Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio ad Graecos
TatianTat Ad Graecos 14 · textus-receptusMore by Tatian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/tatian" aria-label="More works by Tatian"> —
⋯
More
Original / primary: Textus receptus
14.1
Τοιοῦτοί τινές ἐστε καὶ ὑμεῖς, ὦ Ἕλληνες, ῥήμασι μὲν στωμύλοι, γνώμην δὲ ἔχοντες ἀλλόκοτον, καὶ τὴν πολυκοιρανίην μᾶλλον ἤπερ τὴν μοναρχίαν ἐξησκήσατε καθάπερ ἰσχυροῖς νομίζοντες τοῖς δαίμοσι κατακολουθεῖν. ὥσπερ γὰρ ὁ λῃστεύων ἀπάνθρωπος ὢν διὰ τόλμης τῶν ὁμοίων ἐπικρατεῖν εἴωθεν, οὕτω καὶ οἱ δαίμονες εἰς πολλὴν κακίαν ἐξοκείλαντες τὰς μεμονωμένας παρ' ὑμῖν ψυχὰς δι' ἀγνοιῶν καὶ φαντασιῶν ἐξηπατήκασιν. οἳ θνήσκουσι μὲν οὐ ῥᾳδίως, σαρκὸς γὰρ ἀμοιροῦσι· ζῶντες δὲ θανάτου πράττουσιν ἐπιτηδεύματα τοσαυτάκις καὶ αὐτοὶ θνήσκοντες ὁσάκις ἂν τοὺς ἑπομένους αὐτοῖς τὰς ἁμαρτίας ἐκπαιδεύσωσιν, ὥσθ' ὅπερ ἐστὶν αὐτοῖς περιττὸν ἐν τῷ νῦν, μὴ ὁμοίως τοῖς ἀνθρώποις ἀποθνήσκειν, τοῦθ' ὁπόταν μέλλωσι κολάζεσθαι πικρὸν αὐτοῖς οὐ μεθέξουσιν ἀιδίου ζωῆς ἀντὶ θανάτου ἐν ἀθανάτῳ μεταλαμβάνοντες. ὥσπερ δὲ ἡμεῖς, οἷς τὸ θνήσκειν ῥᾴδιον ἀποβαίνει νῦν, εἰσαῦθις ἢ μετὰ ἀπολαύσεως τὸ ἀθάνατον ἢ τὸ λυπηρὸν μετὰ ἀθανασίας προσλαμβάνομεν, οὕτω καὶ οἱ δαίμονες τῇ νῦν ζωῇ πρὸς τὸ πλημμελεῖν καταχρώμενοι διὰ παντὸς καὶ διὰ τοῦ ζῆν ἀποθνήσκοντες εἰσαῦθις ἕξουσιν τὴν αὐτὴν ἀθανασίαν ὁμοίαν τῆς παρ' ὃν ἔζων χρόνον κατὰ μὲν τὴν σύστασιν ὁμοίαν ἀνθρώποις τοῖς κατὰ γνώμην διαπραξαμένοις ἅπερ αὐτοῖς παρ' ὃν ἔζων χρόνον νενομοθετήκασι. καὶ μήτι γε τοῖς μὲν ἑπομένοις αὐτοῖς ἐλάττονα τῆς ἁμαρτίας ἐξανθοῦσι τὰ εἴδη διὰ τὸ μὴ πολυχρονίως βιοῦν, τοῖς δὲ προειρημένοις δαίμοσιν τὸ πλημμελεῖν μεῖζον ἀποβέβηκεν διὰ τὸ ἄπειρον τῆς βιότητος.

Intertext edge

Open linked passage

Note