Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio ad Graecos
TatianTat Ad Graecos 30 · textus-receptusMore by Tatian
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/tatian" aria-label="More works by Tatian"> —
⋯
More
Original / primary: Textus receptus
30.1
Τούτων οὖν τὴν κατάληψιν πεποιημένος βούλομαι καθάπερ τὰ νήπια τῶν βρεφῶν ἀποδύσασθαι. τὴν γὰρ τῆς πονηρίας σύστασιν ἐοικυῖαν τῇ τῶν βραχυτάτων σπερμάτων ἴσμεν ἅτε διὰ μικρᾶς ἀφορμῆς τούτου κρατυνθέντος, πάλιν δ' αὖ λυθησομένου, ἡμῶν πειθομένων λόγῳ θεοῦ καὶ μὴ σκορπιζόντων ἑαυτούς. διά τινος γὰρ ἀποκρύφου θησαυροῦ τῶν ἡμετέρων ἐπεκράτησεν, ὃν ὀρύττοντες κονιορτοῦ μὲν ἡμεῖς ἐνεπλήσθημεν, τούτῳ δὲ τοῦ συνεστάναι τὴν ἀφορμὴν παρέσχομεν. τὸ γὰρ αὑτοῦ πᾶς ὁ ἀποδεχόμενος κτῆμα τοῦ πολυτιμοτέρου πλούτου τὴν ἐξουσίαν ἐχειρώσατο. ταῦτα μὲν οὖν πρὸς τοὺς ἡμῶν οἰκείους εἰρήσθω· πρὸς δὲ ὑμᾶς τοὺς Ἕλληνας τί ἂν ἕτερον ἢ τὸ μὴ τοῖς κρείττοσιν λοιδορεῖσθαι μηδ', εἰ βάρβαροι λέγοιντο, ταύτην λαμβάνειν τῆς χλεύης τὴν ἀφορμήν; τοῦ γὰρ πάντας ἀλλήλων ἐπακούειν τῆς διαλέκτου μὴ δύνασθαι τὴν αἰτίαν εὑρεῖν, ἢν ἐθέλητε, δυνήσεσθε· τοῖς ἐξετάζειν γὰρ βουλομένοις τὰ ἡμέτερα ῥᾳδίαν καὶ ἄφθονον ποιήσομαι τὴν διήγησιν.

Intertext edge

Open linked passage

Note