Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio ad Graecos
TatianTat Ad Graecos 38 · pg-scrape-grcMore by Tatian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/tatian" aria-label="More works by Tatian"> —
⋯
More
Original / primary: Pg Scrape Grc
38.1.1
Αἰγυπτίων δέ εἰσιν ἀκριβεῖς χρόνων ἀναγραφαί, καὶ τῶν κατ' αὐτοὺς γραμμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατ' Ἄμωσιν Αἰγύπτου βασιλέα γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν εἰς ἅπερ ἤθελον χωρία, Μωυσέως ἡγουμένου. λέγει δὲ οὕτως· _ὁ_ _δ_ὲ___ _Α_μ_ω_σ_ι_ς_ _ἐ_γ_έ_νετο κατ' Ἴναχον βασιλέα. μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικὸς ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δὲ καὶ ὅτι _κ_α_τ_έ_σ_κ_α_ψ_ε_ _τ_ὴ_ν___̓ _Α_ο_υ_α_ρ_ί_α_ν___ _Α_μ_ω_σ_ι_ς_ _κ_α_τ_ὰ_ _τ_ὸ_ν___̓ _Α_ρ_γ_ε_ῖ_ο_ν_ _γ_ε_ν_όμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος. ὁ δὲ ἀπ' Ἰνάχου 38. 2 χρόνος ἄχρι τῆς Ἰλίου ἁλώσεως ἀποπληροῖ γενεὰς εἴκοσι καὶ τὰ τῆς ἀποδείξεως τοῦτον ἔχει τὸν τρόπον.

Intertext edge

Open linked passage

Note