Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
751.1.1
τῶν." τότε ἀκούσαντες ἐκεῖνοι θυμοῦ ἐπλήσθησαν καὶ κατ' αὐτοῦ ἐβουλεύοντο. ὅθεν δὴ καὶ τοῦ παλατίου κατάγουσι τὸν πατέρα αὐτῶν καὶ ἐν τῇ νήσῳ ἐξορίζουσιν. ἀλλὰ δὴ καὶ πάλιν αὐτὸν εἶχεν ἐκεῖ Ῥωμανὸς ὁ βασιλεὺς τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. συνῆν τούτῳ καὶ Πολύευκτος ὁ εὐλαβέστατος μοναχός, τὰ εἰκότα παραμυθούμενος, ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος αὐτὸς πατριάρχης Κωνσταντινουπόλεως ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως προχειρίζεται. εἰσοικίζεται δὲ καὶ οὗτος παρὰ Σεργίου τοῦ εἰρημένου εὐλαβεστάτου μοναχοῦ Ῥωμανῷ τῷ βασιλεῖ τρόπῳ τοιῷδε. τοῦ πατριάρχου Θεοφυλάκτου τοῦ υἱοῦ αὐτοῦ συχνοτέρως νοσοῦντος, παρεκάλει Ῥωμανὸς τὸν Σέργιον γενέσθαι πατριάρχην. ὁ δὲ ἀπὸ ψυχῆς τοῦτο ἀπαρνούμενος ἐπὶ πολλὰς ἡμέρας ἠναγκάζετο. καί ποτέ φησιν" ἔχω, δέσποτα, εἰ θέλεις, πατριάρχην, ἄνδρα εὐλαβῆ καὶ χρησιμεύοντα, ἀλλὰ μὴν καὶ σοφὸν εἰς τὴν τοιαύτην ἀξίαν." ὁ δὲ" ἂς ἴδω αὐτόν." ἔρχεται μετὰ τοῦ Σεργίου καὶ ὁ Πολύευκτος· καὶ ὡς εἰσῆλθον ἀμφότεροι εἰς τὸν βασιλέα, αὐτὸς μὲν ὁ βασιλεὺς καθέζεται ἐπὶ τῆς κλίνης, συγκαθέζεται δὲ αὐτῷ καὶ ὁ Σέργιος· τὸν δὲ Πολύευκτον εἰς σκάμνον ἐκάθισαν. ἐρωτᾷ ὁ βασιλεὺς χρήσιμόν τι γραφικὸν τῷ Πολυεύκτῳ, σκοπῶν ἐπὶ τὸ ἀκοῦσαι ποσῶς τὴν λαλιὰν αὐτοῦ, ὡς ἔθος τοῖς ἀνθρώποις. ὁ δὲ ὀξύθυμος ὢν αὐστηρῶς πως καὶ ἀποφαντικῶς ἀπεκρίθη τραχείᾳ τῇ φωνῇ" ὁ καθεζόμενος μετὰ τῆς βασιλείας σου ἐν τῇ κλίνῃ σου ἑρμηνευσάτω 752 αὐτός." καὶ ὁ μὲν βασιλεὺς εὐθὺς τὸν λόγον ὡς φθόνου βέλος ἐν τῇ καρδίᾳ δεξάμενος· ὁ δὲ μακαρίτης Σέργιος τῷ φυσικῷ φρονήματι τὸν λόγον ὑπαμβλῦναι θέλων ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας Πολυεύκτου, καὶ" εὖξαι ὑπὲρ ἐμοῦ, πάτερ ἅγιε" λέγει," ὅτι τοσαύτας ἡμέρας ἀτακτῶν οὐκ ᾐσθανόμην." τοῦ δὲ βασιλέως πυθομένου" διὰ τί οὕτως ἐποίησας;" ἔφη" ὅτι οὕτως ὀφείλει ποιεῖν ὁ προϊστάμενος, καὶ μάλιστα ἐκκλησίας, καὶ μὴ κατὰ προσωποληψίαν τι ποιεῖν." ἔκτοτε οὖν οὐκ ἐπείσθη ἐν τῇ κλίνῃ τοῦ βασιλέως τὸ σύνολον καθεσθῆναι. 