ἀδελφοῦ. ἡ δὲ Θάσος Χρυσῆ πρῴην ἐλέγετο. Σαμοθρᾴκη δὲ ἡ ἐν τῇ Θρᾴκῃ χερρόνησος, ἥτις πρῴην Θηριοῦσα διὰ τὸ θηρίων πεπληρῶσθαι, καὶ ἱερὰν νυμφῶν οὖσαν, ὠνομάζετο, μετέπειτα δὲ τοῦ ῥοῦ συρραγέντος εἰς νῆσον συνέστη, καὶ ὑπὸ Σαμίων κατοίκων ἐν κατασχέσει γενομένη Σαμοθρᾴκη μετωνομάσθη. Λαοδίκεια κατωνομάσθη ἀπὸ τῆς γυναικὸς Σελεύκου τοῦ Ἀντιόχου, ὃς ἐπὶ τῷ ὀνόματι ταύτης ἔκτισε τὴν Λαοδίκειαν. Τένεδος δὲ ἀπὸ τοῦ Τέννου τοῦ υἱοῦ Κύκνου τοῦ Ποσειδῶνος, καὶ τοῦ ἐν αὐτῇ ἱεροῦ ἕδους τῆς Ἀθήνης. Μεσημβρία δὲ ἡ πρὶν Μεμνεβρία, ἀπὸ τοῦ Μέμνου Θρᾳκὸς τοῦ ταύτην οἰκίσαντος καὶ βρία τὸ παρά τισι Θρᾳκῶν πόλισμα λεγόμενον· πρὸς δὲ τὸ εὐφραδέστερον Μεσημβρία νῦν ὀνομάζεται. Αἷμος ἀπό τινος ἀναιρεθέντος ἐκεῖσε δι' Ἡρακλέους καὶ τὸν τόπον αἱμάξαντος· ἀκρωτήριον δέ ἐστι Θρᾴκης. Μήδεια ἀπὸ Μήδης τῆς Αἰήτου θυγατρὸς κατωνόμασται. Σηλυβρία ἀπὸ Σήλυος τοῦ Θρᾳκῶν βασιλέως, ὅστις αὐτὴν ᾤκισεν. Μακεδονία ἡ πρὶν Ἀμαθία λεγομένη ἀπὸ ἀρχαίου τινὸς ἡγεμόνος. ἦν δὲ καὶ πόλις Ἀμαθία λεγομένη πρὸς τῇ θαλάσσῃ τῷ ἔθνει ἐπώνυμος. Νικόπολις κατὰ τὸ ἐπώνυμος τῆς νίκης, ἣν Αὔγουστος Σεβαστὸς κατὰ Ἀντωνίου καὶ Κλεοπάτρας εἰργάσατο, καὶ τὴν Αἰγυπτίων ἀρχὴν τοῖς Ῥωμαίοις ὑπέκλινεν. Ἱερὸν Εὐξείνου, ὃ παρὰ τῶν 707 τῆς Ἀργοῦς πλωτήρων διερχομένων ἐκεῖσε ἀνίδρυται. Φάρος δὲ ἀφιδρυμάτιον ᾧ πυρσὸς ἐπιτίθεται εἰς ὁδηγίαν ἀπρόσκοπτον τοῖς ἐν νυκτὶ παροδίταις. Ῥῶς δέ, οἱ καὶ Δρομῖται, φερώνυμοι ἀπὸ Ῥῶς τινὸς σφοδροῦ διαδραμόντες ἀπηχήματα τῶν χρησαμένων ἐξ ὑποθήκης ἢ θεοκλυτίας τινὸς καὶ ὑπερσχόντων αὐτούς, ἐπικέκληνται. Δρομῖται δὲ ἀπὸ τοῦ ὀξέως τρέχειν αὐτοῖς προσεγένετο. ἐκ γένους δὲ τῶν Φράγγων καθίστανται. ὁ δὲ Τρικέφαλος βουνὸς κατὰ τὸ Ὀψίκιον ἀπὸ τοῦ τριχῇ κεφαλοῦσθαι τῷ σχήματι εἴρηται, ὥσπερ καὶ Ῥαδηνὸς ἀπὸ Ῥάδης κώμης τοῦ τῶν ἀνατολικῶν θέματος. 