Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
716.1.1
γὼν Εὐθύμιον, ὃν καὶ εἰς τοῦ Ἀγαθοῦ ἐξορίσας μετ' ὀλίγας ἡμέρας εἰς Μαγναύραν ἤνεγκεν, καὶ σελέντιον καὶ σύνοδον ἐκεῖ ποιήσας, τὴν καθαίρεσιν αὐτοῦ ποιοῦσιν, ἀτίμως τίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου ἐκείνου ἀνδρὸς τὴν γενειάδα, καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες, ἃς ἡσύχως καὶ πράως ὁ ἱερὸς ποιμὴν οὗτος ὑπέμεινε. καὶ πάλιν ἐπέμφθη εἰς τοῦ Ἀγαθοῦ, ἔνθα καὶ τελευτήσας κατατίθεται ἐν τῇ αὐτοῦ μονῇ ἐν πόλει, εἰς τὰ Ψαμαθίου. τῷ δὲ κληρικῷ τῷ τίλαντι τὰς τρίχας τοῦ πατριάρχου συνέβη εὐθὺς ἐν τῷ ἐξορίζεσθαι τὸν ἅγιον, αὐτῇ τῇ ὥρᾳ, πυρίκαυστον γενέσθαι τὴν οἰκίαν αὐτοῦ ἐξ ἀοράτου πυρός. ἡ δὲ θυγάτηρ αὐτοῦ παντελεῖ ἐπιληψίᾳ ἐκρατήθη, μὴ δυναμένη χεῖρα ἢ στόμα ἢ ἄλλο τὸ οἱονοῦν μέρος κινεῖν ἢ φωνὴν ἀφιέναι· ἥτις καὶ κλινήρης οὖσα καὶ προσαιτὶς διήρκεσεν μέχρι Νικηφόρου βασιλέως τοῦ νικητοῦ. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος μηδὲν βασιλικὸν ἔργον δυνάμενος ποιῆσαι τοῖς κυνηγεσίοις καὶ τοῖς πονηροῖς ἔργοις ἀεὶ ἐσχόλαζε. τὸν δὲ τοῦ Λέοντος παῖδα πολλάκις εὐνουχίσαι βουληθεὶς διεσκεδάσθη παρὰ τῶν ὑπὸ τοῦ Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νήπιον ποτὲ δὲ ὡς ἀσθενοῦντα ὑποβαλλόντων. ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέρας μʹ, ὃν ἔλεγον ξιφίαν εἶναι καὶ αἱματοχυσίαν σημαίνειν ἐν τῇ πόλει ἐργάσεσθαι. οὗτος ὁ Ἀλέξανδρος πλάνοις καὶ γόησιν ἑαυ 717 τὸν ἐκδούς, τοῦ συάγρου τῷ στοιχείῳ, καθὼς αὐτὸν ἐκεῖνοι ἐδίδαξαν, τοῦ ἐν τῷ ἱππικῷ τὴν ζωὴν αὐτοῦ προσανακεῖσθαι ἔφασαν, τὸν χοιρώδη βίον ἐκείνου καὶ ἀνόητον ὑπεμφαίνοντες. τούτοις πεισθεὶς αἰδοῖον καὶ ὀδόντας τῷ χοίρῳ περιέθετο ὡς λιπομένους αὐτῷ· καὶ τῇ τούτων πλάνῃ πεποιθὼς ἱππικὸν ἐστόλισεν καὶ τῷ ζῳδίῳ φωταυγίαν ἐποίησεν. ὅθεν καὶ ἤρθη ἀπ' αὐτοῦ ἡ Χριστοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 2. Τοῦ μέντοι Ἱμερίου ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑποστρέψαντος, περιώρισεν αὐτὸν Ἀλέξανδρος ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λεγομένῃ Καλυπᾷ, ἀπειλήσας, ὡς ἐχθρὸν αὐτοῦ ὄντα ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. ὁ δὲ ἐκ θλίψεως πολλῆς ἀρρωστήσας ἐτελεύτησε. 3. Δηλοῖ Συμεὼν ὁ ἄρχων τῆς Βουλγαρίας τὰ περὶ εἰρήνης τῷ Ἀλεξάνδρῳ καὶ τοῦ φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι καθάπερ καὶ ἐπὶ Λέοντος τοῦ βασιλέως. ὁ δὲ ἀνοίᾳ καὶ ἀφροσύνῃ συγκρατούμενος ἀτίμως τοὺς πρέσβεις ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συμεὼν καταπλήσσων. διὸ καὶ κατὰ Χριστιανῶν ὁ Συμεὼν κινεῖται. 4. Ἀλέξανδρος ἀριστήσας ἐν τοῖς ὑπὸ κύνα καύμασι καὶ οἰνωθεὶς κατῆλθε σφαιρίσαι· καὶ ῥομφαίᾳ θεηλάτῳ πληγείς, αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων αὐτῷ φερομένου, μετὰ δύο ἡμέρας ἐτελεύτησε, καταλιπὼν Νικόλαον πατριάρχην, Στέφανον μάγιστρον καὶ Ἰωάννην ῥαίκτορα τὸν Ἑλλαδᾶ ἐπιτρό 718 πους, τὴν δὲ βασιλείαν Κωνσταντίνῳ τῷ υἱῷ Λέοντος. τελευτήσας δὲ τίθεται μετὰ Βασιλείου τοῦ πατρὸς αὐτοῦ. Κόσμου ἔτος υηʹ, τῆς θείας σαρκώσεως ηʹ, Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ὁ πορφυρογέννητος ἔτη μηʹ. τελευτήσαντος γὰρ τοῦ πατρὸς αὐτοῦ Λέοντος ἑπταετὴς ὢν καταλιμπάνεται ὑπὸ Ἀλεξάνδρου θείου αὐτοῦ ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν ἐπὶ τῶν αὐτῶν ἐπιτρόπων σὺν τῇ μητρὶ ἔτη ζʹ, καὶ ἅμα Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἔτη κ ʹ, μονοκρατορεῖ δὲ ἔτη ιεʹ, ὡς εἶναι πάντα τὸν χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη μηʹ. λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικόλαος, ἅτε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τοῖς μαγίστροις Στεφάνῳ καὶ Ἰωάννῃ τῷ Ἑλλαδᾷ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα πᾶσαν εἶχε τῶν τῆς βασιλείας ἀνηκόντων πραγμάτων ὁσημέραι. 2. Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης, δηλοῦται Κωνσταντίνῳ Δουκὶ δομεστίκῳ τυγχάνοντι τῶν σχολῶν παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων, φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουνεχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν κυβερνᾶν, εἰσελθεῖν καὶ ταύτης ἐγκρατὴς γενέσθαι ἀπονητί. ὁ δὲ ἅτε καὶ πρότερον αὐτῆς ἐφιέμενος, ὡς εἶχε τάχους ἅμα τῶν ἐκκρίτων τοῦ ὑπ' αὐτὸν στρατεύματος καταλαμβάνων τὴν βασιλεύουσαν, ἱκανῶν ὄν 719 των, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νικήτας δὲ ἀσηκρῆτις, ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονώς, τὴν Κωνσταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ καὶ μοναχῷ τῷ Ἐλαδικῷ κατεμήνυσεν. καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν Δοῦκαν Κωνσταντῖνον παρεγένοντο· καὶ ἅμα πρωΐ, οὔπω τῆς ἡμέρας καταλαβούσης ἀλλ' ἔτι σκοτίας οὔσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ ἱπποδρόμου πύλην καταλαβόντες, Κωνσταντῖνον εὐφήμουν βασιλέα ἐν τῷ ἱππικῷ. ἔνθα δὴ ὁ τούτου ἱπποκόμος λογχευθεὶς παρὰ τῶν ἔσωθεν τῶν τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. μὴ δεχθεὶς οὖν ἐκεῖσε ὁ Κωνσταντῖνος ἀλλ' ἀποσοβηθείς, ὥσπερ ἐκβακχευθεὶς ὑπό τινος δαίμονος καὶ μὴ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασιλείας ἔρωτι, ἐν τῷ ἱπποδρόμῳ ἀνεχώρησε στυγνός τε καὶ κατηφής, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. ἐκεῖθεν ἧκε μέχρι Χαλκῆς· καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς Χαλκῆς εἰσεληλυθὼς μέχρι τῶν σκουταρίων παρεγένετο. ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκλογὴν τῶν τῆς ἑταιρείας καὶ τῶν ἄλλων ποιούμενος, μεθ' ὅπλων τούτους ἀπέστειλεν κατὰ τοῦ Δουκός. ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς, πολλοὶ ἐξ ἀμφοτέρων τῶν μερῶν ἔπεσον, καὶ τοσοῦτοι ὡς τὸν τόπον ἐνλιμνασθῆναι τῷ αἵματι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς 720 τοῦ Δουκὸς καὶ Μιχαὴλ ἐξάδελφος αὐτοῦ καὶ Κουρτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμενίων. ταῦτα ὁ Δοὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τὸν ἵππον ἐξήλαυνεν· ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις ἐνολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν, καί τις αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀπέτεμεν· ἥτις τῷ βασιλεῖ προσενήνεκτο καταφανὴς ἅπασιν τῆς ἀπάτης εἰς ἀποτροπήν. 