53. Στέφανος τοίνυν ὁ υἱὸς Ῥωμανοῦ ἐπαναστὰς τῷ πατρί, συμβούλοις τε χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ καὶ Βασιλείῳ τῷ λεγομένῳ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν λοιπῶν βασιλέων, ἐπεὶ μακρῷ γήρει καὶ νόσῳ τρυχόμενον εἶδεν, καὶ τὰ τῆς βασιλείας κατὰ διαθήκας ἀπακριβωσάμενον (καὶ ἄνακτα πρῶτον τὸν πορφυρογέννητον Κωνσταντῖνον προσδιωρίσατο καὶ καθεξῆς ἐν δευτέρῳ καὶ τρίτῳ τοὺς τούτου υἱοὺς) καὶ πρὸς αὐτοὺς ῥητῶς ἐξασφαλισάμενον ὡς εἴπερ τῷ πρώτῳ βασιλεῖ κατά τι πταίσειαν, καθαιρεῖσθαι παραυτίκα τῆς βασιλείας, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν. 753 Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρός, μηνὶ Δεκεμβρίῳ κʹ, ἰνδικτιῶνος γʹ, ἐν ἔτει υνδʹ. ὃς παραυτίκα Βάρδαν τὸν Φωκᾶν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν προχειρίζεται, καὶ Κωνσταντῖνον ναυμαχίας ἡγήτορα, καὶ στρατιάρχας τινὰς τῶν εὐχρήστων. τὸν δὲ Πετεινὸν πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίηκε, τὸν δὲ Κουρτίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλας, οὕστινας ὁ θεὸς συντόμως ἐπεξῆλθεν ὡς εἰς χριστὸν κυρίου παροινήσαντας· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες, ὡς ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ τὸν βίον ἀπέρρηξαν. 2. Μετὰ δὲ μʹ ἡμέρας Κωνσταντῖνος ὁ πορφυρογέννητος ὑποπτεύσας Στέφανον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους, μή ποτε καὶ κατ' αὐτοῦ τὰ ὅμοια διαπράξωνται, ὅπερ ἦν εἰκός, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσονται; λέγεται γὰρ ὅτι φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. τῶν ὁμαιμόνων τί γίνεται; ἑστιάσας αὐτοὺς καὶ φιλοφρονήσας, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν ἀνήρπασαν τούτους οἱ πρὸς τοῦτο εὐτρεπισμένοι, καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς περιώρισαν κληρικοὺς ποιήσαντες. μετ' ὀλίγον δὲ τὸν ἴδιον πατέρα αὐτῶν αἰτησάμενοι ἰδεῖν μοναχὸν ὄντα, πένθει ἀφορήτῳ κατεχόμενοι. ὁ δὲ ὁμοίως ὀδυρόμενος πρὸς αὐτοὺς ἐφθέγξατο" υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν." εἶθ' οὕτως ἐξορίζονται, ὁ μὲν Στέφανος εἰς Προικόνησον, εἶτα εἰς Ῥόδον, ἔπειτα εἰς Μιτυ 754 λήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην· ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας παρὰ τῶν φυλασσόντων αὐτὸν σφάζεται. Μιχαὴλ δὲ τὸν τοῦ βασιλέως Χριστοφόρου υἱόν, τὰ βασιλικὰ πέδιλα ἀφελόμενος, κληρικὸν ἐποίησεν Θεοφύλακτος ὁ πατριάρχης. ὁμοίως καὶ Θεοφάνην πατρίκιον καὶ παρακοιμώμενον ἐξώρισε, καὶ Γεώργιον πρωτοσπαθάριον καὶ πιγκέρναν καὶ Θωμᾶν πριμικήριον, οὓς δείρας καὶ κουρεύσας καὶ θριαμβεύσας ἐξώρισεν διὰ τὸ φωραθῆναι αὐτοὺς καιροσκοπεῖν τοῦ εἰσαγαγεῖν πάλιν τὸν Ῥωμανὸν ἐν τῷ παλατίῳ. 