14. Ἀποστέλλει οὖν ὁ βασιλεὺς Εὐστάθιον δρουγγάριον τῶν πλωΐμων μετὰ παρόντος τοῦ στόλου καὶ τῶν στρατιωτῶν κατ' αὐτοῦ· οἳ καὶ μὴ δυνηθέντες ἀντιπαρατάξασθαι ἀπεστράφησαν κενοί. ἐλθόντων δὲ τῶν Ἀγαρηνῶν ἐν Ἀβύδῳ, ἠρώτησαν τοὺς ἀπάγοντας αὐτοὺς ὅτι πάλιν ταύτην τὴν ὁδὸν θέλομεν ὑποστρέψαι, ἢ ἔχομεν ἄλλην δι' ἧς ἀπέλθωμεν εἰς τὰ οἰκεῖα. τῶν δὲ εἰπόντων ὅτι διὰ ταύτην βουλόμεθα ἀποστραφῆναι, φοβηθέντες τὸ στενὸν τῆς ὁδοῦ, οἷα τὰ κρίματα τοῦ θεοῦ, εὐθὺς ὑποστρέφουσι, καὶ τὴν Θεσσαλονίκην καταλαβόντες πορθοῦσιν αὐτήν, καὶ πολλὴν σφαγὴν καὶ αἰχμαλωσίαν ποιοῦσι. βουλομένων δὲ αὐτῶν καὶ τὴν πόλιν καταστρέψαι, Συμεὼν ὁ πρωτοασηκρῆτις εὑρεθείς, λαβὼν πρὸς Ῥοδοφυλλίου τοῦ ἀποσταλέντος πρὸς τοὺς Φράγγους μετὰ 708 κανισκίου χρυσίου λίτρας ρʹ. ὃς καὶ δέδωκεν τό τε χρυσίον καὶ τὸ κανίσκιον τοῖς Σαρακηνοῖς· καὶ εἴασαν τὴν πόλιν καὶ τὰ τείχη. 15. Τῷ ιθʹ ἔτει αὐτοῦ τοῦ Σαμωνᾶ φυγῇ πρὸς Συρίαν χρησαμένου, ἐπεὶ κατεδίωκον αὐτὸν ὄπισθεν, ἦλθε δὲ καὶ εἰς τὸν Ἅλυν, συναντᾷ αὐτῷ Νικηφόρος δρουγγάριος ὁ Καμύτζης, μὴ ἐῶν αὐτὸν διαπερᾶσαι. προσφεύγει οὖν τῷ τιμίῳ σταυρῷ τοῦ Σηριχᾶ, προφασισάμενος εὐχῆς χάριν ἐκεῖσε ἐληλυθέναι. ἀναλαβόμενος οὖν τοῦτον ὁ τοῦ Δουκὸς Κωνσταντῖνος ὑπέστρεψεν ἐν τῇ πόλει. προστάσσει οὖν ὁ βασιλεὺς φυλάττεσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ Βάρδα τοῦ Καίσαρος. ἐπεὶ δὲ ἤθελεν ὁ βασιλεὺς ἀποσυνοψισθῆναι τὸν Σαμωνᾶν, παρήγγειλεν τῷ Δουκὶ μὴ εἰπεῖν ἐνώπιον τῆς συγκλήτου ὅτι ἐπὶ Συρίαν ἔφυγεν ὁ Σαμωνᾶς, ἀλλ' ὅτι δι' εὐχὴν ἀπῆλθεν ἐν τῷ Σηριχᾷ. ἠρώτησεν οὖν ὁ βασιλεὺς τὸν Κωνσταντῖνον ἐνώπιον τῆς συγκλήτου οὕτως, ὡς ἔχει, τὸν θεὸν καὶ τὴν κεφαλήν μου, ἔφευγεν ὁ Σαμωνᾶς ἢ οὐχί; ὁ δέ, ὡς εἰπόντος τῷ βασιλεῖ ὅτι ἔφευγεν, μετ' ὀργῆς τοῦτον ἀπεπέμψατο. ὁ δὲ Σαμωνᾶς ἐποίησεν ἐν τῷ οἴκῳ τοῦ Βάρδα μῆνας δʹ. 16. Ἐφάνη δὲ τότε καὶ κομήτης ἀστήρ, τὰς ἀκτῖνας πέμπων κατ' ἀνατολάς, καὶ φαινόμενος ἐν ἡμέραις καὶ νυξὶ τεσσαράκοντα. 17. Τῷ κʹ τούτου ἔτει ἀποσυνώψισε Σαμωνᾶς ἐν τῇ γέννᾳ τοῦ υἱοῦ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ ἀπὸ Ζωῆς τέταρτον 709 αὐτοῦ γαμετῆς οὔσης, καὶ ἐβαπτίσθη τὰ ἅγια Θεοφάνεια ὑπὸ Νικολάου πατριάρχου, καὶ γέγονε καὶ πατρίκιος. 