Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/symeon-magistrus" aria-label="More works by Symeon Magistrus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ ῥώμῃ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων· ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέρων κρατοῦντα ταῖς χερσὶ τῇ ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μεταγαγεῖν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τῇ βίᾳ 723 τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν. 9. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ, Παγκρατούκας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν προδέδωκεν. μετ' οὐ πολὺ δὲ ἀπεστάλη Βασίλειος ὁ πατρίκιος μετὰ δώρων πολλῶν, καὶ ἔλαβεν αὐτήν. ἦλθε δὲ καὶ Δαμιανὸς ὁ ἀμηρᾶς μετὰ στόλου εἰς Στρόβηλον, καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, καὶ ἀπεστράφησαν οἱ Σαρακηνοὶ διακενῆς. οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσωτίαν καὶ ἀπληστίαν μὴ ἐνεγκόντες, ἔνδον τοῦ ἐν Ἀθήναις ναοῦ λίθοις βαλόντες ἀνεῖλον. 10. Τὴν κατὰ Χριστιανῶν ἔπαρσιν τοῦ Συμεὼν βλέπουσα Ζωὴ βουλεύεται μετὰ τῶν ἐν τέλει ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ καταπολεμῆσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν τῇ Συρίᾳ πρὸς τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδηνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς. τὰ θέματα δὲ πάντα φιλοτιμησαμένη πρὸς τὴν Θρᾴκην διεπέρασεν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τυγχάνοντος, ᾧ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. οἱ οὖν στρατηγοὶ καὶ ἄρχοντες πάντες τὴν εἰς ἀλλήλους ὁμόνοιαν ἐπισφίγγοντες ἐν τοῖς τιμίοις ξύλοις ὤμοσαν 724 καὶ τοῦ ὅρκου γενομένου πανστρατεὶ ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων. συνῆν δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λὶψ Λεόντιος σύμβουλος αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσιν ὤν. μηνὶ δὲ Αὐγούστῳ κʹ ἐπινεμήσεως εʹ ὁ πόλεμος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελώῳ ποταμῷ συγκεκρότηται· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, γίνεται σφαγὴ οἵα ἐξ αἰῶνος οὐ γέγονεν· Λέων δὲ ὁ Δοὺξ ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. ἀπεστάλη δὲ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζινάκους, ὡς εἴρηται, κελευσθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι. εἰς μάχας δὲ ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζινάκοι στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. τοῦ δὲ πολέμου ἤδη τέλος λαβόντος, καὶ ὑποστρέψαντος ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, κατ' αὐτῶν ἐκίνησεν ἡ πόλις, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν ὥστε τὴν τῶν ὀφθαλμῶν στέρησιν καταδικασθῆναι, ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπερᾶσαι τοὺς Πατζινάκους μηδὲ τοὺς φεύγοντας Ῥωμαίους ἐν τοῖς πλοίοις ὑπο 725 δέξασθαι. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου πατρικίου τοῦ Γογγύλη καὶ Στεφάνου μαγίστρου πολλὰ δυναμένων παρὰ τῇ Αὐγούστῃ τὰ τῆς καταδίκης ἀνετράπη. 11. Τῶν δὲ Βουλγάρων μέχρι τῆς πόλεως ἐκστρατευσάντων ἐξῆλθε Λέων ὁ δοὺξ τῶν σχολῶν καὶ Νικόλαος ὁ υἱὸς αὐτοῦ καὶ Ἰωάννης ἑταιρειάρχης εἰς Κατασύρτας ἅμα πλείστῳ λαῷ· καὶ τῇ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγάρων πάντες ἄρδην ἀπώλοντο. 12. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός, ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκε τῷ βασιλεῖ Κωνσταντίνῳ προσλαβέσθαι Ῥωμανὸν τὸν δρουγγάριον ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ καὶ διαφυλάττῃ αὐτόν, καὶ σύμμαχον ἔχῃ καὶ βοηθὸν ἐν οἷς ἂν δέῃ. πολλάκις γὰρ περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. αὐτοχείρως οὖν ὁ βασιλεὺς Κωνσταντῖνος γραμματεῖον ποιήσας τῷ Ῥωμανῷ ἔπεμψε κατὰ τοῦ παρακοιμωμένου. τῆς φήμης οὖν ταύτης διαθεούσης, καὶ τοῦ παρακοιμωμένου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐτὸς προεφασίζετο ἀδυνάτως ἔχειν τοῦ ἀποπλεῖν, μὴ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος. ὁ παρακοιμώμενος Κωνσταντῖνος καταναγκάζων αὐτὸν ἐν τῇ ἐξαρτύσει ἔξεισιν. ὁ δὲ τοῦτον δουλικῷ τῷ σχήματι προυπήντησεν, καὶ πλησίον αὐτοῦ γενόμενος ἀνήρπασεν αὐτόν, καὶ 726" ἄρατε αὐτόν" ἐφώνησεν· καὶ οἱ σὺν αὐτῷ τοῦτον εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ εἶχον. Κωνσταντῖνος δὲ ὁ βασιλεὺς τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς εἰς ἑαυτὸν ἐπισπώμενος, τῇ ἐπαύριον ἀπέστειλεν Ἰωάννην τὸν Τουβάκην τὴν Αὐγούσταν Ζωὴν ἀπὸ τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν μητρικὴν καὶ οἶκτον ἐκίνησεν· καὶ" ἐάσατε" εἶπεν" εἶναι μετ' ἐμοῦ τὴν μητέρα." οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην ἀφῆκαν. προβάλλεται δὲ ὁ βασιλεὺς μετὰ τῆς συμβουλῆς τοῦ πατριάρχου