3. Τῷ Δεκεμβρίῳ μηνί, τῆς ʹ ἰνδικτιῶνος, ἐπιβουλῆς γενομένης εἰς τὸ τὸν Στέφανον ἐκ τῆς νήσου ἀγαγεῖν ἐν τῷ παλατίῳ, ἐπεὶ παρὰ Μιχαὴλ τοῦ Διαβολίνου ἐμηνύθη, πάντων κρατηθέντων τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμε, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλεν καὶ ὄνοις ἐπικαθίσας καὶ θριαμβεύσας ἐξώρισεν. 4. Τῇ δὲ κεʹ τοῦ Ἰουλίου μηνός, τῆς ʹ ἰνδικτιῶνος, Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ τελευτᾷ, καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. (5) μετὰ γοῦν τὸ μόνον καταλειφθῆναι τὸν αὐτοκράτορα Κωνσταντῖνον, προεχειρίσατο Βασίλειον τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυσικὸν υἱὸν Ῥωμανοῦ τοῦ πρὸ αὐτοῦ βασιλέως, πατρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. οὗτος δὲ ἦν ἐχέφρων καὶ λόγιος, καὶ τῷ βασιλεῖ ἐν πᾶσιν ὑπηρετῶν 755 αἰσίως καὶ πρεπόντως. τότε καὶ ὁ πατριάρχης Θεοφύλακτος ἀρρωστήσας καὶ ὑπ' αὐτῆς κυριευθεὶς ἐτελεύτησεν, κρατήσας τῆς ἐκκλησίας ἔτη κδʹ. χειροτονεῖται δὲ ἀντ' αὐτοῦ ὁ ἀνωτέρω εἰρημένος Πολύευκτος μοναχός, τίμιος ἀνὴρ καὶ ἁγιώτατος. 6. Τότε καὶ ἀποστολικῶν ἐσθήτων ἀποκεκρυμμένων ἔν τινι γωνίᾳ τῆς πόλεως δηλωθεισῶν τῷ βασιλεῖ, μετὰ πάσης τιμῆς καὶ δοξολογίας ἀνελόμενος αὐτάς, τῷ μεγάλῳ τῶν ἁγίων ἀποστόλων ἀπεθησαύρισε ναῷ. καὶ τὰ λείψανα τοῦ θεολόγου Γρηγορίου, ἃ καὶ μερισθέντα τὰ μὲν ἐν τῷ σηκῷ τῶν ἁγίων ἀποστόλων ἐτέθησαν, τὰ δὲ ἐν τῷ ναῷ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. 7. Ὁ τοίνυν βασιλεὺς διὰ τὸ τὸν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν, Βάρδαν τὸν Φωκᾶν λεγόμενον, εἰς γῆρας ἐλάσαι καὶ ἀδυνάτως πρὸς τοὺς κόπους ἔχειν. τοῦ δομεστικάτου ἀποκινεῖ, καὶ ἀντ' αὐτοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν τῶν ἀνατολικῶν, τὸν υἱὸν αὐτοῦ. ὡσαύτως καὶ πατρίκιον Λέοντα, τὸν τούτου αὐτάδελφον, στρατηγὸν τῶν δυτικῶν προχειρίζεται. γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Θωμᾶ, ὡς καῆναι τὸν ἔμβολον τὸν πρὸς τὴν Σιδηρᾶν πόρταν. 