18. Τῷ καʹ ἔτει αὐτοῦ εὐλογήθη Λέων καὶ Ζωὴ μετὰ τὴν ἑορτὴν παρὰ Θωμᾶ πρεσβυτέρου τοῦ καὶ καθαιρεθέντος, καὶ ἀνηγόρευσε τὴν ἑαυτοῦ γαμετὴν Ζωὴν Αὐγούσταν. ὅθεν ὁ πατριάρχης ἐκώλυσε τὸν βασιλέα εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι. διὸ καὶ ἤρχετο ἀπὸ τοῦ δεξιοῦ μέρους μέχρι τοῦ μιτατωρικίου, μηδ' ὅλως εἰς τὰ κατὰ συνήθειαν διερχόμενος. 19. Τῷ κβʹ τούτου ἔτει προβάλλεται τὸν Σαμωνᾶν ὁ βασιλεὺς παρακοιμώμενον διὰ τὸ εἶναι συνεργὸν αὐτοῦ πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν, καὶ κατὰ τῆς ἐκκλησίας ἄρχονται μελετᾶν. προσκαλοῦνται γὰρ Νικόλαον τὸν πατριάρχην, καὶ πολλὰ λιπαροῦσι δεχθῆναι τὴν τετραγαμίαν. ἐπεὶ δὲ οὐκ ἔπεισε, διὰ τοῦ Βουκολέοντος εἰς μικρὸν πλοιάριον ἐμβιβάσαντες εἰς τὴν Ἱερείαν περῶσιν, ἀφ' ἧς πεζῇ μέχρι Γαλακρηνῶν μόλις ἀπῄει, χιόνος ἐπικειμένης πολλῆς. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ Εὐθύμιος σύγκελλος εἰς πατριαρχίαν, ἀνὴρ ἱεροπρεπής, ἐγκρατής τε καὶ εὐλαβὴς πάνυ· ὅν φασι καταδέξασθαι τὴν τετραγαμίαν ἐξ ἀποκαλύψεως θείας, ὡς τοῦ βασιλέως βουλομένου αἵρεσιν ποιῆσαι καὶ νόμον ἐνθεῖναι τοῦ ἔχειν ἄνδρα τρεῖς γυναῖκας ἢ τέσσαρας, πολλῶν τοῦτο λογικωτάτων ἀνδρῶν συνεργούντων αὐτῷ. 20. Τῷ Ἰουνίῳ μηνὶ γέγονεν ἄνεμος λὶψ Τριτωναῖος σφο 710 δρός, ὡς συσσεῖσαι οἰκήματα καὶ ἐκκλησίας, καὶ πάντας φεύγειν ἐν ὑπαίθροις καὶ λέγειν κοσμικὴν συντέλειαν εἶναι. ἀλλὰ τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ δι' ὄμβρων ἐπαύθη. 21. Τῷ κγʹ ἔτει στόλος Σαρακηνῶν κατὰ Ῥωμαίων ἐξῆλθεν. προεβάλετο δὲ ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην κεφαλὴν πάντων τῶν πλωΐμων. γράφει δὲ καὶ Ἀνδρονίκῳ τῷ Δουκὶ συνελθεῖν τῷ Ἱμερίῳ. ὁ δὲ Σαμωνᾶς ἀδιάλλακτος ὢν τῷ Ἀνδρονίκῳ καὶ παντὶ τρόπῳ κακῶσαι αὐτὸν σπουδάζων, πείθει τινὰ γράψαι αὐτῷ κρύφα" μὴ εἰσέλθῃς εἰς τὰ καράβια καὶ κρατηθῇς παρὰ Ἱμερίου." πολλὰ δὲ τὸν Ἀνδρόνικον ἀναγκάσαντος εἰσελθεῖν σὺν αὐτῷ τῶν