Ἰωάννην τὸν Γαριδᾶν δομέστικον τῶν σχολῶν· ἐδεδίει γὰρ μὴ εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. ὁ δὲ οὐ κατένευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον τὸν γυναικάδελφον αὐτοῦ τὸν Ζουφινέξερον καὶ Συμεὼν τὸν υἱὸν αὐτοῦ προεβάλοντο ἑταιρειάρχας. εὐθὺς οὖν ἐξῆλθεν πρὸς Ῥωμανόν, καὶ ὅρκους δοὺς καὶ λαβὼν σύμφρων αὐτοῦ καὶ σύμπνους ἐγένετο. (13) τῇ οὖν κδʹ τοῦ Μαρτίου μηνὸς ἀποστέλλει Ῥωμανὸς εἰς τὸ παλάτιον ἀπολογησόμενος, ὅτι τὴν τοῦ Φωκᾶ ἐπίθεσιν φοβούμενος, μή τι νεωτερισθείη εἰς τὸν βασιλέα, τοῦτο πεποίηκα πρὸς τὸ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βασιλέως. μηνύεται οὖν μετὰ τοῦ στόλου παντὸς ἐλθεῖν μέχρι τοῦ Βουκολέοντος, καὶ τῇ ἡμέρᾳ τοῦ εὐαγγελισμοῦ (πέμπτη δὲ ἦν) ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βουκολέοντι· καὶ παρευθὺ Στέφανος μὲν πατρίκιος ἐξῆλθεν τοῦ παλατίου, Νικήτας δὲ ὁ συμπένθερος Ῥωμανοῦ ἀνελθὼν ἐν τῷ παλατίῳ ἐξήγαγεν ἐκεῖ 727 θεν τὸν πατριάρχην Νικόλαον. καὶ ὅρκῳ βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ ἀπέστειλαν πρὸς αὐτὸν τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν. καὶ προσκυνήσας, καὶ ὅρκῳ βεβαιώσας αὐτούς, ἀνῆλθεν μετ' αὐτῶν καὶ ὀλίγων τινῶν ἐν τῷ παλατίῳ. προσκυνήσας οὖν τὸν βασιλέα καὶ εἰσελθὼν μετ' αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ, καὶ πίστεις αὐτῷ δούς, παρευθὺ προχειρίζεται μάγιστρος καὶ μέγας ἑταιρειάρχης. αὐτίκα οὖν γέγονε κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν, παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύσασθαι. ὡσαύτως καὶ γραφὴν ἐκελεύσθη γράψαι Κωνσταντῖνος παρακοιμώμενος, τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, καὶ ἐν ὑποταγῇ εἶναι τοῦ βασιλέως Κωνσταντίνου· ἅπερ δεξάμενος παρὰ Ἀνδρέου πριμικηρίου τοῦ βασιλικοῦ πρωτοβεστιαρίου, ἐν Καππαδοκίᾳ ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχασεν, ὡς ἐντεῦθεν πεπληρῶσθαι τὸ κατὰ ποίησιν λόγιον, δὴ τότε τὸν μὲν ἀηδὸν ἄγων ἐς νῆσον ἔρημον κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, τὸν δ' ἀετὸν ἐθέλοντα ἀνήγαγεν ὅνδε δόμονδε. 14. Τῷ Ἀπριλλίῳ μηνὶ δίδοται ἀρραβὼν γαμικοῦ συναλλάγματος παρὰ Κωνσταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῆς Γαλιλαίας στεφανοῦνται παρὰ Νικολάου πατριάρχου. βασιλεοπάτορα γὰρ Ῥωμανὸν προβαλόμενος, ἀντ' αὐτοῦ δὲ ἑταιρειάρχην Χριστοφόρον τὸν υἱὸν αὐτοῦ κατέστησεν. 728 μετ' οὐ πολὺ δὲ Λέων ὁ Φωκᾶς ἀπατηθεὶς παρά τινων ἀρχόντων πρὸς ἀνταρσίαν κινεῖται. καὶ ἀποστείλας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρακοιμώμενον Κωνσταντῖνον καὶ Κωνσταντῖνον ἀσηκρῆτις τοῦ Μαλελίας, πληροφορῶν πάντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσόβουλλον ποιήσας ἐνυπόγραφον ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχον, ὅσοι τὸν Φωκᾶν καταλιμπάνοντες τῷ βασιλεοπάτορι δὲ προσφεύγοντες, ὑπὲρ τοῦ βασιλέως εἰσί, δοὺς Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ, ἣν δὴ καὶ Βασιὰν προσηγόρευον, καὶ κληρικῷ τινὶ Μιχαήλ, ἐν τῷ στρατοπέδῳ ἐξέπεμψεν. οἱ δὲ ταῦτα διέσπειραν παντὶ τῷ στρατῷ. καὶ ὁ μὲν Μιχαὴλ φωραθεὶς ἀνηλεῶς ἐτύφθη τήν τε ῥῖνα καὶ τὰ ὦτα ὑπετμήθη, ἀλλὰ μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα γυνὴ Ἄννα. πρῶτος οὖν ὁ υἱὸς τοῦ ΒαρυΜιχαὴλ Κωνσταντῖνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς αὐτῷ καταλύσεως· σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχων ὄντων ἀμφοτέρων. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου τὴν Χρυσόπολιν καταλαβών, ἥτις ἀπὸ τοῦ Ἀλέξανδρον περιτυχόντα τῇ πόλει τοῦ Βύζαντος κατά τινά τε ταύτης χῶρον τὸν αὐτοῦ λαὸν στρατη 729 γῆσαι, ἐφ' ὅτῳ τεθεικότα περίβολον προσονομάσαι Στρατήγιον, καὶ ἐκεῖθεν μεταναστεύσαντα καὶ τοῖς ἀντίπεραν προσελθόντα χρυσίον ἱκανὸν ἐπιδοῦναι τῷ οἰκείῳ λαῷ, Χρυσόπολις προσηγόρευται. οἱ δὲ ἀπὸ τοῦ χρυσὸν ἐκ μετάλλων αὐτῆς γίνεσθαι ταύτην φασὶν ὠνομάσθαι, ὥσπερ καὶ ἡ Χαλκηδὼν ἀπὸ τοῦ ἔχειν χαλκόν, ἢ ἀπὸ Χαλκίδος θυγατρὸς Νικομήδους τῆς ταύτην κτισάσης. ἐν τοιαύτῃ γοῦν τῇ Χρυσοπόλει καὶ ἡ τοῦ Ἀθηναίων στρατηγοῦ Χάρητος παράκοιτις ἐτελεύτησε, Δάμαλις ὀνομαζομένη, αὐτοῦ τοῦ Χάρητος Ἀθήνηθεν πεμφθέντος ἐπαμῦναι τοῖς Βυζαντίοις· ἧς ὑπὲρ τοῦ μνημείου δάμαλις βοῦς καθ' ὁμωνυμίαν ἐν κίονι ἀνεστήλωται, συμβεβλημένον καὶ ἐπίγραμμα ἔχον ὧδε, Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ' ἀπ' ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης, ἐντάφιον τόδ' ἐγὼ Κεκρόπος εἰμὶ νέκυς. εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ' ὅτε ἔπλεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων. βοΐδιον δὲ καλεῦμ' ἂν ἐγὼ τότε, νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. 15. Καταλαβὼν οὖν τὴν Χρυσόπολιν, ὡς εἴρηται, διέστησε παρατάξεις ἀπὸ τῆς Δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πόλει φοβῶν. ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμα 730 νοῦ Συμεὼν ὁ ἐπὶ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος," ἐγὼ φύλακα τῆς ἐμῆς βασιλείας γρηγορώτατον καὶ εὐνούστατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετά γε θεὸν κατεπίστευσα, καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον. Λέοντα δὲ τοῦτον τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς κατεξανιστάμενον· διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημί, ἀλλ' αὐθαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον." τούτων οὖν τῷ λαῷ ὑπαναγνωσθέντων ἤρξαντο πάντες ὑποχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. τοῦ δὲ Φωκᾶ εἰς ἀμηχανίαν περιστάντος, φυγῇ τε εἰς Ἀετοὺς χρησαμένου καὶ μὴ δεχθέντος ἀλλ' ἐν χωρίῳ τινὶ ὀνομαζομένῳ Γοηλέοντι καταντήσαντος καὶ συλληφθέντος, ἀπέστειλε Ῥωμανὸς Ἰωάννην τὸν Τουβάκην καὶ Λέοντα τὸν αὐτοῦ συγγενῆ ἀγαγεῖν αὐτόν. οἱ δὲ ἐτύφλωσαν αὐτὸν παρὰ γνώμην Ῥωμανοῦ. 16. Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη ἐπιβουλὴ διὰ Κωνσταντίνου Κτηματεροῦ μελετωμένη καὶ Δαβὶδ Καμουλιανοῦ καὶ Μιχαὴλ κουροπαλατῶν μαγγάνων· οἳ καὶ τυφθέντες δημευθέντες 731 τε καὶ πομπευθέντες ἐξωρίσθησαν. ἐφωράθη δὲ καὶ Ζωὴ ἡ Αὐγοῦστα ἐπιβουλεύουσα Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων· καὶ ταύτην τοῦ παλατίου καταβιβάσαντες ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀπέκειραν. προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρικίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παιδαγωγὸς Κωνσταντίνου βασιλέως Θεόδωρος καὶ Συμεὼν ὁ αὐτοῦ ἀδελφός, καὶ ἐσθιόντων αὐτῶν εἰσῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλας ὁ Κουρκούας μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας ὡς κατὰ Ῥωμανοῦ μελετῶντας εἰς Ὀψίκιον ἐξώρισεν. 17. Τῇ κδʹ τοῦ Σεπτεμβρίου μηνὸς τιμᾶται Ῥωμανὸς τῇ τοῦ Καίσαρος ἀξίᾳ, καὶ τῇ ιζʹ τοῦ Δεκεμβρίου μηνὸς στέφεται παρὰ Κωνσταντίνου βασιλέως καὶ Νικολάου πατριάρχου ἐν ἔτει τῷ υνηʹ, ἰνδικτιῶνος ηʹ. καὶ τῶν ἁγίων θεοφανίων στέφεται Θεοδώρα ἡ γυνὴ αὐτοῦ. καὶ τῇ αὐτῇ ἡμέρᾳ τοῦ αὐτοῦ μηνὸς τῆς εʹ ἰνδικτιῶνος Χριστοφόρος ὁ υἱὸς Ῥωμανοῦ διαγορεύεται βασιλεύς· στέφεται δὲ τῇ πεντηκοστῇ παρὰ τοῦ βασιλέως Κωνσταντίνου, καὶ προέρχονται οὗτοι οἱ δύο μόνοι ἐν τῇ προελεύσει. 18. Τῷ δὲ Ἰουλίῳ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος γίνεται ἕνωσις τῶν ἀποσχιστῶν. 19. Τῷ δὲ Ὀκτωβρίῳ μηνὶ τῆς θʹ ἐπινεμήσεως ὑποπτευθεὶς Στέφανος ὁ μάγιστρος ὡς τῆς βασιλείας ἐφιέμενος ἀποκείρε 732 ται ἐν τῇ τοῦ Ἀντιγόνου νήσῳ ἅμα Θεοφάνει Τειχεώτῃ καὶ Παύλῳ Ὀρφανοτρόφῳ τοῖς ἀνθρώποις αὐτοῦ. πάλιν μηνύεται ἐπιβουλὴ μελετᾶσθαι παρὰ Ἀρσενίου καὶ Παύλου τῶν μαγγλαβιτῶν· οἳ καὶ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. 20. Ῥεντάκης ὁ Ἑλλαδικὸς πατρολοίας γενόμενος, ἐπεὶ πάντα τὰ τοῦ πατρὸς ἐληΐσατο καὶ τῇ πόλει προσέφυγεν, ἐκεῖθεν ψευδεῖς γραφὰς συσκευάσας πρὸς Βουλγαρίαν ἀποφυγεῖν ἔμελλεν. κρατηθεὶς οὖν τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. 21. Καὶ πάλιν οἱ Βούλγαροι μέχρι Κατασυρτῶν ἐξελαύνουσι μετὰ τὴν τοῦ Δουκὸς Ἀδραλέστου τελευτήν. προβάλλεται Πόθος δομέστικος τῶν σχολῶν ὁ τοῦ Ἀργυροῦ, καὶ μέχρι Θερμοπόλεως μετὰ τῶν ταγμάτων ἐλθὼν ἀπέστειλε Μιχαὴλ τὸν τοῦ Μωρολὲ υἱὸν τοὺς Βουλγάρους κατασκοπήσοντα. ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐτῶν ἐμπεσὼν πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, καὶ αὐτὸς δὲ πληγεὶς ἐν τῇ πόλει εἰσελθὼν ἐτελεύτησεν. 22. Πάλιν δὲ μηνύεται ἐπιβουλὴ κατὰ Ῥωμανοῦ ὑπὸ Ἀναστασίου γενησομένη σακελλαρίου καὶ Θεοδωρήτου κοιτωνίτου καὶ Δημητρίου πρωτονοταρίου τοῦ εἰδικοῦ καὶ ἄλλων τινῶν, ὡς δῆθεν ὑπὲρ Κωνσταντίνου βασιλέως ἀγωνιζόμενοι. ἐλεγχθέντες ἐτύφθησαν, καὶ τὴν μέσην διελθόντες ἐξωρίσθησαν. (23) τῆς τοιαύτης δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κωνσταντῖνον ὑποβιβάζει καὶ δεύτερον ἑαυτοῦ καθίστησι. πάλιν οὖν ἐκστρα 733 τεύουσι Βούλγαροι μέχρι τῶν Μαγγλαβά. ὅπερ μαθὼν ὁ βασιλεὺς Ῥωμανὸς Ἰωάννην ῥαίκτορα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς, ἔχοντας μεθ' ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν ταγμάτων καὶ τῶν τῆς ἑταιρείας· οἷς συνῆν καὶ Ἀλέξιος πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μουσελὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. διατάξαντες οὖν οὗτοι τὸν λαὸν αὐτῶν ἐν τοῖς πεδινοῖς καὶ χθαμαλωτέροις τόποις τῶν Πηγῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ, καὶ σφοδροτάτως ἐπελασάντων κατ' αὐτῶν εὐθὺς φεύγει ὁ ῥαίκτωρ, σφάττεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τοῦ Πλατύποδος, καὶ οἱ λοιποὶ οἱ μὲν ἐσφάγησαν, οἱ δὲ ἐν τῇ θαλάσσῃ ἀπώλοντο· ἄλλοι αἰχμάλωτοι γεγόνασιν. οἱ Ἀργυροὶ δὲ ἐν τῷ καστελλίῳ φυγόντες διεσώθησαν. οἱ δὲ Βούλγαροι μηδένα τὸν κωλύοντα ἔχοντες τά τε παλάτια τῶν Πηγῶν ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. 24. Τῷ δὲ Φεβρουαρίῳ μηνί, τῆς ιʹ ἰνδικτιῶνος, τῇ κʹ τοῦ μηνός, Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ τελευτᾷ, καὶ κατατίθεται εἰς τὸν οἶκον τοῦ βασιλέως Ῥωμανοῦ τὸν ὑπ' αὐτοῦ εἰς μοναστήριον γενόμενον· καὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. τότε καὶ Ἴβηρ κουροπαλάτης ἐν τῇ πόλει παρεγένετο, καὶ πρόοδος αὐτῷ λαμπρὰ γέγονε, καὶ μετὰ τιμῆς ὑπεδέχθη, καὶ ἡ ἁγία Σοφία τούτῳ κεκοσμημένη ὑπεδείχθη· εἰς ὃν ναὸν εἰσελθὼν καὶ θαυμάσας πάλιν εἰς τὰ ἴδια ὑπέστρεψεν. 734 25. Καὶ πάλιν οἱ Βούλγαροι ἐν τῷ Ἰουνίῳ μηνὶ μέχρι τῶν τῆς ἁγίας Θεοδώρας παλατίων ἦλθον, καὶ ταῦτα πυρὶ δόντες τὰ ἑξῆς ἐληΐζοντο. καὶ πάλιν πολέμου γενομένου τρέπονται Ῥωμαῖοι. ὁ δὲ λεγόμενος Σακτήκης πολλὰ ἀνδραγαθήσας πολλούς τε ἀνελών, καὶ πρὸς τὸ πλῆθος ἀντιστῆναι μὴ δυνάμενος, καιρίαν πληγεὶς φεύγει, καὶ ἐν τῷ ναῷ τῶν Βλαχερνῶν τεθεὶς εὐθὺς ἀποθνήσκει. 26. Ἀνταρσίας δὲ γενομένης ἐν Χαλδίᾳ ὑπὸ Ἀδριανοῦ Χαλδέος καὶ Τατζάτου Ἀρμενίου τῇ ὑποθήκῃ Βάρδα τοῦ Βοΐλα στρατηγοῦντος ἐν Χαλδίᾳ, καὶ τὸ Παΐπερ ὀχύρωμα ἐκρατήθη. ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κουρκούας καταπολεμήσας καὶ κατασχὼν τοὺς μὲν περιφανεστέρους ἀποτυφλοῖ καὶ τὰς οὐσίας δημεύει, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας ὅποι βούλοιντο ἀπιέναι. ὁ δὲ Τατζάτης ἐν ἑτέρῳ ὀχυρώματι διαφυγὼν καὶ λόγον αἰτήσας ἐν τῇ πόλει εἰσεληλύθει, καὶ μάγιστρος γενόμενος ἐν τοῖς Μαγγάνοις τηρούμενος διῃτᾶτο· δρᾶσαι δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀμμάτων στερίσκεται. Βάρδαν δὲ τὸν Βοΐλαν ἀπέκειραν, τοῦ βασιλέως αὐτὸν κατοικτείραντος. 27. Συμεὼν δὲ σὺν παντὶ τῷ λαῷ αὐτοῦ τὴν Ἀδριανούπολιν παρακαθίσαντος καὶ ἰσχυρῶς πολιορκοῦντος, ἐπεὶ καὶ λιμὸς αὐτοὺς ἐπίεζε κραταιὸς καὶ οὐδαμόθεν εἶχον ἐπισιτίσασθαι, προ 735 δεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις. οὗτος δὲ ἦν ὁ τοῦ Μωρολέοντος υἱὸς ἢ μᾶλλον Θυμολέοντος, εἰπεῖν οἰκειοτέρως, ἀνὴρ τὰ ἄλλα κράτιστος καὶ τὰ πολεμικὰ περιβόητος, ὃς πλείστας ἀνδραγαθίας κατὰ Βουλγάρων ἐπεδείξατο· ὃν καὶ χειρωσάμενος ὁ Συμεών, μυρίαις τε αἰκίαις τοῦτον τιμωρησάμενος, τελευταῖον ἀπέκτεινεν. καὶ Βουλγάροις τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἳ τὴν κατ' αὐτῶν τῶν Ῥωμαίων ἔφοδον ἀκηκοότες, τὴν πόλιν καταλιπόντες ἀπῆλθον, καὶ πάλιν ὑπὸ Ῥωμαίους ἐγένετο. 28. Τοῦ δὲ Τριπολίτου Λέοντος μετὰ δυνάμεως πολλῆς τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης ὁ πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδινὸς αἰφνίδιον ἐπιπεσὼν αὐτοῖς πάντας ἀπώλεσε, μόνου αὐτοῦ τοῦ Τριπολίτου διαφυγόντος. 29. Τῷ δὲ Σεπτεμβρίῳ μηνί, τῆς βʹ ἰνδικτιῶνος, πάλιν Συμεὼν ὁ Βούλγαρος πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει, καὶ ληΐζεται μὲν Θρᾴκην καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα καὶ καταστρέφει καὶ δενδροτομεῖ, μέχρι τῶν Βλαχερνῶν παραγενόμενος, καὶ δὴ ἐπιζητῶν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην Νικόλαον καί τινας τῶν μεγιστάνων, ὥστε περὶ εἰρήνης αὐτοῖς συντυχεῖν. ἔλαβον οὖν ὁμήρους ἀμφότεροι, καὶ ἐξῆλθον, ὅ τε πατριάρχης καὶ Μιχαὴλ πατρίκιος ὁ Στυπιώτης καὶ Ἰωάννης μυστικὸς ὁ παραδυναστεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβλη 736 θεὶς τῷ βασιλεῖ ἀπεκάρη. οἱ μὲν οὖν τῷ Συμεὼν περὶ εἰρήνης διελέγοντο, αὐτὸς δὲ τὸν βασιλέα Ῥωμανὸν θεάσασθαι ἤθελεν. ὅπερ ἀκούσας ὁ βασιλεὺς σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὴν τῶν αἱμάτων χύσιν. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ ὀχυρωτάτην κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῷ προσορμίζεσθαι· καὶ περιφράξας αὐτὴν πάντοθεν προσέταξε διατείχισμα μέσον γενέσθαι, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ἐπὶ τούτοις ἀποστείλας Συμεὼν τὸν ἐν τῇ Πηγῇ τῆς ὑπεραγίας θεοτόκου ναόν, ὃν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐδομήσατο, ἐνέπρησεν, καὶ τὰ περὶ αὐτὸν πάντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέλων, ἀλλ' ἐπ' ἐλπίσι μετεώροις τὸν βασιλέα ἐξαπατῶν. καὶ παραγενόμενος ὁ βασιλεὺς ἅμα τῷ πατριάρχῃ ἐν Βλαχέρναις εἰς τὴν ἁγίαν εἰσῆλθε σορόν, καὶ τὰς χεῖρας ἐκτείνας εἰς εὐχήν, εἶτα καὶ πρηνὴς πεσών, δάκρυσι τὸ ἅγιον κατέβρεχεν ἔδαφος, τὴν πανάχραντον θεοτόκον ἀντιβολῶν τὴν ἀκαμπῆ καὶ ἀμείλικτον τοῦ ὑπερηφάνου Συμεὼν καρδίαν μαλάξαι καὶ πεῖσαι τὰ πρὸς εἰρήνην συνθέσθαι. τὸ ἅγιον οὖν μαφόριον τῆς παναγίας θεοτόκου ἐκ τῆς κιβωτοῦ ἀνελόμενος ἐξῄει τοῦ ναοῦ, καὶ καταλαμβάνει τὸν ὡρισμένον τόπον. ἐνάτη δὲ ἦν τοῦ Σεπτεμβρίου μηνός, πέμπτη δὲ τῆς ἑβδομάδος ἡμέρα· καὶ τῇ τετάρτῃ ὥρᾳ παραγίνεται Συμεών, πλῆθος ἄπειρον ἐπαγόμενος, εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις, τῶν μὲν χρυσασπίδων καὶ χρυσοδοράτων, τῶν δὲ ἀργυρα 737 σπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων καταπεφραγμένων σιδήρῳ· οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ. πάντες δὲ οἱ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφεστηκότες κατεθεῶντο τὰ δρώμενα. ἦν οὖν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα, καὶ θαυμάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅτι τοσαύτην πολεμίων βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ' ὥσπερ εἰς πλῆθος φίλων χωρῶν οὕτως ἀτρέμας ἀπῄει, μόνον οὐχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυτρον. πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀποβάθρᾳ καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ἐπεὶ δὲ ὅμηροι ἐξ ἀμφοτέρων ἐλήφθησαν τῶν μερῶν καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διηρευνήσαντο ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα τυγχάνει, κατῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς τὸν βασιλέα εἰσῆλθεν. ἀσπασάμενοι οὖν ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν. εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεὼν" ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον καὶ Χριστιανὸν ὑπάρχειν ἀληθινόν, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. ἴδιον μὲν γὰρ θεοσεβοῦς ἀνθρώπου καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, εἴπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τοῦ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένοις. εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πεπληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων 738 ἐκχύσεις, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστιανῶν τὴν εἰρήνην, Χριστιανὸς ὢν καὶ αὐτὸς καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτὸς θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν, καὶ σήμερον μὲν ὑπάρχων, αὔριον δὲ εἰς κόνιν διαλυόμενος. εἷς πυρετὸς ἅπαν κατασβέσει τὸ φρύαγμα. τίνα οὖν λόγον δώσεις τῷ θεῷ ἐκεῖθεν ἀπελθὼν ὑπὲρ τῶν ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσῃς κριτῇ; εἰ πλούτου ἐρᾷς, ἐγώ σε κατακόρως τούτου ἐμπλήσω. μόνον ἐπίσχες τὴν δεξιάν, ἄσπασαι τὴν εἰρήνην, ἀγάπησον τὴν ὁμόνοια, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε τῶν συμφορῶν καὶ στήσωνται τὸ Χριστιανοὺς ἀναιρεῖν· οὐ γὰρ θέμις αὐτοῖς αἴρειν ὅπλα καθ' ὁμοπίστων." (30) τοσαῦτα ὁ βασιλεὺς εἰπὼν ἐσίγησεν. ὁ δὲ Συμεὼν αἰδεσθεὶς τὴν τοσαύτην ταπείνωσιν καὶ τοὺς λόγους, κατένευσε τὴν εἰρήνην ποιήσασθαι. ἀσπασάμενοι οὖν ἀλλήλους καὶ διαχωρισθέντες, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεών. ὃ δὲ τότε συμβέβηκεν, διηγήσομαι, τεράστιόν τε ὂν καὶ τοῖς ταῦτα συγκρίνειν εἰδόσι παράδοξον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμῖξαι καὶ παραυτίκα διαζευ 739 χθῆναι ἀλλήλων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην διαπτῆναι. τοῦτο ἀκριβῶς οἱ τὰ τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμβάτους γὰρ ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους διαλυθήσεσθαι ἔφησαν. Συμεὼν δὲ τὸ αὐτοῦ στρατόπεδον καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν, ἐξεθείαζέ τε αὐτοῦ τό τε εἶδος καὶ τὴν ῥώμην καὶ τὸ ἀκατάπληκτον τοῦ φρονήματος. 31. Μηνὶ Δεκεμβρίῳ κεʹ ἔστεψεν Ῥωμανὸς τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, Στέφανον καὶ Κωνσταντῖνον. τὸν δὲ Θεοφύλακτον τὸν υἱὸν αὐτοῦ, εὐνοῦχον ὄντα, ἐποίησεν κληρικὸν ὁ Νικόλαος καὶ σύγκελλον προχειρισάμενος, χειροτονεῖ δὲ ὑποδιάκονον. 32. Τῇ δὲ ιεʹ τοῦ Μαΐου μηνός, ἰνδικτιῶνος γʹ, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ αὐτοῦ ἀναβάσει τοῦ πατριαρχείου ἔτη ιγʹ, καὶ θάπτεται ἐν τῇ μονῇ αὐτοῦ τῶν Γαλακρηνῶν. τῷ δὲ Αὐγούστῳ μηνὶ Στέφανος ὁ Ἀμασείας εὐνοῦχος ὢν γίνεται πατριάρχης. Ἰωάννης δὲ ὁ μυστικὸς καὶ παραδυναστεύων, ἐπεὶ κατὰ τοῦ βασιλέως φρονεῖν ἠλέγχθη, φυγῇ χρησάμενος ἐν τῇ τῆς Μονοκαστάνου ἀποκείρεται μονῇ. Κωνσταντῖνος δὲ ὁ τοῦ Βοΐλα ἐν τῷ Ὀλύμπῳ ἀποκείρεται. προβάλλεται δὲ ὁ βασιλεὺς Ῥωμανὸς Θεοφάνην πρωτοβεστιάριον παραδυνα 740 στεύοντα. γίνεται δὲ τότε σεισμὸς φοβερὸς ἐν τῷ τῶν Θρακησίων θέματι, καὶ χάσμα γῆς μέγα καὶ καταπληκτικόν. ὡς πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταπτωθῆναι. 