8. Ἰστέον δὲ ὅτι τῷ ιδʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ πορφυρογεννήτου (δεκαπέντε γὰρ ἐκράτησεν) ἐγεννήθη ὁ βασιλεὺς Βασίλειος ὁ ἔκγονος αὐτοῦ, υἱὸς δὲ Ῥωμανοῦ τοῦ υἱοῦ αὐτοῦ. τῶν δὲ Τούρκων καταδραμόντων μέχρι τῆς πόλεως ἐν τῇ ἑορτῇ 756 τοῦ πάσχα, καὶ ληϊσαμένων πᾶσαν τὴν Θρᾴκην, καὶ πραῖδαν πολλὴν λαβόντες, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν ἐξκουβίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελλαρίων καὶ τοῦ Ὀψικίου καὶ Θρακησίου κατὰ πόδας αὐτῶν ἐξαπέστειλεν· οἳ καὶ νυκτὸς ἐπιπεσόντες κατέσφαξαν αὐτούς, λαβόντες καὶ τὴν πραῖδαν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν. 9. Φασὶ δὲ ὅτι εἰς τὴν γέννησιν τοῦ πορφυρογεννήτου λαμπρὸς ἀστὴρ ἐφάνη ἐπὶ ἡμέρας μʹ, καὶ πάλιν ἐπὶ τῇ κοιμήσει καὶ ἐξόδῳ αὐτοῦ ἀστέρα φανῆναι ἀμαυρὸν ἔχοντα φῶς. τελευτᾷ οὖν νοσήσας, πεποιηκὼς βασιλέα τὸν υἱὸν αὐτοῦ Ῥωμανόν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων μετὰ Λέοντος βασιλέως τοῦ πατρὸς αὐτοῦ. ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευκὸς τὴν χροιάν, εὐόφθαλμος, χαροποὺς ἔχων τοὺς ὀφθαλμούς, γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσωπος, μακροτράχηλος, εὐρὺς τοὺς ὤμους, φιλοτράπεζος, φίλοινος, ἡδὺς τοῖς λόγοις. ἔζησε δὲ χρόνους νεʹ, καὶ ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιεʹ, ἰνδικτιῶνος ʹ, ἔτους υν ʹ, καταλείψας αὐτοκράτορα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ μεθ' Ἑλένης τῆς μητρὸς αὐτοῦ. Κόσμου ἔτος υν ʹ, θείας σαρκώσεως ἔτει ν ʹ, Ῥωμαίων βασιλεὺς Ῥωμανὸς ἔτη γʹ μῆνας γʹ ἡμέρας εʹ. ἦν δὲ τὴν ἡλικίαν 757 νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, χαροπός, γλυκὺς τοῖς ῥήμασιν, ὄρθιος ὡς κυπάρισσος, εὐρὺς τοὺς ὤμους, ἥσυχος καὶ προσηνής. καταλειφθεὶς δὲ αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ Κωνσταντίνου τοῦ πορφυρογεννήτου ἐτῶν ὢν καʹ, σὺν Βασιλείῳ τῷ υἱῷ αὐτοῦ ἐνιαυσιαίῳ ὄντι καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ τῇ συνεύνῳ αὐτοῦ Θεοφανῷ. καὶ παρευθὺ τοὺς ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ ἐν ἀξιώμασι μεγίστοις ὑπερανεβίβασε καὶ δώροις καταπλουτίσας τοῦ παλατίου κατήγαγεν, ἐξελέξατο δὲ καὶ προέκρινε παραδυναστεύοντας καὶ πρώτους τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον καὶ δρουγγάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον ἐποίησεν· τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην τὸν Χοινὸν πατρίκιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο, τὸν δὲ πρωτοσπαθάριον Σισίνιον τὸν ἀπὸ σακελλίου ἔπαρχον πόλεως ἐχειροτόνησεν καὶ μετὰ βραχὺ πατρίκιον καὶ γενικὸν λογοθέτην. τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ζωὴν καὶ Θεοδώραν [̓ Αγάθην] καὶ Θεοφανῶ καὶ ἄνναν, ἀπὸ τῶν βασιλικῶν κατήγαγε δόμων, καὶ εἰς τὸν βασιλικὸν οἶκον τὸν λεγόμενον Κανικλείου, ἐν ᾧ καὶ Σοφία Αὐγοῦστα ἡ τοῦ Χριστοφόρου βασιλέως γαμετὴ ἦν ἀποκεκαρμένη, ἐπήγαγεν, καὶ μετὰ διίππευσιν ἡμερῶν εἰς τὸ Ἀντιόχου ἐκλήρωσεν. τὴν δὲ Ἀγάθην εἰς τὸ ἱδρυνθὲν φροντιστήριον παρὰ Ῥωμανοῦ τοῦ βασιλέως καὶ πάππου αὐτοῦ ἀπέστειλεν, καὶ διωρίσατο χορηγεῖσθαι αὐταῖς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. τὸν δὲ δομέστικον τῶν σχολῶν καὶ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν μάγιστρον ἐτίμησεν καὶ ἐν τῇ ἀνατολῇ ἐξέπεμψεν. ὡσαύτως καὶ 758 τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον Λέοντα μάγιστρον καὶ δομέστικον τῆς δύσεως ἐποίησεν. καὶ αὐτὸς ἦν εὐφραινόμενος ἐν κυνηγίοις καὶ θήραις δι' ὅλου ἁβροδίαιτος τυγχάνων. ἐγέννησε καὶ ἕτερον υἱὸν μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Κωνσταντῖνον αὐτὸν ὠνόμασεν· ὃς καὶ μετ' οὐ πολὺ ἐστέφθη παρὰ Πολυεύκτου πατριάρχου ἐν τῷ ἄμβωνι τῆς ἁγίας Σοφίας. ἡ δὲ Αὐγοῦστα Ἑλένη ἐν τῷ παλατίῳ συνῆν τῷ βασιλεῖ, ἕως ἀρρωστήσασα κατὰ τὴν ιθʹ τοῦ Σεπτεμβρίου μηνὸς τέθνηκεν· καὶ κατετέθη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτῆς, Ῥωμανοῦ τοῦ βασιλέως, ἐν λάρνακι πλησίον τοῦ πατρὸς αὐτῆς. 2. Τὸν δὲ μάγιστρον καὶ δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὁ βασιλεὺς μετὰ στρατείας πολλῆς καὶ ἐξοπλίσεως πλοίων πολεμικῶν καὶ ὑγροῦ πυρὸς εἰς τὴν Κρήτην ἀπέστειλεν, ἥτις ὑπὸ Ῥωμαίους μὲν ἦν τὸ πρότερον, ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Τραυλοῦ τοῦ πατρὸς Θεοφίλου ἐκρατήθη ὑπὸ τῶν ἀπὸ Ἱσπανίας ἀνελθόντων Σαρακηνῶν διὰ τὸ τηνικαῦτα ἀσχολεῖσθαι τὰ Ῥωμαϊκὰ στρατεύματα εἰς τὴν τυραννίδα καὶ στάσιν τοῦ ἀντάρτου Μωροθωμᾶ τοῦ συντρόφου Μιχαήλ, ὡς γενέσθαι τὴν ταύτης νήσου κράτησιν, ἕως τῆς ἡμέρας ἧς πάλιν ἐπορθήθη παρὰ Νικηφόρου μαγίστρου καὶ δομεστίκου Φωκᾶ, ἔτη