Ἀγαρηνῶν ἐπικειμένων οὐκ ἐπείσθη. Ἱμέριος δὲ μόνος ἐν τῇ ἡμέρᾳ τοῦ ἁγίου Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν μεγάλην νίκην εἰργάσατο. τοῦτο μαθὼν Ἀνδρόνικος καὶ ἀπογνοὺς σὺν τοῖς συγγενέσιν αὐτοῦ καὶ ἀνθρώποις ἀποστασίαν ἐποίησε, καὶ ἀπελθὼν ἐκράτησεν τὴν Κάβαλαν πόλιν, ὡς εἰπεῖν Σαμωνᾶν πρὸς τὸν βασιλέα" οὐκ ἔλεγον, ὦ δέσποτα, ἀντάρτην εἶναι τὸν Δοῦκα;" 22. Τῷ κδʹ ἔτει ἀπέστειλεν ὁ βασιλεὺς Γρηγορᾶν τὸν δομέστικον τῶν σχολῶν τὸν Ἰβηρίτζην, συμπένθερον ὄντα Ἀνδρονίκου, εἰς τὸ καταπολεμῆσαι αὐτόν. μαθὼν δὲ τοῦτο Ἀνδρόνικος, ἀκούσας τε ὅτι καὶ ὁ πατριάρχης τῆς ἐκκλησίας ἐξεώσθη, προσέφυγε τοῖς Ἀγαρηνοῖς ἅμα συγγενέσι καὶ φίλοις. ἐλυπήθη δὲ Λέων 711 εἰς τοῦτο, καὶ δὴ Σαρακηνὸν ἀπὸ τοῦ πραιτωρίου φιλοφρονησάμενος ἀπέστειλε πρὸς τὸν Ἀνδρόνικον μετὰ χρυσοβούλλιον διὰ κιναβάρεος, βαλὼν αὐτὸ ἔνδοθεν φατλίου τράκτου βραχέος. ἐξελθόντος δὲ τοῦ Σαρακηνοῦ ἀπὸ προσώπου τοῦ βασιλέως, προσκαλεῖται αὐτὸν ὁ Σαμωνᾶς, καί φησιν" οἶδας τί κρατεῖς;" τοῦτο εἰπὼν διὰ τὸν κηρόν·" τὴν ἀπώλειαν τῆς Συρίας." καὶ δοὺς αὐτῷ χρήματα παρήγγειλεν εἰς τὴν χεῖρα τοῦ Οὐζὴρ βαλεῖν αὐτό. ὁ δὲ τοῦτο πεποίηκεν. κρατεῖται οὖν καὶ δεσμεῖται Ἀνδρόνικος καὶ οἱ σὺν αὐτῷ· καὶ μαθὼν ὡς τοῦτο γέγονεν αὐτῷ διὰ δόλου τοῦ Σαμωνᾶ, ἀναγκασθεὶς ἐμαγάρισεν. ὁ δὲ Κωνσταντῖνος καὶ οἱ λοιποὶ εἰδότες ὡς ἀδύνατόν ἐστι τὸν Ἀνδρόνικον ἐξελθεῖν, μετ' οὐ πολὺ τῇ βουλῇ αὐτοῦ μόνοι φυγῇ χρησάμενοι, ὅπερ θαύματος ἄξιον, ἐκ μέσης Συρίας εἰς Ῥωμανίαν ἐξῆλθον, κατὰ χώραν πολεμούμενοι. 23. Τότε ἀπὸ Ταρσοῦ ἐλθὼν ἐν τῇ πόλει περὶ τοῦ Διαλλαγῆναι ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· οὓς καὶ δεξάμενος ὁ βασιλεὺς ὑπέδειξεν τὸν τῆς ἐκκλησίας κόσμον, ὅπερ ἀνάξιόν ἐστιν Χριστιανικῆς καταστάσεως, τοῦ θεάσασθαι παρὰ τῶν ἀθέων τὰ ἱερὰ σκεύη τοῦ θεοῦ. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἤθελε συνεῖναι τῷ υἱῷ αὐτοῦ καὶ μὴ εἶναι εἰς Συρίαν. ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ, λέγων" κράτει τὴν πίστιν σου. κἀγὼ εἰ δυνηθῶ, ἐλεύσομαι μᾶλλον πρός σε." 24. Τῷ κεʹ ἔτει αὐτοῦ, τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς, στέ 712 φει Λέων ὁ βασιλεὺς Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ τὸν πορφυρογέννητον διὰ Εὐθυμίου πατριάρχου. δέδωκεν δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν δουλεύσαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, τοῦ δουλεύειν Ζωῇ Αὐγούστῃ. ὃς καὶ ἠγαπήθη πολλὰ παρά τε τοῦ Λέοντος τοῦ βασιλέως κὰ τῆς Αὐγούστης. ὅθεν καὶ πολλὰ ἐφθόνει Σαμωνᾶς αὐτόν, κὶ ἐλοιδόρει ὡς συνόντι τῇ Αὐγούστῃ. ὅπερ ὁ βασιλεὺς ὑπονοήσας ἀληθὲς εἶναι, ἀπέκειρεν αὐτὸν διὰ Σαμωνᾶν ἐν τῇ μονῇ τοῦ ἁγίου Ταρασίου. μετ' ὀλίγον δὲ ὥρισεν τὸν Σαμωνᾶν ἀναλαβέσθαι αὐτὸν ἐν τῇ μονῇ τὰ Σπεῖρα, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. ἀπελθὼν οὖν ὁ βασιλεὺς εἰς πρόκενσον ἐν τῷ Δαματρύ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε τὸν Κωνσταντῖνον. καὶ παρευθὺ ὥρισεν τὸν Σαμωνᾶν, καὶ ἐνέδυσεν αὐτὸν κοσμικά, καὶ ἐκέρασε τῷ βασιλεῖ εἰς τὸ κλητόριον, καὶ ὑπέστρεψε μετὰ ταῦτα ἐν τῷ παλατίῳ. καὶ πάλιν φθονεῖται Κωνσταντῖνος ὑπὸ τοῦ Σαμωνᾶ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην τοῦ βασιλέως, καὶ βουλεύεται μετὰ τοῦ Τζιρίθωνος καὶ ἄλλων τινῶν, καὶ ποιοῦσι χάρτην πολυλοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου, νοταρίου ὄντος τοῦ Σαμωνᾶ. ἐλθόντος δὲ τοῦ βασιλέως ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἔρριψεν αὐτὸν ἐν τῷ μιτατωρίῳ. εὑρὼν οὖν αὐτὸν ὁ βασιλεὺς καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν, ζητῶν τὸν τοῦτο ποιήσαντα. γέγονε δὲ τότε ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς τότε ἀστρονόμοις εἰπεῖν ἀποτέλεσμα. 