Oratio ad Graecos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/tatian" aria-label="More works by Tatian">
—
⋯
Original / primary: Pg Scrape Grc
32.1.1
Παρ' ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ ἔστιν, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι καὶ πειθόμενοι θεοῦ παραγγέλμασι καὶ νόμῳ πατρὸς ἀφθαρσίας ἑπόμενοι, πᾶν τὸ ἐν δόξῃ κείμενον ἀνθρωπίνῃ παραιτούμεθα, φιλοσοφοῦσί τε οὐ μόνον οἱ πλουτοῦντες, ἀλλὰ καὶ οἱ πένητες προῖκα τῆς διδασκαλίας ἀπολαύουσιν· τὰ γὰρ παρὰ θεοῦ τῆς ἐν κόσμῳ δωρεᾶς ὑπερπαίει τὴν ἀμοιβήν. τοὺς δὲ ἀκροᾶσθαι βουλομένους πάντας οὕτως προσιέμεθα κἂν πρεσβύτιδες ὦσι κἂν μειράκια, πᾶσά τε ἁπαξαπλῶς ἡλικία παρ' ἡμῖν τυγχάνει τιμῆς· τὰ δὲ τῆς ἀσελγείας πόρρω κεχώρισται. καὶ ἡμεῖς μὲν λέγοντες οὐ ψευδόμεθα· τὰ δὲ τῆς ὑμετέρας περὶ 32. 2 τὴν ἀπιστίαν ἐπιμονῆς καλὸν μὲν εἰ λαμβάνοι περιγραφήν· εἰ δ' οὖν, τὰ ἡμέτερα μὲν ἔστω θεοῦ γνώμῃ βεβαιούμενα, γελᾶτε δὲ ὑμεῖς, ὡς καὶ κλαύσοντες. πῶς γὰρ οὐκ ἄτοπον Νέστορα μὲν καθ' ὑμᾶς τῶν _ἵ_π_π_ω_ν_ _τ_ὰ_ς_ _π_α_ρηορίας βραδέως _ἀ_π_ο_τ_έ_μ_ν_ο_ν_τ_α διὰ τὸ ἄτονον καὶ νωθὲς τῆς ἡλικίας θαυμάζεσθαι πειρώμενον ἐπ' ἴσης τοῖς νέοις πολεμεῖν, τοὺς δὲ παρ' ἡμῖν τῷ γήρᾳ παλαίοντας καὶ τὰ περὶ θεοῦ πραγματευομένους γελᾶσθαι; τίς δὲ οὐκ ἂν γελάσειεν Ἀμαζόνας μὲν καὶ Σεμίραμιν καί τινας ἄλλας πολεμικὰς φασκόντων ὑμῶν γεγονέναι, τὰς δὲ παρ' ἡμῖν παρθένους λοιδορούντων; μειράκιον ἦν ὁ Ἀχιλλεὺς καὶ γενναῖος εἶναι πεπίστευται σφόδρα· καὶ ὁ Νεοπτόλεμος νεώτερος, ἀλλὰ 32. 3 ἰσχυρὸς ἦν· Φιλοκτήτης ἀσθενής, ἀλλ' ἔχρῃζεν αὐτοῦ κατὰ Τροίας τὸ δαιμόνιον. ὁ Θερσίτης ὁποῖος ἦν; ἀλλ' ἐστρατήγει· τὸ δὲ _ἀ_μ_ε_τ_ρ_ο_ε_π_ὲ_ς εἰ μὴ προσῆν αὐτῷ διὰ τὴν ἀμαθίαν, οὐκ ἂν ὡς _φ_ο_ξ_ὸ_ς καὶ _ψ_ε_δ_ν_ὸ_ς διεβάλλετο. πάντες οἱ βουλόμενοι φιλοσοφεῖν*** παρ' ἡμῖν οἳ οὐ τὸ ὁρώμενον δοκιμάζομεν οὐδὲ τοὺς προσιόντας ἡμῖν ἀπὸ σχήματος κρίνομεν· τὸ γὰρ τῆς γνώμης ἐρρωμένον παρὰ πᾶσιν εἶναι δύνασθαι λελογίσμεθα κἂν ἀσθενεῖς ὦσι τοῖς σώμασι. τὰ δὲ ὑμέτερα φθόνου μεστὰ καὶ βλακείας πολλῆς.