33. Μηνὶ Μαΐῳ κζʹ, ἰνδικτιῶνος ιεʹ, Ἰωάννης ὁ ἀστρονόμος εἶπεν Ῥωμανῷ τῷ βασιλεῖ ὅτι ἡ ἱσταμένη στήλη ἐπάνω τῆς καμάρας τοῦ Ξηρολόφου καὶ ἐπὶ δυσμὰς βλέπουσα τοῦ Συμεών ἐστι· καὶ εἰ ταύτης τὴν κεφαλὴν ἐκκόψεις, τῇ αὐτῇ ὥρᾳ ὁ Συμεὼν τελευτᾷ. ἀποστείλας οὖν ὁ βασιλεὺς τῇ νυκτὶ τὴν κεφαλὴν τῆς στήλης ἐξέκοψε· καὶ τῇ αὐτῆ ὥρᾳ ὁ Συμεὼν εἰς Βουλγαρίαν ἐτελεύτησε, Πέτρον τὸν υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς εἶχεν· Μιχαὴλ δὲ τὸν ἐκ τῆς προτέρας αὐτῷ γενόμενον γυναικὸς ἀπέκειρε μοναχόν. Ἰωάννης δὲ καὶ Βενιαμὴν οἱ τοῦ Πέτρου ἀδελφοὶ ἐπιστολὴν ἐκομίσαντο Βουλγαρικήν. (34) τὰ κύκλῳ οὖν ἔθνη τὴν τοῦ Συμεὼν μαθόντες τελευτήν, οἵ τε Χροβάτοι καὶ οἱ λοιποί, κατὰ Βουλγάρων κινεῖν ἐβούλοντο· λιμοῦ δὲ μεγίστου μετὰ καὶ ἀκρίδων τὴν Βουλγαρίαν ἐκπιέζοντος, ἐδεδίεσαν καὶ μᾶλλον τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. ὅθεν καὶ κατὰ Ῥωμανίαν ἐκστρατεύουσι καὶ τῇ Μακεδονίᾳ καταλυμαίνονται. οἱ δὲ Βούλγαροι τὴν πρὸς αὐτοὺς ἐξέλευσιν τοῦ βασιλέως ἀκούσαντες περὶ εἰρήνης φροντίζουσι, καὶ ἀποστέλλουσι μοναχόν τινα Καλοκύριν ὀνομαζόμενον, Ἀρμενιακὸν τῷ γένει· ὃς παρὰ τοῦ βασιλέως ἀσμενέστατα δεχθεὶς τὴν εἰρήνην ἐβεβαίωσε, καὶ συνάλλαγμα μετὰ τοῦ βασιλέως ποιῆσαι αἰτεῖται. σύμφωνά 741 τε ποιήσαντες εἰς τὸ δοῦναι αὐτῷ Πέτρῳ τὴν θυγατέρα Χριστοφόρου τοῦ βασιλέως Μαρίαν, γράφουσι τῷ Πέτρῳ ἐλθεῖν. ἀποστέλλεται οὖν Νικήτας μάγιστρος ὁ συμπένθερος Ῥωμανοῦ τοῦ βασιλέως ὑπαντῆσαι αὐτῷ καὶ ἀγαγεῖν μέχρι τῆς πόλεως. καὶ ἐλθόντες ἐν Βλαχέρναις, ὁ βασιλεὺς ἀπελθὼν κατησπάσατο αὐτόν· καὶ τὰ εἰκότα συνομιλήσαντες ὑπέγραψαν τά τε σύμφωνα νῆς εἰρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολαβοῦντος ἐν τούτοις τοῦ πρωτοβεστιαρίου Θεοφάνους. τῇ δὲ ηʹ τοῦ Ὀκτωβρίου μηνὸς στέφεται. Πέτρος καὶ Μαρία ἐν τῷ ναῷ τῆς ὑπεραγίας θεοτόκου τῶν Πηγῶν παρὰ Στεφάνου πατριάρχου. πάντων δὲ τῶν εἰθισμένων φαιδρῶς τελεσθέντων, οἱ Βούλγαροι ἔνστασιν οὐ μικρὰν ἐποιήσαντο τοῦ πρότερον εὐφημεῖσθαι Χριστοφόρον, εἶτα Κωνσταντῖνον· ὃ καὶ ἐπένευσεν ὁ βασιλεύς. καὶ μετ' ὀλίγας ἡμέρας λαμβάνει τὴν ἰδίαν γυναῖκα Μαρίαν ὁ Πέτρος, καὶ ἐπὶ Βουλγαρίαν πορεύεται. 35. Ἔρχονται πρέσβεις ἀπὸ Μελιτηνῆς, καὶ μετ' αὐτῶν καὶ ὁ στρατηγὸς αὐτῶν Ἀπαλάσαθ. καὶ ὑποδεχθέντες παρὰ Ῥωμανοῦ μετὰ τῆς προσηκούσης τιμῆς, σύμφωνά τε εἰρήνης ποιήσαντες, ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ ἔκτοτε συνεστρατεύοντο Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Σαρακηνῶν, καὶ ἐν τοῖς ἐπινικίοις συνήρχοντο τοῖς Ῥωμαίοις ἐν τῇ πόλει, αἰχμαλώτους ἄγοντες Ἀγαρηνούς· ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον καὶ δεῖγμα τῆς 742 τῶν ἀθέων Ἀγαρηνῶν δυστυχίας. τελευτήσαντος δὲ Ἀπολάσαθ ἀνδρὸς φρονίμου καὶ συνετοῦ διέλυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτηνὴν κατοικοῦντες. ἐκστρατεύσαντες οὖν κατ' αὐτῶν ὅ τε Δοὺξ τῶν σχολῶν Ἰωάννης ὁ Κουρκούας μετὰ τῶν θεμάτων καὶ ταγμάτων καὶ Μελίας μετὰ τῶν Ἀρμενίων· οἳ καὶ εἰς τοσαύτην στένωσιν τὴν Μελιτηνὴν κατέστησαν καὶ τὰ περὶ αὐτήν, ὡς καὶ κουρατωρείαν ποιῆσαι ταύτην τὸν βασιλέα, καὶ πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖθεν λαμβάνειν ἐτησίως. 36. Κατηγορήθη δὲ Νικήτας μάγιστρος ὁ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασιλείας αὐτὸν ἐξεῶσαι. τοῦτον ἐξώρισαν τῆς πόλεως καὶ μοναχὸν ἐποίησαν. 37. Τῇ ιηʹ τοῦ Ἰουνίου μηνός, τῆς ʹ ἰνδικτιῶνος, τελευτᾷ Στέφανος πατριάρχης, κρατήσας ἔτη βʹ μῆνας ιαʹ. τῇ δὲ ιδʹ τοῦ Δεκεμβρίου μηνὸς ἄγουσι Τρύφωνα ἀπὸ τοῦ Ὀψικίου, ἐπ' εὐλαβείᾳ καὶ ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ ῥητῷ χρόνῳ. ὅθεν αὐτοῦ μὴ ἀνεχομένου ἐπὶ ῥητῷ χρόνῳ γενέσθαι ἀλλὰ μέχρι τέλους τῆς ζωῆς αὐτοῦ, δόλῳ τοῦτον πείθουσι τῷ τρόπῳ τούτῳ. λέγουσι γὰρ μὴ βουλομένῳ συγκαταθέσθαι" οὗτος οὐκ οἶδε γράμματα, οὐδὲ γράψαι δύναται, καὶ ἐπὶ τούτῳ ἀνθίσταται." ὁ δὲ βεβαιῶσαι βουλόμενος αὐτοὺς ὅτι καὶ γράφει καὶ ἀναγινώσκει, αἰτεῖ χάρτην καὶ μέλαν. παρέχουσιν 743 οὖν αὐτῷ τόμον καινόν, καὶ κάτω που πρὸς τὰ τέλη ποιοῦσιν γράψαι" Τρύφων ἐλέει θεοῦ μοναχὸς καὶ πατριάρχης ἀρεσθεὶς καὶ στοιχῶν τοῖς προγεγραμμένοις ἰδίᾳ χειρὶ ὑπέγραψα." τοῦτο λαβόντες χειροτονοῦσιν αὐτὸν πατριάρχην. γράφουσιν οὖν ἄνωθεν τῆς ὑπογραφῆς τοῦ πατριάρχου Τρύφωνος ὅπερ αὐτοὶ ἐβούλοντο· μεθ' ὃ καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ῥητοῦ χρόνου καταβιβάζουσιν αὐτόν, τοῦ πατριάρχου μὴ θέλοντος, ὅμως τῇ ἰδίᾳ ὑπογραφῇ πεισθέντα καὶ τὴν πλάνην μὴ φέροντα. τοῦτο δὲ γέγονεν διὰ τὸ εἰς μέτρον φθάζειν ἡλικίας ἤδη Θεοφύλακτον τὸν τοῦ βασιλέως Ῥωμανοῦ υἱόν. 38. Τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὡς κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ. ὅθεν καὶ γέγονε μέγας λιμός, καὶ θάνατος ἐκ τούτου πολύς, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας. ὅθεν βασιλεὺς Ῥωμανὸς τὴν ἀφόρητον ἐκείνην βίαν τοῦ ψύχους κατανοήσας, καὶ τὴν τοῦ λιμοῦ παραμυθησόμενος ἔνδειαν, ἀνέφραξέ τε θυρίσι καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοάς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πένησι, καὶ ἄρκλας ἐν πᾶσι τοῖς ἐμβόλοις κατεσκεύασεν. ἀργύριά τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδοσθαι διετάξατο, καὶ τὰ μηνιαῖα τριμήσια τοῖς ἐν ταῖς ἐκκλησίαις πένησι διανέμεσθαι, ὡς εἶναι τὰ διδόμενα καθ' ἕκαστον μῆνα ἀργυρίου ἐγκεχαραγμένου χιλιάδας ιβʹ. τρεῖς δὲ αὐτῷ πένητες καθ' ἑκάστην συνήσθιον, λαμβάνοντες ἀνὰ νομίσμα 744 τος ἑνός. τῇ δὲ τετράδι καὶ τῇ παρασκευῇ μοναχοὶ ὁμοίως, λαμβάνοντες ἀνὰ νομίσματος ἑνός. ἦν δὲ καί τις τῶν παίδων ἀναγινώσκων ἐν τῇ τραπέζῃ αὐτοῦ. φιλομόναχος δὲ εἰ καί τις ἄλλος ὤν, πᾶσι τοῖς ἀρετῆς ἀντεχομένοις μοναχοῖς τὰς ἑαυτοῦ πράξεις μετὰ δακρύων ἔλεγεν, τάς τε ἐκκλησίας παντοίως ἐκόσμει, καὶ τοῖς ἐν πᾶσιν ὄρεσι μοναχοῖς ῥόγας ἐξαπέστειλε, τά τε μοναστήρια περιέθαλπε, καὶ τοῖς ἐν αὐτοῖς διὰ θεὸν ἀποκαρεῖσιν ἢ καὶ ἐγκλείστοις οὖσι ῥόγας τυπώσας οὐ διέλιπε διδόναι. (39) ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν ἀπείρων αὐτοῦ κατορθωμάτων καὶ ἐλεημοσυνῶν διεξήλθομεν. Ἐπέθεντο Πέτρῳ τῷ Βουλγάρῳ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεών. καὶ φωραθέντες, ὁ μὲν Ἰωάννης τύπτεται καὶ ἐγκλείεται ἐν τῇ φυλακῇ, οἱ δὲ λοιποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. τοῦτο μαθὼν ὁ βασιλεὺς ἀποστέλλει καὶ ἀναλαμβάνει τὸν Ἰωάννην. 40. Τῇ βʹ ἡμέρᾳ τοῦ Μαρτίου μηνός, κοσμίτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν ἐν τοῖς στοιχηδὸν ἱσταμένοις ἐκεῖσε κίοσι, καὶ ἀπέκτεινεν ἄνδρας ἕξ. γέγονε δὲ καὶ ἐμπρησμὸς εἰς τὸν τῆς ὑπεραγίας θεοτόκου τοῦ φόρου ἔμβολον, καὶ ἐκάησαν τὰ κηρόπωλα καὶ τὰ γουνάρια μέχρι τῶν Ψιχῶν. 41. Τῷ δὲ Αὐγούστῳ μηνί, τῆς δʹ ἰνδικτιῶνος, τελευτᾷ Χριστοφόρος ὁ βασιλεύς, καὶ ἐτάφη ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. κατήγαγον δὲ καὶ τὸν πατριάρχην Τρύφωνα τὸν ῥητὸν χρό 745 νον τελέσαντα, καὶ ἐν τῇ ἰδίᾳ μονῇ τελευτᾷ. χηρεύει δὲ ἡ ἐκκλησία χρόνον αʹ μῆνας εʹ διὰ τὸ ἀτελὲς Θεοφυλάκτου τοῦ υἱοῦ Ῥωμανοῦ. 42. Βασίλειος δέ τις Μακεδὼν πλάνος Κωνσταντῖνον Δοῦκα ἑαυτὸν εἶναι ἐπιφημίσας πολλοὺς μεθ' ἑαυτοῦ συνεπήγετο. οὗτος συσχεθεὶς τῆς μιᾶς χειρὸς ἀλλοτριοῦται. εἶτα καιροῦ λαβόμενος καταλαμβάνει πάλιν τὸ Ὀψίκιον, καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευασάμενος διήρχετο πλανῶν πολλοὺς ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ Δοῦκας· καὶ φρούριον κατασχὼν ὃ Πλατεῖα πέτρα κατονομάζεται, καὶ τροφὴν πολλὴν ἀποθέμενος, μεγάλην κατὰ Ῥωμανίαν ἀνταρσίαν κινεῖ, προνομεύων καὶ λεηλατῶν τοὺς παρατυγχάνοντας. τοῦτον κρατήσαντες ἀνήγαγον ἐν τῇ πόλει, καὶ ἐν τοῖς Ἀμαστριανοῦ ἔκαυσαν. 43. Τῷ δὲ Φεβρουαρίῳ μηνί, τῆς ʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τῆς ὑπαπαντῆς, χειροτονεῖται πατριάρχης ὁ ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος, τοποτηρητῶν ἐκ Ῥώμης ἀνελθόντων καὶ τόμον συνοδικὸν ἐπιφερομένων περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα· οἳ καὶ τῷ πατριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο τὴν τοῦ Γαμαλᾶ θυγατέρα Ἄνναν, ἥτις ἅμα τῷ νυμφικῷ στεφάνῳ καὶ τὸν τῆς βασιλείας ἐπέθετο. 746 44. Μηνὶ Ἀπριλλίῳ, ἰνδικτιῶνος ζʹ, γέγονε πρώτη ἐκστρατεία τῶν Τούρκων κατὰ Ῥωμανίας· καὶ κατατρέχουσι μέχρι τῆς πόλεως, καὶ λεηλατοῦσι πᾶσαν Θρᾳκῴαν ψυχήν. ἀποστέλλεται οὖν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιάριος, καὶ ποιεῖ καταλλαγὴν μετ' αὐτῶν. 45. Τῇ δὲ ιδʹ τοῦ Ἰανουαρίου μηνὸς ἠγάγετο Ῥωμανὸς γυναῖκα τῷ τελευταίῳ υἱῷ αὐτοῦ Κωνσταντίνῳ, ἐκ τοῦ γένους τῶν Ἀρμενιακῶν, τοὔνομα Ἑλένην, τοῦ πατρικίου Ἀδριανοῦ θυγατέρα· ἧς καὶ τελευτησάσης Φεβρουαρίῳ μηνὶ δευτέρᾳ ἑτέραν τούτῳ συνέζευξεν γυναῖκα, ἐκ τοῦ γένους τοῦ Μάμω ἐκείνου, Θεοφανὼ λεγομένην. 46. Τῷ ἐνιαυτῷ ἐκείνῳ κατέπλευσαν οἱ Ῥῶς οἱ καὶ Δρομῖται λεγόμενοι, οἱ ἐκ γένους τῶν Φράγγων ὄντες, κατὰ τῆς Κωνσταντινουπόλεως, μετὰ πλοίων χιλιάδες δέκα. πέμπεται οὖν πρὸς αὐτοὺς ὁ πρωτοβεστιάριος Θεοφάνης μετὰ πλοίων. καὶ τὸν στόλον εὐτρεπίσας αὐτοὺς ἐξεδέχετο. ἐπεὶ δὲ πλησίον τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ φάρου ἐγένοντο (φάρος δὲ καλεῖται ἀφίδρυμά τι ᾧ πυρσὸς ἐπιτίθεται πρὸς ὁδηγίαν τοῖς ἐν νυκτὶ παροδίταις, Εὔξεινος δὲ Πόντος κατὰ ἀντίφρασιν καλεῖται· κακόξεινος γὰρ ἐλέγετο διὰ τὰς συνεχεῖς τῶν ἐκεῖσε λῃστῶν πρὸς τοὺς ἐπιξενουμένους καταδρομάς, οὕς φασιν ἀνελὼν Ἡρακλῆς, ἀδείας τυχόντες οἱ παροδῖται τοῦτον Εὔξεινον ἐπωνόμασαν) ἐν τῷ Ἱερῷ λεγομένῳ, ὃ τὴν ἐπωνυμίαν εἴληφε διὰ τῶν τῆς Ἀργοῦς πλωτήρων ἐκεῖσε διερ 747 χομένων αὐτόθι ἀνιδρύσαι μὲν ἱερόν, αὐτὸς ἀθρόον τούτοις ἐπέθετο, καὶ τὰ μὲν πλεῖστα πλοῖα κατέφλεξεν, τὰ δὲ λοιπὰ εἰς φυγὴν ἐτράπησαν. ὅθεν καὶ τελείας τροπῆς γενομένης τὰ μὲν τῶν πλοίων αὐτῶν αὔτανδρα κατέδυσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ δὲ περιλειφθέντες εἰς τὸ τῆς ἀνατολῆς μέρος, εἰς τὰς Ῥογὰς λεγομένας, κατέπλευσαν. καὶ ἐπεὶ σύνταγμα πρὸς τὰ τῆς Βιθυνίας μέρη ἀπέστειλαν χρειῶν ἕνεκα, ἐντυγχάνει τούτοις Βάρδας ὁ Φωκᾶς· καὶ γὰρ ἀποσταλεὶς ἦν ἐπὶ τούτῳ μετὰ ἱππέων ἐκκρίτων, παρατρέχων αὐτούς, καὶ κατέσφαξεν ἅπαντας. ἀλλὰ καὶ ὁ Κουρκούας μετὰ παντὸς τοῦ τῆς ἀνατολῆς στρατεύματος κατελθὼν τοὺς ὑπολειφθέντας εὑρίσκων ἀπέκτεινεν. πολλοὺς δὲ τόπους καὶ ναοὺς ἐνέπρησαν, καὶ τοὺς συλλαμβανομένους Ῥωμαίους τοὺς μὲν ἀνεσταύρουν τοὺς δὲ τῇ γῇ προσεπήγνυον, τοὺς δὲ τοῦ κλήρου, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες, ἥλους σιδηροῦς κατὰ μέσης τῆς κεφαλῆς αὐτῶν ἐπήγνυσαν. χειμῶνος δὲ ἤδη καταλαμβάνοντος, καὶ εἰς τὰ οἰκεῖα βουλόμενοι ἀπελθεῖν, τὸν στόλον λαθεῖν ἐσπούδαζον. νυκτὸς οὖν ἐκπλεύσαντας ὁ πατρίκιος Θεοφάνης τούτους ὑπήντησε. καὶ εὐθὺς δευτέρα ναυμαχία συνάπτεται καὶ πλεῖστα πλοῖα βυθίζονται. ὀλίγων δὲ μετὰ πλοίων περισωθέντων καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντων ἀκτῇ, νυκτὸς ἐπελθούσης διέφυγον. Θεοφάνης δὲ μετὰ νίκης μεγάλης ὑποστρέψας ἐντίμως καὶ μεγαλοπρεπῶς παρὰ τοῦ βασιλέως ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτιμήθη. 748 47. Τῷ δὲ Ἀπριλλίῳ μηνί, τῆς αʹ ἰνδικτιῶνος, πάλιν ἦλθον οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως· ὁ δὲ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς μετ' αὐτῶν ἐποιήσατο, ὅθεν καὶ ἐπὶ χρόνους εʹ ἡ εἰρήνη διεφυλάχθη. 48. Τῇ δὲ βʹ ἰνδικτιῶνι, Πασχάλιος πρωτοσπαθάριος καὶ στρατηγὸς Λαγουβαρδίας ἀποστέλλεται πρὸς ῥῆγα τῶν Φράγγων, ἀγαγεῖν τὴν αὐτοῦ θυγατέρα Ῥωμανῷ τῷ Κωνσταντίνου τοῦ γαμβροῦ αὐτοῦ υἱῷ εἰς νύμφην. ἣν καὶ μετὰ πλούτου πολλοῦ ὁ Πασχάλιος ἀνήγαγεν· καὶ γέγονεν ὁ γάμος Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ. ἥτις καὶ ἔζησε μετὰ τοῦ ἀνδρὸς αὐτοῦ ἔτη εʹ, καὶ ἐτελεύτησεν ἐν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 49. Τῷ Δεκεμβρίῳ μηνί, τῆς δʹ ἰνδικτιῶνος, ἀνέμου βιαίου καὶ σφοδροῦ πνεύσαντος οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ ἐξ ἐναντίας τοῦ βασιλικοῦ θρόνου Δῆμοι κατέπεσον, καὶ συνέτριψαν τὰ ὑποκάτω αὐτῶν βάθρα καὶ στήθεα. χρόνου δὲ διελθόντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατήγαγον. 50. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρατεύματος, οἱ οἰκήτορες ταύτης πρὸς τὸν βασιλέα διαπρεσβεύουσι Ῥωμανὸν τοῦτο παρέχειν, εἰ τὴν πολιορκίαν λύσειεν. ὅπερ καὶ γέγονε· καὶ χρυσόβουλλον ἐδόθη μηδ' ἔτι ὑπὸ Ῥωμαίων τὴν χώ 749 ραν αὐτῶν ληΐζεσθαι. τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος, ἀπήντησεν αὐτῷ Θεοφάνης ὁ παρακοιμώμενος μετὰ λαμπρᾶς φωταγωγίας καὶ τῆς δεούσης τιμῆς καὶ ὑμνῳδίας κατὰ τὸν Σάγγαριν ποταμόν. τῇ δὲ ιθʹ τοῦ αὐτοῦ μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθε. τοῦ δὲ βασιλέως ὄντος ἐν Βλαχέρναις κἀκεῖθεν αὐτὸ προσκυνήσαντος, τῇ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε βασιλέως δύο υἱοί, Στέφανος καὶ Κωνσταντῖνος, καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ καὶ τῇ συγκλήτῳ πάσῃ, καὶ τοῦ λαοῦ προπορευομένου μετὰ φωταγωγίας μέχρι τοῦ ναοῦ τῆς τοῦ θεοῦ ἁγίας σοφίας πεζοὶ τοῦτο διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ τοῦτο ἀνήγαγον. 51. Ἐν ταύταις ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες, ἐκ μιᾶς προελθόντες γαστρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος· ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπὸ γαστέρα συμπεφυκότες ἀλλήλοις ὑπῆρχον, ἀντιπρόσωποι. οἳ ἐπὶ πλεῖστον ἐν τῇ πόλει ἐνδιατρίψαντες ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ἐθαυμάζοντο· ὅθεν καὶ ὡς πονηρός τις οἰωνὸς τῆς πόλεως ἐξηλάθη. πάλιν δὲ ἐπὶ τῆς μονοκρατορίας τῆς βασιλείας Κωνσταντίνου εἰσῆλθε. καὶ ἐπειδὴ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι. ἀλλὰ καὶ οὗτος τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. 750 52. Ἐν πᾶσι μὲν οὖν, ὡς ἀνωτέρω εἴρηται, τοῖς μοναχοῖς ὁ βασιλεὺς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβε Σέργιον τὸν ἐν μοναχοῖς διαλάμποντα, ὃς ἀδελφὸς μὲν τοῦ μαγίστρου ἐπεφύκει Θωμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρχου Φωτίου· ὃν πλέον τῆς σαρκικῆς εὐγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια τό τε τῆς διακρίσεως εὐθὺ καὶ τὸ τοῦ προσώπου χάριεν τὸ μέτριόν τε τοῦ φρονήματος καὶ τοῦ ἤθους· τὸν μὲν γὰρ λόγον εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἦθος πάγιον καὶ σταθηρόν, τὸ δὲ φρόνημα πολὺ φυσικὸν καὶ ταπεινόν. τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ' ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα, ὡς ἄν τις εἴποι, τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα. οὗτος πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐκκλίνοντας, μή ποτε καὶ αὐτὸς πάθοι τὸ τοῦ Ἠλί, τιμωρίαν ἐκτίσας ὑπὲρ τῆς τῶν παίδων παρανομίας. ὃ καὶ γέγονε. καὶ γὰρ πρὸ ὀλίγων ἡμερῶν τούτων, πάντων καθιστορούντων τὸν ἄχραντον χαρακτῆρα ἐν τῷ ἁγίῳ ἐκμαγείῳ τοῦ υἱοῦ τοῦ θεοῦ, ἔλεγον οἱ υἱοὶ τοῦ βασιλέως μὴ βλέπειν τι ἢ πρόσωπον μόνον, ὁ δὲ γαμβρὸς Κωνσταντῖνος ἔλεγεν βλέπειν ὀφθαλμοὺς καὶ ὦτα. πρὸς οὓς καὶ εἶπεν ὁ ἀοίδιμος Σέργιος" καλῶς ἀμφότεροι εἴδετε." οἱ δὲ ἀντέφησαν" καὶ τί σημαίνει ἑκάστου τούτου ἡ διαφορά;" ἀπεκρίθη" οὐκ ἐγὼ ἀλλὰ Δαβὶδ ὁ προφήτης λέγει, ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