713 εἰσερχόμενος δὲ ὁ Πανταλέων μητροπολίτης πρὸς τὸν βασιλέα, ἠρώτησεν αὐτὸν Σαμωνᾶς" εἰς τίνα ἐστὶν ἡ κάκωσις;" ὁ δὲ ἔφη" εἰς σέ· καὶ ἐὰν διέλθῃ Ἰουνίου ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν." τῷ δὲ βασιλεῖ εἶπεν εἰς τὸν δεύτερον ἔχειν τὴν κάκωσιν τῆς σελήνης. ὁ δὲ βασιλεὺς ὑπέλαβε τοῦτο εἰς Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφόν. μετὰ τοῦτο δὲ ἰδίως ὁ Τζιρίθων τῷ βασιλεῖ εἶπεν ὅτι ὁ Σαμωνᾶς ἐποίησε τὸ πιττάκιον. καὶ εὐθὺς καταβιβάζει τὸν Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ καὶ ποιεῖ μοναχόν, εἶτα ἀπάγει εἰς τὴν μονὴν Εὐθυμίου τοῦ πατριάρχου. καὶ πάλιν λοιδορηθέντα ἀπάγουσιν εἰς τὴν τοῦ Μαρτινακίου μονήν. καταβιβάζει οὖν τὸν Σαμωνᾶν, ποιῶν Κωνσταντῖνον παρακοιμώμενον· καὶ κτίζει αὐτῷ μονὴν ἐν Νοσιαῖς, καὶ ἀπελθὼν μετὰ Εὐθυμίου πατριάρχου ἐγκαινίζει αὐτήν. ἄξιον δὲ ὀλίγα εἰπεῖν, ποίῳ τρόπῳ ἡ μονὴ τῶν Νοσιῶν ἔκτισται. 25. Οὗτος ὁ Κωνσταντῖνος εἶχε πατέρα γέροντα εὐλαβῆ καὶ φοβούμενον τὸν θεόν, ὃς καὶ ἐν αὐτῷ τῷ τόπῳ τῶν Νοσιῶν προαστίτζην ἐκέκτητο πρὸς τῇ θαλάσσῃ πάνυ μικρόν, ἐν ᾧ καὶ ὕδωρ ἐπὶ δεξαμενὴν ἐκβαλὼν τοῖς ὁδίταις ἐποίει παραψυχήν. ἐν τούτῳ τῷ ὕδατι συνέβη στρατιώτην διέρχεσθαι, καὶ ἀναψύξαντα ἐκβαλεῖν ἅπερ ἐκ δικαίου πόρου εἶχεν νομισμάτων, καὶ ἀριθμῆσαι αὐτά· καὶ ἦσαν εἰς λίτρας τρεῖς ἀριθμούμενα. εἶτα ἀναστάς, οἷα συμβαίνει, τῷ ἵππῳ ἐπιβὰς ᾤχετο τὴν ὁδὸν αὐτοῦ, τὸ χρυ 714 σίον κατὰ τὸν τόπον ἀφείς. ὡς οὖν ἔθος εἶχεν ὁ γέρων, ἐξῆλθεν πρὸς τὴν δεξαμενήν, καὶ εὑρὼν τὸ χρυσίον ἐλυπήθη τὴν τοῦ ἀπολέσαντος ἀθυμίαν· ὅμως ἐν ἑαυτῷ φυλάττων, οὐ διέλιπεν ἀπὸ νυκτὸς εἰς νύκτα εὐχόμενος τῷ θεῷ τοῦτον ἐλθεῖν καὶ ἀπολαβεῖν τὸ ἴδιον. ὁ μέντοι στρατιώτης τὰς πύλας περάσας καὶ ἐπιμνησθείς, ὅμως τι ποιῆσαι μὴ δυνάμενος, τὴν ὁδὸν αὐτοῦ ἀπῄει λυπούμενος. καὶ μετὰ τρίτον ἐνιαυτὸν ἔρχεται πρὸς τὸν τόπον τῶν Νοσιῶν, καὶ τοῦ ἵππου ἀποβὰς αὐτὸν μὲν ἐπότισεν, ἀλλὰ καὶ αὐτὸς πιὼν ἐκάθητο σύννους, καὶ στενάξας εἶπεν ὅτι ἐν τούτῳ τῷ τόπῳ ἀπώλεσά μου τὴν ζωήν. τοῦτο ἀκούσας ὁ τίμιος γέρων ἐπηρώτησεν αὐτῷ" τί ἄρα τὸ συμβάν, κύριέ μου;" ὁ δὲ εἶπεν ὅτι ἐνταῦθα ἀπώλεσα νομίσματα. καὶ παρευθὺ καὶ τὸν τόπον ὑπεδείκνυεν, καὶ τὰ σημεῖα τοῦ βαλαντίου