ρνηʹ. ὑπῆρχον δὲ χελάνδια μετὰ τοῦ ὑγροῦ πυρὸς βʹ, δρόμωνες αʹ, καράβια καματηρὰ σιτάριν ἔχοντα καὶ ὅπλα πολεμικὰ τξʹ. ἀπάρας οὖν τῆς βασιλίδος Νικηφόρος ὁ δομέστικος, καὶ τὰ Φύγελα καταλαβών, ἐφρόντιζεν 759 ὅπως ὁ σύμπας στόλος αὐτῷ ἐπὶ τὸ αὐτὸ εἴη καὶ προσορμίζοιτο. σπουδῇ οὖν τὴν νῆσον καταλαμβάνουσιν· καὶ ἀποβάντων τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασαν. τούτων οὕτως παρακαθεζομένων τῇ νήσῳ, καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύους γενομένου, καὶ τῶν σιτίων δαπανηθέντων, καταναρκήσαντες οἱ τοῦ στρατοῦ οἴκαδε ἠβουλήθησαν ἀναστρέψαι. ὁ δὲ συνετώτατος Νικηφόρος καὶ δοὺξ τῇ τῶν λόγων ἡδύτητι τούτους κατέσχεν. μαθὼν οὖν ὁ βασιλεὺς τὴν ἔνδειαν τοῦ στρατοῦ ἐπισιτισμὸν παντοίων τροφῶν αὐτοῖς ἀπέστειλεν. κατὰ δὲ τὸν Μάρτιον μῆνα πολεμοῦ κροτηθέντος σφοδροῦ καὶ καρτερᾶς μάχης γενομένης παρέλαβον οἱ Ῥωμαῖοι τὸ κάστρον. 3. Ἐν δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ βʹ ἔτους τῆς βασιλείας Ῥωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐπράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μόδιοι δʹ, ἡ δὲ κριθὴ μόδιοι ʹ. οὐ πολὺς οὖν χρόνος παρῆλθε, καὶ εὐθὺς γέγονεν ὁ σῖτος μόδιοι ηʹ, ἡ δὲ κριθὴ μόδιοι ιβʹ. 4. Τῷ δὲ Μαρτίῳ μηνὶ κατηγορήθη Βασίλειος ὁ Πετεινὸς ὑπό τινων ὡς τῆς βασιλείας ἐφιέμενος· ὅστις ἐν ἐξορίᾳ παρεπέμφθη, ἐν ᾗ καὶ τελευτᾷ. ὁ δὲ βασιλεὺς μαθὼν τὴν τῆς Κρήτης ἅλωσιν ἐδόξασε τὸν θεόν. μετ' οὐ πολὺ δὲ καὶ ὁ δομέστικος τῶν σχολῶν Νικηφόρος κελεύσει τοῦ βασιλέως πρὸς τὴν πόλιν εἰσῆλθεν, καὶ μετὰ τῶν λαφύρων καὶ τῆς αἰχμαλωσίας ἦλθε πεζῇ ἀπὸ τοῦ οἴκου αὐτοῦ εἰς τὸ ἱπποδρόμιον, ἅμα τῷ ἀμηρᾷ Κρήτης τοῦ λεγομένου Κουροπαλάτου καὶ πάντων τῶν συγγενῶν αὐτοῦ, στολὰς 760 λευκὰς περιβεβλημένων πάντων τῶν Σαρακηνῶν. καὶ ὁ μὲν μάγιστρος τιμῶν καὶ γερῶν μεγάλων ἠξιώθη παρὰ τοῦ αὐτοκράτορος, ὁ ἀμηρᾶς δὲ πλεῖστα δῶρα καὶ χρυσὸν καὶ ἄργυρον παρὰ τοῦ βασιλέως λαβὼν σὺν τοῖς τέκνοις αὐτοῦ εἰς χωρία οἰκεῖν συνεχωρήθη. εἰς δὲ τὴν σύγκλητον οὐκ ἀνεβιβάσθη διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς βαπτισθῆναι. ὁ δὲ βασιλεὺς Ῥωμανὸς Νικηφόρον τὸν μάγιστρον αὖθις κατὰ τὴν ἑῴαν ἐξαπέστειλεν κατὰ τοῦ ἀλαζόνος Χαμβδᾶ. ὁ δὲ ἀπελθὼν πρῶτον μὲν τὸν Χέλεπε κάστρον παρέλαβε, ἐξ οὗ καὶ λαφύρων πολλὴ γίνεται συναγωγή.