3. Τὸ δὲ τοιοῦτον αὐτοῦ ἐγχείρημα κατά τινα καὶ ἄλλον τρόπον ἐδεδήλωτο. Νικόλαος γάρ τις τὰ ἐν Χαλδίᾳ τῶν δημοσίων εἰσπράξεων πεπιστευμένος εἰς Συρίαν ἀφίκετο, τῆς καθ' ἡμᾶς εὐσεβείας ἔξαρνος γεγονώς, καὶ ἀστρολογίας ἢ ἀστρονομίας τινὸς μᾶλλον μεταπεποίητο. οὗτος ἐν μελανεμβαφεῖ γράψας ὑφάσματι ἀπεστάλκει τοῦτο πρὸς τὸν λογοθέτην Θωμᾶν· οὗ δὴ ῥυφθέντος παρὰ Μανουὴλ τοῦ τῶν Ἀγαρηνῶν ἑρμηνέως ἐν ὕδατι τὰ ἐν αὐτῷ πεφανέρωται γράμματα, οὕτω διαγορεύοντα" μὴ φοβήθητι ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθὺς ὀλοθρευθήσεται." 4. Τούτων οὕτω τελεσθέντων, Γρηγορᾶς τούτου πενθερὸς μετὰ Λέοντος, ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἐκκλησίᾳ προσέφυγον, οὓς καὶ βίᾳ ἐκεῖθεν ἀποσπάσαντες ἀπέκειραν ἐν τῇ τῶν Στουδίου. Κωνσταντῖνον δὲ τὸν Ἑλλαδικὸν βουνεύροις τύψαντες μετὰ ῥάσου καὶ ὄνου ἐθριάμβευσαν καὶ ἐν τῇ τῶν Δαλμάτων καταδίκῃ ἔγκλειστον πεποιήκασι. καὶ 721 ἄλλους μὲν τυφλώσαντες ἐξώρισαν, καὶ ἑτέρους ἀπεκεφάλισαν· τοὺς δὲ τοῦ φοσσάτου, ἀνδρείους καὶ καλοὺς ὄντας καὶ πολλούς, ἀπὸ τοῦ Δαμαλίου μέχρι τοῦ Λευκατίου πάντας ἀνεσκολόπισαν. πολλοὺς δὲ καὶ ἄλλους οἱ λεγόμενοι ἐπίτροποι ἀπώλεσαν ἄν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες ὅτι παιδὸς ὄντος τοῦ βασιλέως πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε τοιαῦτα διαπράττεσθαι; τὴν οὖν γυναῖκα τοῦ Δουκὸς ἀποκείραντες καὶ τὸν υἱὸν αὐτοῦ εὐνουχίσαντες ἐν Παφλαγονίᾳ αὐτοὺς εἰς τὸν οἶκον αὐτῶν ἀπέστειλαν. 5. Τῷ δὲ Αὐγούστῳ μηνὶ Συμεὼν ὁ Βούλγαρος σὺν ὄχλῳ βαρεῖ κατέλαβε τὴν Κωνσταντινούπολιν, καὶ χάρακα περιέβαλεν ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἐλπίσι μετέωρος ὤν· ἀπειρότητι δὲ τῇ ἐκ τοῦ πλήθους καὶ τῶν ὅπλων καὶ τῶν περιβόλων ἀσφαλείᾳ τῶν ἐλπίδων ἀποσφαλεὶς ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμένων, δώροις τε ἀμέτροις καὶ μεγίστοις φιλοφρονηθέντες Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν. 6. Τοῦ οὖν βασιλέως Κωνσταντίνου παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος (ἤδη γὰρ ταύτην κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι πάλιν αὐτήν. καὶ περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους· καὶ τῇ βουλῇ Ἰωάννου τοῦ Ἑλλαδᾶ καταβιβάζει τοὺς οἰ 722 κείους Ἀλεξάνδρου τοῦ βασιλέως ἤγουν Ἰωάννην τὸν ῥαίκτορα καὶ τὸν Γαβριηλόπουλον καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ Ζωὴ ἡ Αὐγοῦστα Θεοφύλακτον τὸν Δομηνίκου ἑταιρειάρχην. Ἰωάννης δὲ μάγιστρος ὁ Ἑλλαδᾶς νοσήσας τελευτᾷ. συμβουλῇ δὲ Θεοφυλάκτου ἑταιρειάρχου Ζωὴ καταβιβάζει μετ' ὀργῆς ἀπὸ τοῦ παλατίου Νικόλαον πατριάρχην, τῆς ἰδίας ἐκκλησίας περιποιεῖσθαι καὶ φροντίζειν εἰποῦσα. μετ' οὐ πολὺ δὲ Κωνσταντῖνος παρακοιμώμενος διαβάλλει πρὸς Ζωὴν τὸν ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν ἀδελφὸν αὐτοῦ. προφασιστικῶς οὖν πατρίκιον αὐτὸν ποιήσαντες, ἐπεὶ κατῆλθεν ἐν τῇ ἐκκλησίᾳ ὡς ἔθος ἐστὶ λαβεῖν εὐχήν, οἴκοι τοῦτον μένειν παρεκελεύσατο. προεβάλετο δὲ Ζωὴ ἑταιρειάρχην Ἰωάννην τὸν Γαριδᾶν καὶ δρουγγάριον τῆς βίγλης Δαμιανὸν εὐνοῦχον. 7. Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην ληιζομένου, ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς πατρίκιος γενέσθαι καὶ κατ' αὐτοῦ τοὺς Πατζινάκους ἀγαγεῖν· δῶρά τε λαβὼν ἀπῆλθε, καὶ ὁμήρους ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων περᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι.