Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio ad Graecos
TatianTat Ad Graecos 27 · pg-scrape-grcMore by Tatian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/tatian" aria-label="More works by Tatian"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
Εἰ δὲ σὺ τῆς ἐκείνων ἀντέχῃ παιδείας, τί μοι δόξας αἱρουμένῳ δογμάτων ὧν θέλω διαμάχῃ; πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν λῃστὴν διὰ τὸ ἐπικατηγορούμενον ὄνομα μὴ κολάζειν πρὶν ἢ τἀληθὲς ἐπ' ἀκριβείᾳ καταμανθάνειν, ἡμᾶς δὲ προλήμματι λοιδορίας ἀνεξετάστως μεμισηκέναι; Διαγόρας Ἀθηναῖος ἦν, ἀλλὰ τοῦτον ἐξορχησάμενον τὰ παρ' Ἀθηναίοις μυστήρια τετιμωρήκατε καὶ τοῖς Φρυγίοις αὐτοῦ λόγοις ἐντυγχάνοντες ἡμᾶς μεμισήκατε. Λέοντος κεκτημένοι τὰ ὑπομνήματα πρὸς τοὺς ἀφ' ἡμῶν ἐλέγχους δυσχεραίνετε· καὶ τὰς περὶ τῶν κατ' Αἴγυπτον θεῶν δόξας Ἀπίωνος ἔχοντες παρ' ἑαυτοῖς ὡς ἀθεωτάτους ἡμᾶς ἐκκηρύσσετε. _τ_ά_φ_ο_ς τοῦ Ὀλυμπίου Διὸς καθ' ὑμᾶς δείκνυται κἂν _ψ_ε_ύ_δ_ε_σ_θ_α_ί τις τοὺς __Κ_ρ_ῆ_τ_α_ς λέγῃ. τῶν πολλῶν
27.2.1
θεῶν ἡ ὁμήγυρις οὐδέν ἐστιν· κἂν ὁ καταφρονῶν αὐτῶν Ἐπίκουρος δᾳδουχῇ, τοὺς ἄρχοντας οὐδὲν πλέον σέβω τοῦ θεοῦ· κατάληψιν ἣν ἔχω περὶ τῶν ὅλων, ταύτην οὐκ ἀποκρύπτομαι. τί μοι συμβουλεύεις ψεύσασθαι τὴν πολιτείαν; τί δὲ λέγων θανάτου καταφρονεῖν, διὰ τέχνης φεύγειν αὐτὸν καταγγέλλεις; ἐγὼ μὲν οὐκ _ἔ_χ_ω_ _κ_α_ρ_δ_ί_α_ν_ _ἐ_λ_ά_φ_ο_υ· τὰ δὲ τῶν ὑμετέρων λόγων ἐπιτηδεύματα κατὰ τὸν _ἀ_μ_ε_τ_ρ_ο_ε_π_ῆ_ __Θ_ε_ρ_σ_ί_τ_η_ν γίνεται. πῶς πεισθήσομαι τῷ λέγοντι μύδρον τὸν ἥλιον καὶ τὴν σελήνην γῆν; τὰ γὰρ τοιαῦτα λόγων ἐστὶν ἅμιλλα καὶ οὐκ ἀληθείας διακόσμησις. ἢ πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ' Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν κατεληλυθέναι τε ἀπ' 27. 3 αὐτῆς λέοντα τὸν ὑφ' Ἡρακλέους φονευθέντα; τί δ' ἂν ὠφελήσειε λέξις Ἀττικὴ καὶ φιλοσόφων σωρεία καὶ συλλογισμῶν πιθανότητες καὶ μέτρα γῆς καὶ ἄστρων θέσεις καὶ ἡλίου δρόμοι; τὸ γὰρ περὶ τοιαύτην ἀσχολεῖσθαι ζήτησιν νομοθετοῦντός ἐστιν ἔργον ἑαυτῷ τὰ δόγματα.

Intertext edge

Open linked passage

Note