καὶ τὸ πόσον ἔλεγεν. καὶ ὁ ἄνθρωπος τοῦ θεοῦ εὐθὺς ἐξέλκει τοῦτο τοῦ κόλπου αὐτοῦ, καὶ φησὶ" γνωρίζεις τοῦτο;" ὁ δὲ ἀφασίᾳ ἐπὶ πολὺ κατασχεθεὶς ὅμως" ναὶ" εἶπεν·" ὅπερ ἀπώλεσα, αὐτό ἐστιν." καὶ φησὶν" ἀπόλαβε αὐτό, πληροφορούμενος ὡς οὐκ ᾔνοιξα αὐτό, οὐδὲ εἶδον τί ἐστιν ἔσωθεν." τοῦτο λαβὼν ὁ ἄνθρωπος, παρακαλῶν λαβεῖν ἐξ αὐτοῦ ὅσα καὶ βούλεται. ὁ δὲ οὐκ ἠθέλησεν τὸ σύνολον. ὅθεν ὁ στρατιώτης ἀπέρχεται τὴν ὁδὸν αὐτοῦ, χαίρων καὶ εὐχαριστῶν τῷ θεῷ. τῆς οὖν νυκτὸς ἐκείνης ὁρᾷ κατ' ὄναρ τὸν Χριστὸν ἐλθόντα καὶ εἰπόντα αὐτῷ" ἀνθ' ὧν οὕτως ἐποίησας εἰς τὸν στρα 715 τιώτην, ἰδοὺ αὔριον ἀκούσεις γενόμενον παρακοιμώμενον τὸν υἱόν σου, καὶ τὸ προάστειόν σου τοῦτο εἰς μονὴν μεγάλην γενησόμενον πρὸς δοξολογίαν ἐμήν. καὶ σὺ δὲ αὐτὸς τὸν ὑπὲρ τούτων μισθὸν κομιεῖς." πρωΐας δὲ γενομένης τὸ μήνυμα ἦλθεν, καὶ μετ' ὀλίγας ἡμέρας τῇ θελήσει τοῦ βασιλέως καὶ τῇ ἐξόδῳ, ὡς εἴρηται, τὸ μοναστήριον ᾠκοδομήθη καὶ ἐνεθρονίσθη. 26. Τῷ αὐτῷ ἔτει, ἐπὶ ὀκτὼ μῆνας τοῦ ναυμαχικοῦ πολέμου τῶν Σαρακηνῶν γενομένου μετὰ Ἱμερίου τοῦ λογοθέτου, στρατηγοῦ ὄντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, ἡττήθη Ἱμέριος καὶ μόλις διεσώθη, πάντων ἐκεῖ σχεδὸν κινδυνευσάντων. μετὰ τοῦτο Λέων ὁ βασιλεὺς νοσεῖ κοιλιακῷ νοσήματι. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὰ κηρουλαρία τῆς μεγάλης ἐκκλησίας, καὶ ἐκάησαν τὰ χαρτοθέσια πάντα καὶ ἡ σακέλλη. τῇ δὲ ιαʹ τοῦ Μαΐου μηνὸς τελευτᾷ Λέων ὁ βασιλεύς, προχειρισάμενος Ἀλέξανδρον τὸν αὐτοῦ ἀδελφὸν βασιλέα· ὃν ἰδών, ὡς φασίν, εἰσερχόμενον πρὸς αὐτὸν ἔφη" ἴδε καὶ ὁ κακὸς καιρὸς μετὰ ιγʹ μηνῶν," πολλὰ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Κόσμου ἔτος υζʹ, τῆς θείας σαρκώσεως ζʹ, Ῥωμαίων βασιλεὺς Ἀλέξανδρος σὺν Κωνσταντίνῳ πορφυρογεννήτῳ υἱῷ Λέοντος, ἐνιαυτὸν αʹ ἡμέρας κθʹ. ὁ οὖν Ἀλέξανδρος ἀποστείλας εὐθὺς ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν καὶ ἐνεθρόνισεν αὐτόν, καταγα

Intertext edge

Open linked passage

Note